Obrazy na stronie
PDF
ePub

20

5

15.

ἱερῶν ὑπηρέτας καὶ τοὺς ὑπ' αὐτῶν ἀναλόγως ἐπὶ τὰ ἱερὰ προσαγομένους . ἑκάστη δὲ τῶν
τριῶν τῆς καθ' ἡμᾶς ἱεραρχίας διαιρέσεων ἀκολούθως τῇ τε νομικῇ καὶ τῇ θειοτέρᾳ τῶν καθ' ἡμᾶς
ἱεραρχία πρώτη καὶ μέση καὶ τελευταία τάττεται δυνάμει τῆς τε ἱεροπρεποῦς ἀναλογίας προμη
θουμένῃ καὶ τῆς ἁπάντων εὐκόσμου καὶ κατὰ τάξιν ἐναρμονίου καὶ συνδετικῆς κοινωνίας.
V. 3. Ἡ μὲν οὖν ἁγιωτάτη τῶν τελετῶν ἱερουργία πρώτην μὲν ἔχει θεοειδή δύναμιν
τὴν ἱερὰν τῶν ἀτελέστων κάθαρσιν, μέσην δὲ τὴν τῶν καθαρθέντων φωτιστικὴν μύησιν, ἐσχάτην
δὲ καὶ τῶν προτέρων συγκεφαλαιωτικὴν τὴν τῶν μυηθέντων ἐν ἐπιστήμῃ τῶν οἰκείων μυήσεων
τελείωσιν. ἡ δὲ τῶν ἱερουργῶν διακόσμησις ἐν μὲν τῇ δυνάμει τῇ πρώτῃ διὰ τῶν τελετῶν
ἀποκαθαίρει τοὺς ἀτελέστους· ἐν τῇ μέσῃ δὲ φωταγωγεῖ τοὺς καθαρθέντας· ἐν ἐσχάτῃ δὲ καὶ
10 ἀκροτάτῃ τῶν ἱερουργῶν δυνάμεων ἀποτελειοῖ τοὺς τῷ θείῳ φωτὶ κεκοινωνηκότας ἐν ταῖς τῶν
θεωρηθεισῶν ἐλλάμψεων επιστημονικαῖς τελειώσεσιν. ἡ δὲ τῶν τελουμένων δύναμις ἡ πρώτη
μέν ἐστιν ἡ καθαιρομένη · μέση δὲ μετὰ τὴν κάθαρσιν ἡ φωτιζομένη καί τινων ἱερῶν θεω-
ρητική - τελευταία δὲ καὶ θειοτέρα τῶν ἄλλων ἡ τῶν ἱερῶν φωτισμῶν, ὧν ἐγεγόνει θεωρός,
ἑλλαμπομένη τὴν τελειωτικὴν ἐπιστήμην. τῆς μὲν οὖν ἁγίας τῶν τελετῶν ἱερουργίας ή τρισσὴ

15 δύναμις ὕμνηται, τῆς μὲν ἱερᾶς θεογενεσίας, ἐκ τῶν λογίων ἀποδειχθείσης καθάρσεως καὶ Fol. 257° a.
φωτιστικῆς ἐλλάμψεως, της συνάξεως δὲ καὶ τῆς τοῦ μύρου τελετῆς, τελειωτικῆς τῶν θεουρ- Cord. I. p. 234.
γιῶν γνώσεως καὶ ἐπιστήμης, δι' ἧς ἱερῶς ἡ πρὸς τὴν θεαρχίαν ἐνοποιὸς ἀναγωγὴ καὶ μακα-
ριωτάτη κοινωνία τελεσιουργεῖται . νῦν δὲ τὴν ἱερατικὴν διακόσμησιν ἑξῆς ἀφηγητέον εἰς
καθαρτικὴν καὶ φωτιστικὴν καὶ τελειωτικὴν εὐταξίαν διαιρουμένην.

Κεφάλ. ε'

Περὶ τῶν ἱερατικῶν τελειώσεων.

V. 1 = V. 4 C. Θεσμὸς μὲν οὗτός ἐστι τῆς θεαρχίας ὁ πανίερος, τὸ διὰ τῶν πρώτων τὰ δεύτερα πρὸς τὸ θειότατον αὐτῆς ἀνάγεσθαι φέγγος . ἢ οὐχὶ καὶ τὰς αἰσθητὰς τῶν στοιχείων οὐσίας ὁρῶμεν εἰς τὰ μᾶλλον αὐταῖς συγγενέστερα πρῶτον ιούσας καὶ δι' ἐκείνων ἐφ ̓ ἕτερα τὴν 25 οἰκείαν διείσας ενέργειαν; εἰκότως οὖν ἡ πάσης ἀοράτου καὶ ὁρατῆς ευκοσμίας ἀρχὴ καὶ ἵδρυσις εἰς τοὺς θεοειδεστέρους πρώτους ἐνδίδωσι τὰς θεουργικὰς ἀκτῖνας ιέναι καὶ δι' ἐκείνων, ὡς διειδεστέρων νοῶν καὶ πρὸς μετοχὴν φωτὸς καὶ μετάδοσιν οἰκείως εχόντων εἰς τοὺς ὑφειμένους, ἀναλόγως ἐλλάμπει αὐτοῖς καὶ ἐπιφαίνεται . τούτων οὖν ἐστι τῶν πρώτως θεοπτικῶν τὸ τοῖς δευτέροις ἀφθόνως ἐν συμμετρίᾳ τῇ κατ' αὐτοὺς ὑποδεῖξαι τὰ πρὸς αὐτῶν ἱερῶς ἐποπτευθέντα 30 θεῖα θεάματα· καὶ τὸ μνῆσαι τὰ ἱεραρχικὰ τῶν μετ' ἐπιστήμης τελειωτικῆς τὰ θεῖα τῆς κατ' αὐτοὺς ἱεραρχίας ἅπαντα καλῶς μυηθέντων καὶ τὴν τελεσιουργὸν τοῦ μοῆσαι δύναμιν προσει ληφότων· καὶ τὸ μεταδοῦναι κατ' ἀξίαν τὰ ἱερὰ τῶν ἐπιστημονικῶς καὶ ὁλοκλήρως μετασχόν των τῆς ἱερατικῆς τελειώσεως.

V. 2 = V. 5 C. Οὐκοῦν ἡ θεία τῶν ἱεραρχῶν τάξις πρώτη μέν έστι τῶν θεοπτικῶν τάξεων, 35 ἀκροτάτη δὲ καὶ ἐσχάτη πάλιν ἡ αὐτή · καὶ γὰρ εἰς αὐτὴν ἀποτελευτᾷ καὶ ἀποπληροῦται πᾶσα τῆς καθ' ἡμᾶς ἱεραρχίας ή διακόσμησις· ὡς γὰρ ἅπασαν ἱεραρχίαν ὁρῶμεν εἰς τὸν Ἰησοῦν ἀποπεραινουμένην, οὕτως ἑκάστην εἰς τὸν οἰκεῖον ἔνθεον ἱεράρχην. ἡ δὲ τῆς ἱεραρχικής τάξεως δύναμις

2 διαιρέσεων ν] διαιρέσεως C lege διαιρέσιον C* τε om. V 3 τελευταία 2 προμυθουμένη Ο 4 συνδετιδῆς δοινων
νίας C per errorem 7 κεφαλαιωτικὴν 2 8 ἱερουργιών ν 9 ἐν prius bis C 10 κεκοινωνικότας 11 post ελλάμψεων
add. γε marg. V
τελειώσεσιν VC] θεωρήσεσιν C* 12 καθαίρεσιν
13 τελευταῖα ν 14 τελειωτιτὴν C per errorem
15 ὑμνεῖται ν 16 θεουργικῶν ν 17 ὡς ἑνοποιός (* 25 διείσας (* διιούσας 26 ἀκτίνας 27 ἐχόντων εἰς τοὺς ὑφει
μένους, ἀναλόγως @] ἐχόντων, εἰς τοὺς ὑφειμένους ἀναλόγως να
πρώτως VC*] πρώτων Ο 30 θεία ν
31 προσειλειφότων Ο 35 ἀποτελευτᾶ V γρC et C*] ἀποτελεῖται C

28 αὐτοῖς ἐλλάμπει Ο

36 ἀποπεραινουμένην

] ἀποπεραιουμένην VC

**

37 ἱερατικῆς ν

ἐν πάσαις χωρεῖ ταῖς ἱερολογήσεσιν καὶ διὰ πασῶν τῶν ἱερῶν τάξεων ἐνεργεῖ τὰ τῆς οἰκείας Fol. 257 b. ἱεραρχίας μυστήρια, εκκρίτως δὲ αὐτῇ παρὰ τὰς λοιπὰς τάξεις εἰς αὐτουργίαν ὁ θεῖος θεσμὸς

απονενέμηκε τὰς θειοτέρας ἱερουργίας· αὗται δέ εἰσιν αἱ τελεσιουργοί τῆς θεαρχικής δυνάμεως εἰκόνες ἀποτελειοῦσαι πάντα τὰ θειότατα σύμβολα καὶ πάσας τὰς ἱερὰς διακοσμήσεις. εἰ γὰρ καὶ 5 πρὸς τῶν ἱερέων τελοῦνταί τινα τῶν σεβασμίων συμβόλων, ἀλλ ̓ οὔποτε τὴν ἱερὰν θεογενεσίαν ὁ ἱερεὺς ἱερουργήσει τοῦ θειοτάτου μύρου χωρὶς οὐδὲ τὰ τῆς θείας κοινωνίας τελέσει μυστήρια μὴ Cord. I. p. 235. τῷ θειοτάτῳ θυσιαστηρίῳ τῶν κοινωνικῶν ἐπιτεθέντων συμβόλων· ἀλλ' οὐδ ̓ αὐτὸς ἱερεὺς ἔσται μὴ πρὸς τῶν ἱεραρχικῶν τελειώσεων εἰς τοῦτο κεκληρωμένος. ὅθεν ή θεία θεσμοθεσία τὴν τῶν ἱερατικῶν τάξεων ἁγιαστείαν καὶ τὴν τοῦ θείου μύρου τελείωσιν καὶ τὴν ἱερὰν τοῦ θυσιαστηρίου 10 τελετουργίαν ταῖς τῶν ἐνθέων ἱεραρχῶν τελεσιουργοῖς δυνάμεσιν ἐνιαίως ἀπεκλήρωσεν.

V. 3 - V. 6 C. Ἔστιν οὖν ἡ ἱεραρχική τάξις ή της τελειωτικής δυνάμεως αναπεπληρωμένη, τὰ τελεσιουργὰ τῆς ἱεραρχίας ἐκκρίτως τελετουργοῦσα καὶ τὰς ἐπιστήμας τῶν ἱερῶν ἐκφαντορι κῶς μοοῦσα καὶ ἐκδιδάσκουσα τὰς ἀναλόγους αὐτῶν καὶ ἱερὰς ἕξεις τε καὶ δυνάμεις. ἡ δὲ τῶν ἱερέων φωταγωγική τάξις ἐπὶ τὰς ὁσίας τῶν τελετῶν ἐποψίας χειραγωγεί τους τελουμένους 15 ὑπὸ τῇ τῶν ἐνθέων ἱεραρχῶν τάξει καὶ μετ' αὐτῆς ἱερουργοῦσα τὰς οἰκείας ἱερουργίας· ἐν οἷς μὲν αὐτὴ δρῷ τὰς θεουργίας ὑποδεικνῦσα διὰ τῶν ἱερωτάτων συμβόλων καὶ τοὺς θεωρητι κοὺς τοὺς προσιόντας ἀποτελοῦσα καὶ τῶν ὁσίων τελετῶν κοινωνούς, εἰς τὸν ἱεράρχην δὲ ἀναπέμπουσα τοὺς τῆς ἐπιστήμης τῶν θεωρηθεισῶν ἱερουργιών εφιεμένους. ἡ δὲ τῶν λειτουργῶν τάξις, ή καθαρτικὴ καὶ τῶν ἀνομοίων διακριτική, πρὸ τῆς ἐπὶ τὰς τῶν ἱερέων ἱερουργίας προσα20 γωγῆς αποκαθαίρει τοὺς προσιόντας ἀμιγεῖς αὐτοὺς ἀποτελοῦσα τῶν ἐναντίων καὶ πρὸς ἱερουργικὴν ἐποψίαν καὶ κοινωνίαν ἐπιτηδείους . ὅθεν ἐπὶ τῆς ἱερᾶς θεογενεσίας οἱ λειτουργοὶ τὸν προσιόντα τῆς παλαιᾶς ἀπογυμνοῦσιν ἐσθῆτος, ἔτι μὴν καὶ ὑπολύουσιν καὶ πρὸς δυσμὰς εἰς ἀποταγὴν ἱστῶσιν καὶ αὖθις πρὸς ἕω μετάγουσιν (τῆς καθαρτικῆς γάρ εἰσι τάξεως καὶ δυνάμεως) Fol. 258. a. ἀποβάλλειν ὁλικῶς ἐγκελευόμενοι τοῖς προσιοῦσι, τὰς τῆς προτέρας ζωῆς ἀμφιέσεις καὶ τὸ τοῦ 25 προτέρου βίου σκοτεινὸν ὑποδεικνύντες καὶ ἐκδιδάσκοντες αὐτοὺς ἀποταξαμένους τοῖς ἀλαμπέσιν ἐπὶ τὰ φωτιστικά μεταταχθῆναι. καθαρτική τοίνυν ἐστὶν ἡ λειτουργική διακόσμησις ἐπὶ τὰς φανὰς τῶν ἱερέων ἱερουργίας ἀνάγουσα τοὺς κεκαθαρμένους καὶ τοὺς ἀτελέστους αποκαθαίρουσα καὶ μαιευομένη ταῖς καθαρτικαῖς τῶν λογίων ἐλλάμψεσι καὶ διδασκαλίαις καὶ προσέτι τοὺς ἀγιέρους τῶν ἱερῶν ἀμιγῶς ἀποδιαστέλλουσα· διὸ καὶ ταῖς ἱεραῖς αὐτὴν ἐφίστησιν πύλαις ἡ ἱεραρ 30 χικὴ θεσμοθεσία τὴν πρὸς τὰ ἱερὰ τῶν προσιόντων ἴασιν ἐν ταῖς παντελέσι καθάρσεσιν αίνισ σομένη καὶ τὴν ἐπὶ τὰς ἱερὰς αὐτῶν ἐποψίας καὶ κοινωνίας προσαγωγὴν ταῖς καθαρτικαῖς Cord. I. p. 236. δυνάμεσιν ἐγχειρίζουσα καὶ διὰ τούτων αὐτοὺς ἀκηλιδώτους εἰσδεχομένη.

V. 4 - V. 7 C. Δέδεικται τοίνυν ἡ μὲν τῶν ἱεραρχῶν τάξις τελειωτικὴ καὶ τελεσιουργός, ἡ δὲ τῶν ἱερέων φωτιστικὴ καὶ φωταγωγός, ἡ δὲ τῶν λειτουργῶν καθαρτικὴ καὶ διακριτική, δηλαδὴ τῆς 35 ἱεραρχικῆς τάξεως, οὐ τελεσιουργεῖν μόνον, ἀλλὰ καὶ φωτίζειν ἅμα καὶ καθαίρειν ἐπισταμένης, καὶ τῆς τῶν ἱερέων δυνάμεως ἐχούσης ἐν ἑαυτῇ μετὰ τῆς φωτιστικῆς καὶ τὴν καθαρτικὴν ἐπιστήμην. αἱ μὲν γὰρ ἥττους ἐπὶ τὰ κρείττω μεταπηδῶν ἀδυνατοῦσιν πρὸς τὸ μηδὲ θεμιτὸν αὐταῖς εἶναι πρὸς τοιαύτην ἐγχειρεῖν ἀλαζονείαν· αἱ δὲ θειότεραι δυνάμεις μετὰ τῶν οἰκείων

3 αὐταὶ γι

6 ενεργήσει Ο ξερω 10 τοῖς 2

1 ἱεραῖς ὁλότησι
4 αποτελειοῦσαι V γρ Cet C* (αποτελειοῦσσαι)] ἀποτελοῦσαι Ο
τάτου marg. V 7 οὐδὲ
8 θεῖα ν 9 ἱερατικῶν ν γρ C et C*] ἱεραρχικών Ο ἁγιαστίαν ν
τική (* ἀναπεπλησμένη Ο 12 ἱερουργοῦσα C* 13 αναλόγως C* τάξεις V C* 14 ὁσίας V] θείας Ο
μὲν αὐτὴ δρᾷ τὰς θεουργίας om. V 16 ὑποδεικνῦσα V C*] ὑποδεικνύουσα Ε 19 πρὸς γρ C 22 ὑπολύουσι
μετάγουσι Ο 25 ὑποδεικνῦντες 26 μεταχθῆναι 2 27 φανοτάτας (* φωνάς marg. V
ἱερῶν VC*
ἐφίστησι V2 C 30 ἴασιν V] εἴσοδον C 33 ἡ μὲν V interpr. C] ἡμῖν, ἡ μὲν C τελειουργός 12
πηδάν γ
ἀδυνατοῦσι (
τῷ C*
38 αὐτοῖς (2
ἐγχειρίζειν ν

34 ἱρέων ν

11 lɛpa15 ἐν οἷς 23 ἱστῶσι Ο 29 ἱερέων Ο

37 κατα

καὶ τὰς ὑφειμένας τῆς αὐτῶν τελειότητος ἱερὰς ἐπιστήμας γιγνώσκουσιν. ὅμως ἐπειδὴ θείων εἰσὶν ἐνεργειῶν εἰκόνες αἱ ἱερατικαί διακοσμήσεις τῆς εὐκόσμου καὶ ἀσυγχύτου τῶν θείων ἐνεργειῶν τάξεως, ἐν ἑαυταῖς δεικνῦσαι τὰς τεταγμένας ελλάμψεις εἰς πρώτας καὶ μέσας καὶ τελευταίας ἱερὰς ἐνεργείας καὶ τάξεις, ἐν διακρίσεσιν ἱεραρχικαῖς ἐτάχθησαν ἐμφαίνουσαι, καθά ὁ περ ἔφην, ἐν ἑαυταῖς τῶν θείων ἐνεργειῶν τὸ τεταγμένον καὶ ἀσύμφορτον. ἐπειδὴ γὰρ ἡ θεαρχία τοὺς ἐν οἷς ἂν ἐγγένηται νέας αποκαθαίρει πρῶτον, εἶτα φωτίζει καὶ φωτισθέντας ἀποτελειοῖ πρὸς θεοειδή τελεσιουργίαν, εἰκότως ἡ ἱεραρχικὴ τῶν θείων εἰκὼν εἰς διακεκριμένης ἑαυτὴν διαιρεῖ τάξεις τε καὶ δυνάμεις, ἐναργῶς ὑποδεικνῦσα τὰς θεαρχικὰς ἐνεργείας ἓν πανα- Fol. 258r b. γεστάταις καὶ ἀμιγέσι τάξεσιν εὐσταθῶς καὶ ἀσυγχύτως ἑστηκυίας . ἀλλ' ἐπειδὴ τὰς ἱερατικὰς 10 τάξεις τε καὶ ἀποκληρώσεις, δυνάμεις τε αὐτῶν καὶ ἐνεργείας εἰρήκαμεν, ὡς ἡμῖν ἐφικτόν, καὶ τὰς ἱερωτάτας αὐτῶν, ὡς οἷοί τέ ἐσμεν, εποπτεύσωμεν τελειώσεις.

Μυστήριον ἱερατικῶν τελειώσεων.

Ο μὲν ἱεράρχης ἐπὶ τὴν ἱεραρχικὴν τελείωσιν προσαγόμενος ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθε τοῦ θυσιαστηρίου ἐπὶ κεφαλῆς ἔχει τὰ θεοπαράδοτα λόγια καὶ τὴν ἱεραρχικὴν χεῖρα 15 καὶ τούτῳ τῷ τρόπῳ πρὸς τοῦ τελοῦντος αὐτὸν ἱεράρχου ταῖς παναγεστάταις ἐπικλήσεσιν ἀποτελειοῦται . ὁ δὲ ἱερεὺς ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθε τοῦ θείου θυσιαστηρίου ἐπὶ κεφαλῆς ἔχει τὴν ἱεραρχικὴν δεξιὰν καὶ τούτῳ τῷ τρόπῳ πρὸς τοῦ τελοῦντος αὐτὸν ἱεράρχου ταῖς ἱεροποιοῖς ἐπικλήσεσιν ἁγιάζεται. ὁ δὲ λειτουργὸς ἕνα τοῖν ποδοῖν κλίνας ἐπίπροσθε τοῦ θείου Cord. I. p. 237. θυσιαστηρίου ἐπὶ κεφαλῆς ἔχει τὴν τοῦ τελοῦντος αὐτὸν ἱεράρχου δεξιὰν τελειούμενος ὑπ' 20 αὐτοῦ ταῖς τῶν λειτουργῶν τελεστικαῖς ἐπικλήσεσιν. ἑκάστῳ δὲ αὐτῶν ἡ σταυροειδής ένση μαίνεται πρὸς τοῦ τελοῦντος ἱεράρχου σφραγὶς καὶ καθ ̓ ἕκαστον ανάρρησις ἱερά γίγνεται καὶ τελειωτικὸς ἀσπασμός, ἀσπαζομένου παντὸς ἱερατικοῦ παρόντος ἀνδρὸς καὶ τοῦ τελέσαντος ἱεράρχου τὸν πρὸς τι τῶν εἰρημένων ἱερατικῶν ταγμάτων αποτελεσθέντα.

Θεωρία.

25 1. Κοινὰ μέν έστι τοῖς ἱεράρχαις τε καὶ ἱερεῦσι καὶ λειτουργοῖς ἐν ταῖς ἱερατικαῖς αὐτῶν τελειώσεσιν ἡ πρὸς τὸ θεῖον θυσιαστήριον προσαγωγὴ καὶ ὑπόπτωσις, ἡ τῆς ἱεραρχικῆς χειρὸς ἐπίθεσις, ἡ σταυροειδής σφραγίς, ή ανάρρησις, ὁ τελειωτικὸς ἀσπασμός · ἐξαίρετα δὲ καὶ ἔκκριτα τοῖς ἱεράρχαις μὲν ἡ τῶν λογίων ἐπὶ κεφαλῆς ἐπίθεσις, οὐκ ἐχόντων τοῦτο τῶν ὑφειμέ νων ταγμάτων· τοῖς δὲ ἱερεῦσιν ἡ ἀμφοῖν τοῖν ποδοῖν κλίσις, οὐκ ἐχούσης τοῦτο τῆς τῶν 30 λειτουργῶν τελειώσεως· οἱ γὰρ λειτουργοί, καθὼς εἴρηται, τὸν ἕνα κλίνουσι τοῖν ποδοῖν μόνον.

2. Ἡ μὲν οὖν ἐπὶ τὸ θεῖον θυσιαστήριον προσαγωγὴ καὶ ὑπόπτωσις αινίσσεται πᾶσι τοῖς Fol. 258 a. ἱερατικῶς τελουμένοις ὑποτιθέναι καθόλου τῷ τελετάρχῃ θεῷ τὴν οἰκείαν ζωὴν καὶ τὴν ἑαυτῶν νοερὰν ὁλότητα πάναγνον αὐτῷ καὶ καθιερωμένην προσαγαγεῖν καὶ ὁμοιοειδῆ καί, ὡς δυνατόν, ἀξίαν οὖσαν τοῦ θεαρχικοῦ καὶ παναγεστάτου καὶ ἱεροῦ θυσιαστηρίου τοῦ καθιεροῦντος ἱερατι35 κῶς τοὺς θεοειδείς νόας.

ἑστηκυίας V3 θείου γρ C et C* ὑποτύπωσις γι

10 αποκληρώσεις V γρ (]

16 et 18 επίπροσθεν Ο 32 τῷ V γρ C] om. C

3 εἰς τὰς Ο 7 εἰκὼν V γρ C] εἰκόνων marg. VC 9 ἑστηκυίας γι ἑστηκυίαις V2
αποπληρώσεις ( 11 τελειώσεις . τέλος τοῦ λόγου 13 ἐπίπροσθεν C 14 τοῦ
16 et 18 θείου delendum censet V2 19 τελούμενος V2 26 τελειώσεων
ἑαυτὴν γ2 33 ὁμοιοειδή V apud C magna confusio; ex lemmate enim, quod in adnotatione critica adparet, foedato quam
maxime typothetae errore ἱμονοειδῆ in textu legi ὁμοειδή putaveris, praesertim cum ὁμοειδῆ tamquam scriptura varia
notetur; at in ipso quoque textu legitur oposto et in interpretatione 'uniformem' 34 ἱεροῦ γρ C et C*] ἱερείου καὶ C
35 θεοειδείς VC] θείους γρ C

--

[ocr errors]

3. Ἡ δὲ τῆς ἱεραρχικῆς χειρὸς ἐπίθεσις ὁμοῦ μὲν ἐμφαίνει τὴν τελεταρχικὴν σκέπην, ὑφ ̓ ῆς ὡς παῖδες ἱεροὶ περιέπονται πατρικῶς αὐτοῖς μὲν ἔξιν καὶ δύναμιν ἱερατικὴν δωρουμένης, τὰς ἐναντίας δὲ αὐτῶν δυνάμεις ἀπορραπιζούσης · διδάσκει δὲ ἅμα καὶ πάσας τελεῖν τὰς ἱερατικὰς ενεργείας ὡς ὑπὸ θεῷ πράττοντας τοὺς τελεσθέντας καὶ τῶν οἰκείων ἐνεργειῶν αὐτὸν 5 ἔχοντας ἐν παντὶ καθηγεμόνα.

4. Η σταυροειδὴς δὲ σφραγὶς τὴν ἁπασῶν ὁμοῦ τῶν σαρκικῶν τρέξεων ἀνενεργησίαν καὶ τὴν θεομίμητον ζωὴν ἀφορῶσαν ἀκλινῶς εἰς τὴν ἀνδρικὴν Ἰησοῦ θειοτάτην ζωὴν ἄχρι σταυροῦ καὶ θανάτου μετὰ θεανδρικῆς ἀναμαρτησίας ἐληλυθότος καὶ τοὺς οὕτω ζῶντας ὡς ὁμοιοειδείς

Cord. I. p. 238. Ενσημαίνοντος τῇ σταυροειδεῖ τῆς οἰκείας αναμαρτησίας εἰκόνι.

[ocr errors]

έ

10 5. Τὴν ἱερὰν δὲ τῶν τελειώσεων καὶ τῶν τελουμένων ἀνάρρησιν ὁ ἱεράρχης ἀναβοῦ, τοῦ μυστηρίου δηλούντος, ὡς ὁ φιλόθεος ἱεροτελεστής ἐκφαντορικός ἐστι τῆς θεαρχικῆς ἐκλογῆς οὐκ αὐτὸς ἰδίᾳ χάριτι τοὺς τελουμένους ἐπὶ τὴν ἱερατικὴν ἄγων τελείωσιν, ἀλλ' ὑπὸ θεοῦ κινούμενος εἰς πάσας τὰς ἱεραρχικὰς ἁγιαστείας. οὕτω Μωυσῆς ὁ νομικὸς ἱεροτελεστὴς οὐδὲ ἀδελφὸν ὄντα τὸν Ααρών εἰς ἱερατικὴν τελείωσιν ἄγει, καὶ φιλόθεον αὐτὸν εἶναι καὶ ἱερατικὸν 15 οιόμενος, ἄχρις οὗ θεόθεν εἰς τοῦτο κινηθεὶς ὑπὸ τελάρχῃ θεῷ τὴν ἱερατικὴν τελείωσιν ἱεραρχικῶς ἐτελεσιούργησεν. ἀλλὰ καὶ ὁ θεαρχικὸς ἡμῶν καὶ πρῶτος ἱεροτελεστής εγεγόνει γὰρ ad Hebr. V. 4 sq. καὶ τοῦτο δι' ἡμᾶς ὁ φιλανθρωπότατος Ἰησοῦς) οὐχ ἑαυτὸν ἐδόξασεν, ὡς τὰ λόγιά φησιν, Ps. 109 (110), 4. ἀλλ' ὁ λαλήσας ἀλλ' ὁ λαλήσας πρὸς αὐτόν·,σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. διὸ καὶ αὐτὸς ἐπὶ τὴν ἱερατικὴν τελείωσιν ἄγων τοὺς μαθητάς καίπερ ὑπάρχων θεὸς τελετάρχης ὅμως Fol. 258 b. 20 ἐπὶ τὸν παναγέστατον αὐτοῦ πατέρα καὶ τὸ θεαρχικόν πνεῦμα τὴν τελεταρχικὴν ἀνατίθησιν Act. App. I. 4 sq. ἱεραρχικώς τελεσιουργίαν, παραγγέλλων τοῖς μαθηταῖς, ὡς τὰ λόγιά φησιν, ἀπὸ Ἱερουσαλὴμ μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπηγγελίαν τοῦ πατρός, ἣν ηκουσατέ μου, ὅτι ἡμεῖς βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ”. καὶ μὴν καὶ αὐτὸς τῶν μαθητῶν ὁ κορυφαῖος μετὰ τῆς ὁμοταγούς αὐτῷ καὶ ἱεραρχικῆς δεκάδος εἰς τὴν τοῦ δυοκαιδεκάτου τῶν μαθητῶν ἐληλυθὼς 25 ἱερατικὴν τελείωσιν ἐπὶ τῇ θεαρχία τὴν ἐκλογὴν εὐλαβῶς καταλέλοιπεν, ἀνάδειξον φήσας “ὃν ἐξελέξω” καὶ τὸν ὑπὸ τοῦ θείου κλήρου θειωδῶς ἀναδεδειγμένον εἰς τὸν τῆς ἁγίας δυοκαιδεκάδος ἱεραρχικὸν ἀριθμὸν εἰσεδέξατο . περὶ δὲ τοῦ θείου κλήρου τοῦ τῷ Ματθίᾳ θειωδῶς ἐπιπεσόντος ἕτεροι μὲν ἄλλα ειρήκασιν οὐκ εὐαγῶς, ὡς οἶμαι, τὴν ἐμὴν δὲ καὶ αὐτὸς ἔννοιαν ἐρῶ . δοκεῖ γάρ μοι τὰ λόγια κλήρον ονομάσαι θεαρχικόν τι δῶρον ὑποδηλοῦν ἐν ἐκείνῳ τῷ 30 ἱεραρχικῷ χορῷ τὸν ὑπὸ τῆς θείας ἐκλογῆς ἀναδεδειγμένον · πλήν γι ὅτι τὸν θεῖον ἱεράρχην οὐκ αὐτοκινήτως χρὴ τὰς ἱερατικὰς ποιεῖσθαι τελεσιουργίας, ἀλλ' ὑπὸ θεῷ ταύτας ἱεραρχικῶς καὶ οὐρανίως τελεσιουργεῖν.

ib. 24.

6. Ο δὲ πρὸς τῷ τέλει τῆς ἱερατικῆς τελειώσεως ἀσπασμὸς ἱερὰν ἔμφασιν ἔχει . πάντες Cord. I. p. 239. γὰρ ὅσοι πάρεισι τῶν ἱερατικῶν ὄντες τάξεων, ἀλλὰ καὶ αὐτὸς ὁ τελέσας ἱεράρχης ἀσπάζονται 35 τὸν τετελεσμένον· ὅταν γὰρ ἱερατικαῖς ἕξεσι καὶ δυνάμεσι καὶ θείᾳ κλήσει καὶ ἁγιαστείᾳ πρὸς ἱερατικὴν τελεσιουργίαν ἀφίκηται νους ἱερός, εραστός ἐστι ταῖς ὁμοταγέσι καὶ ἱερωτάταις τάξεσιν εἰς τὸ θεοειδέστατον ἀνηγμένος κάλλος, ἐρῶν τῶν ὁμοειδῶν νεῶν καὶ πρὸς αὐτῶν ἱερῶς ἀντερώμενος . ἔνθεν ὁ πρὸς ἀλλήλους ἱερατικὸς ἀσπασμὸς ἱερουργεῖται τὴν τῶν ὁμοειδῶν νεῶν

1 ἱερατικῆς (*
6 πασῶν (*

2 καὶ post μὲν add. V2 ἕξειν ν 3 αφοριζούσης (* 4 αὐτῶν γ2 5 καθηγεμόνα ? C] καθηγεμόνι V σωματικών (* 7 ἀκλινῶς delendum censebat V2 8 θεανδρικής (*] θεαρχικής VC ὁμοιοειδεῖς C*] ὁμοειδεῖς VC 12 ἀνάγων (* 13 ἁγιαστίας ν Μωσής Ο νομικῶς Ο 15 ἱερατικῶς (* 17 δ' ἡμᾶς C errore typothetae sine dubio 18 δι' ὃ γ 19 ἱεραρχικήν C* ὡς θεός Ο 21 ἱεραρχῶς ν Ἱερουσαλήμ. VC*] Ἱεροσολύμων Ο 22 Ιωάννης μὲν ἐβάπτισεν ὕδατι post ὅτι et de post ὑμεῖς supra lineam add. V2 23 κωρυφαῖος marg. V 24 δυοκαίδεκα του γι 25 καταλέλειπεν γι 26 του C errore typothetae 27 Ματθεία (i. e, = Ματθεία)

ὡς om.
μένος (*

28 ἐπιπεσόντος ἕτεροι VC] δοδέντος ἄλλοι C* 35 ἁγιαστία ν 37 ἠγμένος V2 C* αναγό

V 29 av om. C 31 ἱεραρχικὰς et ἱερὰς (* 33 Ιεραρχικῆς V2
ἐμοειδῶν C errore typothetae; supra τῶν ὁμοειδών nescio quid scriptum in V 38 ὁμοειδών VC] ἱερῶν C*

ἱερὰν κοινωνίαν καὶ τὴν ἐπ' ἀλλήλοις ἐραστὴν εὐφροσύνην, ὡς ὁλοκλήρως αποσώζουσιν ἱερα τικῇ μορφώσει τὸ θεοειδέστατον κάλλος.

7. Ταῦτα μὲν οὖν, ὡς ἔφην, ἐστὶ τὰ κοινὰ τῆς ὅλης ἱερατικῆς τελειώσεως. ὁ δὲ ἱεράρχης ἔκκριτον ἔχει τὴν τῶν λογίων ἐπὶ κεφαλῆς ἱερωτάτην ἐπίθεσιν· ἐπειδὴ γὰρ ἡ τελειωτικὴ ὁ τῆς πάσης ἱερατείας δύναμις καὶ ἐπιστήμη τοῖς ἐνθέοις ἱεράρχαις ὑπὸ τῆς || θεαρχικῆς δωρεῖ- Fol. 259ra. ται καὶ τελεταρχικῆς ἀγαθότητος, εἰκότως ἐπὶ τῶν ἱεραρχικῶν κεφαλῶν ἐπιτίθεται τὰ θεοπαρά δοτα λόγια, τὰ περιεκτικῶς καὶ ἐπιστημόνως ἐκφαντορικὰ πάσης θεολογίας, θεουργίας, θεοφα νείας, ἱερολογίας, ἱερουργίας, ἑνὶ λόγῳ πάντων τῶν θείων καὶ ἱερῶν ἔργων τε καὶ λόγων τῶν ὑπὸ τῆς ἀγαθουργοῦ θεαρχίας τῇ καθ' ἡμᾶς ἱεραρχία δεδωρημένων, ὡς τοῦ θεοειδοῦς ἱεράρχου 10 πάσης μὲν ἱεραρχικῆς δυνάμεως ολοκλήρως μεθέξοντος, πασῶν δὲ τῶν ἱεραρχικῶν ἱερολογιῶν τε καὶ ἱερουργιῶν τὴν ἀληθῆ καὶ θεοπαράδοτον ἐπιστήμην οὐκ ἐλλαμφθησομένου μόνον, ἀλλὰ καὶ ἑτέροις ἀναλογίαις ἱεραρχικαῖς μεταδώσοντος καὶ τελεσιουργήσοντος ἐν θειοτάταις γνώσεσι καὶ ἀκροτάταις ἀναγωγαῖς καὶ ἱεραρχικῶς ἅπαντα τὰ τῆς ὅλης ἱεραρχίας τελεστικώτατα . τοῖς δὲ ἱερεῦσι τὸν δυοῖν ποδοῖν ἡ κλίσις ἔκκριτόν ἐστι παρὰ τὴν λειτουργικὴν διακόσμησιν ὡς τὸν 15 ἕνα κλινούσης ἐκείνης καὶ τούτῳ τῷ ἱεραρχικῷ σχήματι τελειουμένης.

8. Η μὲν οὖν κλίσις ἐμφαίνει τὴν ὑποκειμένην προσαγωγὴν τοῦ προσάγοντος, ὑποτιθέντος θεῷ τὸ ἱερῶς προσαγόμενον. ἐπειδὴ δέ, ὡς πολλάκις ειρήκαμεν, αἱ τρεῖς τῶν ἱεροτελεστών διακοσμήσεις διὰ τῶν τριῶν ἁγιωτάτων τελετῶν καὶ δυνάμεων ἐφεστᾶσι τοῖς τρισὶ τῶν τελου μένων τάξεσι καὶ τὴν ὑπὸ τὰ θεῖα ζυγὰ σωστικὴν αὐτῶν ἱερουργοῦσι προσαγωγήν, εἰκότως ἡ cord. I. p. 239. 20 λειτουργική τάξις ὡς μόνον καθαρτικὴ τὴν μίαν ἱερουργεί τῶν καθαιρομένων προσαγωγὴν ὑπὸ τὸ θεῖον αὐτὴν ὑποτιθεῖσα θυσιαστήριον ὡς ἐν αὐτῷ τῶν καθαιρομένων νοῶν ἱερουμένων. οἱ δὲ ἱερεῖς ἄμφω τὰ πόδε κλίνουσιν ὡς τῶν ὑπ' αὐτῶν ἱερῶς προσαγομένων οὐ μόνων κεκαθαρ μένων, ἀλλὰ καὶ ταῖς φανετάταις αὐτῶν ἱερουργίαις ἀναγωγικῶς ἀποκεκαθαρμένης ζωῆς εἰς θεωρητικὴν ἕξιν καὶ δύναμιν ἱερουργικῶς ἀποτελεσθέντων. ὁ δὲ ἱεράρχης ἄμφω τώ πόδε κλί25 νων ἐπὶ κεφαλῆς ἔχει τὰ θεοπαράδοτα λόγια τοὺς ὑπὸ τῆς λειτουργικής δυνάμεως ἐκκεκαθαρ μένους καὶ πρὸς τῆς ἱερουργοῦ πεφωτισμένους πρὸς τὴν τῶν ἐποπτευθέντων ὑπ' αὐτῶν ἱερῶν ἀνάλογον αὐτοῖς ἐπιστήμην ἱεραρχικῶς ἄγων καὶ δι' αὐτῆς ἀποτελῶν τοὺς προσαγομένους εἰς Fol. 259r b. τὴν κατ' αὐτοὺς ὁλόκληρον ἀφιέρωσιν.

30

Κεφάλαιον 5.
Περὶ τῶν τελουμένων τάξεων.

VI. 1. Αὗται μὲν αἱ ἱερατικαὶ τάξεις καὶ ἀποκληρώσεις, δυνάμεις τε αὐτῶν καὶ ἐνέργειαι Cord. I. p. 249. καὶ τελειώσεις· τὴν δὲ ὑπ' αὐτὰς τριάδα των τελουμένων τάξεων ἑξῆς ἀφηγητέον . λέγομεν τοίνυν ὅτι καθαιρόμεναι μέν εἰσι τάξεις αἱ τῶν ἱερουργιῶν καὶ τελετουργιῶν ἀποδιαστελλόμεναι πληθύες, ὧν ἤδη μνήμην ἐποιησάμεθα, τῆς μέν, ὡς ἔτι πρὸς τῶν λειτουργῶν τοῖς μαιευτικοῖς λογίοις 35 πρὸς ζωτικὴν ἀπότεξιν μορφουμένης τε καὶ διαπλαττομένης, τῆς δέ, ὡς ἔτι πρὸς τὴν ἱεράν, ῆς ἀπέστη ζωὴν ἀνακικλησκομένης τῇ τῶν ἀγαθῶν λογίων ἐπιστρεπτικῇ διδασκαλία, τῆς δέ,

σιν ν

1 καὶ V] ὑποδηλῶν καὶ C; at ἱερουργεῖται h. 1. medium est et idem quod ἱερουργεί ὁλοκλήρως ἱερῶς (* ἀποσώζουσαν Ο
3 ὡς om. V add. V2 in marg. 5 ἱερατίας ν 7 τὰ om. V ἐπιστημόνως VC*] ἐπιστημονικῶς C 8 ενί τε * 9 θεαρ
11 μένον νι 13 καὶ alterum om. C [τα] 2 14 ἱερεῦ
τρισσὶ marg. V 21 νέων ν
Ιερουργού

χίας VC] θεουργίας C* δεδωρημένων C marg. V] δεδωρημένον V1

μένων (*

κίνησις γι λειτουργίαν γι 15 κλινούσις γι 18 ἐφεστάσι ν
22 προσαγωμένων οὐ μόνον κεκαθαρμένων om. V lacunam indicavit V2 23 φανωτάταις ν 24 ἱερουργῶς C*

27 αναλόγως Ο ἀποτελῶν VC*] ἀποτελειών Ο 31 τάξεις τε καὶ C
V2 in marg. λειτουργιών C* ἀποδιατελλόμεναι C errore typothetae

33 ἱερουργικών C* καὶ τελετουργιῶν om. V add. 36 ζωής Ο ἐπιστρεπτικῇ VC*] ἐπιτρεπτικῇ Ο

« PoprzedniaDalej »