Obrazy na stronie
PDF
ePub

Anaphora of S. Basil.

XVI. a εὐλόγησον, ἁγίασον, ἐνδυνάμωσον, ὀχύρωσον, ἀπὸ παντὸς ἔργου πονηροῦ ἀπόστησον, παντὶ δὲ ἔργῳ ἀγαθῷ σύναψον, καὶ καταξίωσον ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου τούτων, καὶ ζωοποιῶν μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς Πνεύματος ἁγίου κοινωνίαν.

b

XVIII.

SANCTA
SANCTIS.

[XVIII]1

Εκφώνως.

Χάριτι, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενούς σου Υἱοῦ, μεθ ̓ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

Ὁ ἱερεὺς ἐπεύχεται.

Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος, καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρί, μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου σώματός σου, καὶ τοῦ τιμίου αἵματος, καὶ δι ̓ ἡμῶν παντὶ τῷ λαῷ.

Ἐκφώνως.

Ο διάκονος Πρόσχωμεν.

Ὁ ἱερεύς. Τὰ ἅγια τοῖς ἁγίοις.

Εἶτα τῆς μεταλήψεως τελειωθείσης, καὶ τῶν ἁγίων μυστηρίων ἀπὸ τῆς COMMUNION. ἱερᾶς ἀρθέντων τραπέζης, ἐπεύχεται ὁ ἱερεύς.

XIX. a

POST-COM-
MUNION.

ing.

Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ἐπὶ τῇ μεταλήψει τῶν ἁγίων, ἀχράντων, ἀθανάτων, καὶ ἐπουρανίων σου μυστη Thanksgiv- ρίων, ἃ ἔδωκας ἡμῖν ἐπ ̓ εὐεργεσίᾳ, καὶ ἁγιασμῷ, καὶ ἰάσει τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν. Αὐτός, Δέσποτα τῶν ἁπάν των, δὸς γενέσθαι ἡμῖν τὴν κοινωνίαν τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ σου, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς ἴασιν ψυχῆς καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου.

1 The ritual of the Fraction and its accompanying ceremonies, and of the Communion, has to be supplied from the Anaphora of S. Chrysostom.

Anaphora of S. Chrysostom.

ἐπουρανίων, καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ΧΙΧ. 8

ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.

̓Αντιλαβοῦ, σώσον, ἐλέησον, κ. τ. λ.

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικήν, κ. τ. λ.
Εκφώνησις.

Ὅτι σὺ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ο χορός. Αμήν.

Ὁ ἱερεύς. Εν εἰρήνῃ προέλθωμεν.

Ὁ διάκονος Τοῦ Κυρίου δεηθώμεν.

Thanksgiving.

Benediction.

Εὐχὴ ὀπισθάμβωνος, ἐκφωνουμένη παρὰ τοῦ ἱερέως ἔξω τοῦ βήματος. Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε, καὶ ἁγιάζων τοὺς ἐπὶ b σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου τὸ πλήρωμα τῆς ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ· εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς βασιλεῦσιν ἡμῶν, τῷ στρατῷ, καὶ παντὶ τῷ λαῷ σου· ὅτι πᾶσα δόσις ἀγαθή, καὶ πᾶν δώρημα τέ- James i. τ7. λειον, ἄνωθέν ἐστι, καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· καὶ σοὶ τὴν δόξαν, καὶ εὐχαριστίαν, καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

Ταύτης δὲ τελεσθείσης, ὁ μὲν ἱερεὺς εἰσέρχεται διὰ τῶν ἁγίων θυρῶν, καὶ ἀπελθὼν ἐν τῇ προθέσει, λέγει τὴν παροῦσαν εὐχήν.

Εὐχὴ λεγομένη ἐν τῷ συστεῖλαι τὰ ἅγια μυστικῶς.

Τὸ πλήρωμα τοῦ νόμου καὶ τῶν προφητῶν αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

K

XX. Cleansing of the Holy

Vessels.

а

ΧΙΧ. b

[ocr errors]

Anaphora of S. Basil.

Ὁ διάκονος Ορθοὶ μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων, καὶ ζωοποιῶν μυστηρίων, κ. τ. λ. ̓Αντιλαβοῦ, σῶσον, ἐλέησον, κ. τ. λ.

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικήν, κ. τ. λ.

Ὁ δὲ ἱερεὺς ἐκφωνεί

Οτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

Ὁ ἱερεύς· Ἐν εἰρήνῃ προέλθωμεν.

Ο διάκονος Τοῦ Κυρίου δεηθῶμεν.

Εὐχὴ ὀπισθάμβωνος, ἐκφωνουμένη παρὰ τοῦ ἱερέως.

Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε, καὶ ἁγιάζων τοὺς Benediction. ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· τὸ πλήρωμα τῆς ἐκκλησίας σου φύλαξον ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς, τοὺς ἐλπίζοντας ἐπὶ σέ· εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς βασιλεῦσιν ἡμῶν, τῷ James i. 17. στρατῷ, καὶ παντὶ τῷ λαῷ σου· ὅτι πᾶσα δόσις ἀγαθή, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι, καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· καὶ σοὶ τὴν δόξαν, καὶ εὐχαριστίαν, καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΧ. Cleansing of the Holy

Vessels.

Εὐχὴ ἐν τῷ συστείλαι τὰ ἅγια.

Ἤνυσται, καὶ τετέλεσται, ὅσον εἰς τὴν ἡμετέραν δύναμιν, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὸ τῆς σῆς οἰκονομίας μυστήριον ἔχομεν γὰρ τοῦ θανάτου σου τὴν μνήμην, εἴδομεν τῆς ἀναστάσεώς σου τὸν τύπον, ἐνεπλήσθημεν τῆς ἀτελευτήτου σου ζωῆς, ἀπηλαύσαμεν τῆς ἀκενώτου σου τρυφῆς, ἧς καὶ ἐν τῷ μέλλοντι αἰῶνι πάντας ἡμᾶς καταξιωθῆναι εὐδόκησον. Χάριτι τοῦ ἀνάρχου σου Πατρός, καὶ τοῦ ἁγίου, καὶ ἀγαθοῦ, καὶ ζωοποιοῦ σου Πνεύ ματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

1

1 This form of the ist aor. seems to exist, though late.

Anaphora of S. Chrysostom.

̔Ο δὲ διάκονος εἰσελθὼν καὶ αὐτὸς διὰ τοῦ βορείου μέρους, συστέλλει ΧΧ. b τὰ ἅγια μετὰ φόβου καὶ πάσης ἀσφαλείας, ὥστε μηδέν τι τῶν ἄγαν λεπτοτάτων ἐκπεσεῖν, ἢ καταλειφθῆναι, καὶ ἀπονίπτεται τὰς χεῖρας ἐν

doron.

τῷ συνήθει τόπῳ. Ὁ δὲ ἱερεὺς ἐξελθών, δίδωσι τῷ λαῷ τὸ ἀντίδωρον, The Antiλέγων·

Ἡ εὐλογία τοῦ Θεοῦ ἐφ' ὑμᾶς τῇ αὐτοῦ χάριτι καὶ φιλαν- ο θρωπία, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ο χορός ̓Αμήν.

Ὁ ἱερεύς· Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἡ ἐλπὶς ἡμῶν, δόξα

σοι.

Καὶ ὁ χορός Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

Καὶ εἰ ἔστι κυριακή, λέγει ὁ ἱερεύς

Ὁ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, κ. τ. λ.
Εἰ δὲ οὐκ ἔστιν ἀναστάσιμος, λέγει"

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, κ. τ. λ.

Final Bene

diction.

d

Καὶ εἰσελθὼν ἐν τῷ ἁγίῳ βήματι ἀποδύεται τὴν ἱερατικὴν στολήν, ε

λέγων·

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κ. τ. λ.

̔́Αγιος ὁ Θεός, ἅγιος ἰσχυρός, κ. τ. λ.

Παναγία Τριάς, κ. τ. λ.

Καὶ τό, Πάτερ ἡμῶν.

Εἶτα λέγει τὸ ἀπολυτίκιον τοῦ Χρυσοστόμου

Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν ἀλλὰ σοῖς λόγοις παιδεύων, πάτερ Ιωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ τὸ κοντάκιον τῆς ἡμέρας. Καὶ ποιεῖ ἀπόλυσιν. Καὶ προσκυνήσας καὶ εὐχαριστήσας τῷ Θεῷ ἐπὶ πᾶσιν, ἐξέρχεται.

Private

Thanks

giving.

f

THE LITURGY OF THE ORTHODOX

ARMENIAN CHURCH.

i. a Preparation

of the Ministers in the Vestry.

When the Priest intends to bring the oblation he must put on vestments suitable for the service.

He then, with the deacons, goes into the vestry where the vestments are kept.

Then the several ministers being appareled, every one according to his order, they shall say in antiphone Psalm cxxxii.

The Priest: Let Thy priests be clothed with righteousness, and let Thy saints sing with joyfulness.

The Deacon: Lord, remember David: etc.

The Priest: How he sware unto the Lord: etc., to the end of the Psalm.

Glory be to the Father, etc.

[Let every one take his part in the Service.]

The Deacon, aloud: Let us pray to the Lord in peace.

[2 The Congregation: Lord, have mercy upon us.]

The Deacon: Let us ask the Lord in faith, and with one accord, that He will bestow on us the grace of His mercy.

us.

O Lord, our God Almighty, save us and have mercy upon

[ The Congregation: Save us, O Lord.]

Then the Priest says, twelve times:

Lord, have mercy upon us.

[The Congregation: Lord, have mercy upon us.]

1 N.

2 N.

3 N.

4 N.

« PoprzedniaDalej »