Obrazy na stronie
PDF
ePub

των 1

στου

[ocr errors]
[ocr errors]

Ο Χα

ΣΟς

του κυριου Ιησου, όπως αποφηνη τον αρτον τουτον σωμα του Χριστου σου, και το ποτηριον τουτο αίμα του Χριστου σου, ινα οι μεταλαβοντες αυτου, βεβαιωθωσι προς ευσεβειαν, αφε

σεως αμαρτηματων τυχωσι, του διαβόλου και της πλανης 5 αυτου ρυσθωσι, πνευματος αγιου πληρωθωσιν, αξιοι του Χρι

στoυ σου γενωνται, ζωης αιωνιου τυχωσι, σου καταλλαγεντος αυτοις, δεσποτα παντοκρατορ. ετι δεομεθα σου, κυριε, και υπερ της αγιας σου εκκλησιας της αποπερατων εως περατων,

ην περιεποιησω τω τιμιω αιματι του Χριστου σου, όπως αυτην 10 διαφυλαξης ασειστον και ακλυδωνιστον, αχρι της συντελειας

του αιωνος και υπερ πασης επισκοπής της ορθοτομoυσης τον λογον της αληθειας. ετι παρακαλουμεν σε και υπερ της εμης του προσφέροντος σοι ουδενιας, και υπερ παντος του πρεσβυτε

ριου, υπερ των διακονων και παντος του κληρου, ένα παντας 15 σοφισας, πνευματος αγιου πληρωσης. ετι παρακαλουμεν σε,

κυριε, υπερ του βασιλεως, και των εν υπεροχη και παντος του στρατοπεδου, ένα ειρηνευωνται τα προς ημας, όπως εν ησυχια και ομονοια διαγοντες τον παντα χρονον της ζωης ημων, δοξα

ζωμεν σε δια Ιησου Χριστου της ελπιδος ημων. ετι προσφερο20 μεν σοι και υπερ παντων των απ' αιωνος ευαρεστησαντων σοι

αγιων, πατριαρχων, προφητων, δικαιων, αποστολων, μαρτυρων, ομολογητων, επισκοπων, πρεσβυτερων, διακονων, υποδιακονων, αναγνωστων, ψαλτων, παρθενων, χηρων, λαϊκων, και

παντων ων αυτος επιστασαι τα ονοματα. ετι προσφερομεν σοι 25 υπερ του λαου τουτου, να αναδειξης αυτον εις επαινον του Χρι

στoυ σου βασιλειον ιερατευμα, εθνος αγιον υπερ των εν παρθενια και αγνεια, υπερ των χηρων της εκκλησιας, υπερ των εν σεμνοις γαμοις και τεκνογονίαις, υπερ των νηπιων του λαου σου,

όπως μηδενα ημων αποβλητον ποιησης. ετι αξιουμεν σε και 30 υπερ της πόλεως ταύτης και των ενοικουντων, υπερ των εν αρ

ρωστιαις, υπερ των εν πικρα δουλεια, υπερ των εν εξοριαις, υπερ των εν δημευσει, υπερ πλεοντων και οδοιπορουντων όπως επικουρος γενη, παντων βοηθος και αντιληπτωρ. ετι παρακαλουμεν σε και υπε· . " ισουντων ημας και διωκοντων ημας

δια το ονομα σου, υπερ των εξω οντων και πεπλανημενων όπως επιστρεψης αυτους εις αγαθον, και τον θυμον αυτων πραύνης. ετι παρακαλουμεν σε και υπερ των κατηχουμενων της εκκλησιας, και υπερ των χειμαζομενων υπο του αλλοτριου, και υπερ των εν μετανοια αδελφων ημων όπως τους μεν τελειωσης εν τη 5 πιστει, τους δε καθαρισης εκ της ενεργειας του πονηρου, των δε την μετανοιαν προσδεξη, και συγχωρησης και αυτοις και ημιν τα παραπτωματα ημων. ετι προσφερομεν σοι και υπερ της ευκρασιας του αερος και της ευφορίας των καρπων όπως ανελλειπως μεταλαμβανοντες των παρα σου αγαθων, αινωμεν 10 σε απαυστως, τον διδοντα τροφην παση σαρκι. ετι παρακαλουμεν σε και υπερ των δι' ευλογον αιτιαν αποντων όπως απαντας ημας διατηρησας εν τη ευσεβεια, επισυναγαγης εν τη βασιλεία του Χριστου σου, του Θεου πασης αισθητης και νοητης φυσεως, του βασιλεως ημων, ατρεπτους, αμεμπτους, 15 ανεγκλητους ότι σοι πασα δοξα, σεβας και ευχαριστια, τιμη και προσκυνησις, τω πατρι, και των υιω, και των αγιω πνευματι, και νυν, και αει, και εις τους ανελλειπεις και ατελευτητους αιωνας των αιώνων. και πας ο λαος λεγετω" αμην. και και επισκοπος ειπατω η ειρηνη του Θεου ειη μετα παντων υμων. 20 και πας ο λαος λεγετων και μετα του πνευματος σου, και ο διακονος κηρυσσετω παλιν.

Ετι και ετι δεηθωμεν του Θεου δια του Χριστου αυτου, υπερ του δωρου του προσκομισθεντος κυριω τω Θεώ, όπως και αγαθος Θεος προσδεξηται αυτο δια της μεσιτείας του Χριστου 25 αυτου εις το επουρανιον αυτου θυσιαστηριον, εις οσμην ευωδιας. υπερ της εκκλησιας ταυτης και του λαου δεηθωμεν, υπερ πασης επισκοπης, παντος πρεσβυτεριου, πασης της εν Χριστω διακονιας και υπηρεσιας, παντος του πληρώματος της εκκλησιας δεηθωμεν όπως ο κυριος παντας διατηρηση και διαφυλαξη. 30 υπερ βασιλεων και των εν υπεροχη δεηθωμεν ίνα ειρηνευώνται τα προς ημας, όπως ήρεμος και ησυχιον βιον εχοντες, διαγωμεν εν παση ευσεβεια και σεμνοτητι. των αγιων μαρτύρων μνημονευσωμεν· οπως κοινωνοι γενεσθαι της αθλησεως αυτων

ων αιώνων.

Και

καταξιωθωμεν. υπερ των εν πιστει αναπαυσαμενων δεηθωμεν. υπερ της ευκρασιας των αερων και τελεσφοριας των καρπων δεηθωμεν. υπερ των νεοφωτιστων δεηθωμεν" όπως βεβαιωθω

σιν εν τη πιστει. παντες υπ' αλλων παρακαλεσθωσαν. ανα5 στησον ημας ο Θεος εν τη χαριτι σου ανασταντες εαυτους το

Θεω δια του Χριστου αυτου παραθωμεθα. και ο επισκοπος λεγετω ο Θεος ο μεγας και μεγαλωνυμος, ο μεγας τη βουλη, και κραταιος τους εργοις, ο Θεος και πατηρ του αγιου παιδος

σου Ιησου του σωτηρος ημων, επιβλεψον εφ' ημας και επι το 10 ποιμνιον σου τουτο, ο δι' αυτου εξελεξω εις δοξαν του ονοματος

σου, και αγιασας ημων το σωμα και την ψυχην καταξιωσον καθαρους γενομενους απο παντος μολυσμου σαρκος και πνευματος, τυχειν των προκειμενων αγαθων, και μηδενα ημων

αναξιον κρινης, αλλα βοηθος ημων γενου, αντιληπτωρ, υπερ15 ασπιστης, δια του Χριστου σου" μεθ' ου σοι δοξα, τιμη, αινος,

δοξολογια, ευχαριστια, και των αγιω πνευματι, εις τους αιωνας. αμην. και μετα το παντας ειπειν, αμην' ο διακονος λεγετω προσχωμεν, και ο επισκοπος προσφωνησατω τω λαω

ουτω τα αγια τους αγιοις, και ο λαος υπακούετω εις αγιος, 20 εις κυριος, εις Ιησούς Χριστος, εις δοξαν Θεου πατρος, ευλογη

τος εις τους αιωνας. αμην. δοξα εν υψίστοις Θεώ, και επι γης ειρηνη, εν ανθρωποις ευδοκια. Ωσαννα το υιω Δαβιδ. ευλογημενος ο ερχομενος εν ονοματι κυριου, Θεος κυριος, και επε

φανη ημιν· Ωσαννα εν τοις ύψιστοις. και μετα τουτο μετα25 λαμβανετω ο επισκοπος, επειτα οι πρεσβυτεροι, και οι δια

κονοι, και υποδιακονοι, και οι αναγνωσται, και οι ψαλται, και οι ασκηται, και εν ταις γυναιξιν, αι διακονισσαι, και αι παρθενοι, και αι χηραι, ειτα τα παιδια, και τοτε πας ο λαος

κατα ταξιν μετα αιδους και ευλαβειας ανευ θορυβου, και ο 30 μεν επισκοπος διδοτω την προσφοραν, λέγων· σωμα Χριστου.

και ο δεχομενος λεγετω" αμην, και δε διακονος κατεχετω το ποτηριον, και επιδιδους λεγετω" αίμα Χριστου, ποτηριον ζωης και ο πινων λεγετων αμην. ψαλμος δε λεγεσθω τριακοστος τριτος, εν τω μεταλαμβανειν παντας τους λοιπους. και όταν

κι του

[ocr errors]

παντες μεταλαβωσι και πασαι, λαβοντες οι διακονοι τα περισσευσαντα, εισφερετωσαν εις τα παστοφορια. και ο διακονος λεγετω, παυσαμενου του ψαλλοντος.

Μεταλαβοντες του τιμιου σωματος, και του τιμιου αιματος του Χριστου, ευχαριστησωμεν τω καταξιωσαντι ημας 5 μεταλαβειν των αγιων αυτου μυστηριων, και παρακαλεσωμεν, μη εις κριμα, αλλ' εις σωτηριαν ημιν γενεσθαι, εις ωφελειαν ψυχης και σωματος, εις φυλακην ευσεβειας, εις άφεσιν αμαρτιων, εις ζωην του μελλοντος αιωνος. εγειρωμεθα. εν χαριτι Χριστου εαυτους τω Θεω, το μονο αγεννητω Θεώ, και το 10 Χριστω αυτου παραθωμεθα. και ο επισκοπος ευχαριστειτω.

Δεσποτα ο Θεος και παντοκρατορ, ο πατηρ του Χριστου σου του ευλογητου παιδος, και των μετ' ευθυτητος επικαλούμενων σε επηκοος, ο και των σιωπωντων επισταμενος τας εντευξεις ευχαριστουμεν σοι, ότι κατηξιωσας ημας μεταλαβειν των 15 αγιων σου μυστηριων, απαρεσχου ημιν, εις πληροφοριαν των καλως εγνωσμενων, εις φυλακην της ευσεβειας, εις αφεσιν πλημμεληματων" ότι το ονομα του Χριστου σου επικεκληται εφ' ημας, και σοι προσωκειωμεθα. και χωρισας ημας της των ασεβων κοινωνιας, ενωσον ημας μετα των καθωσιωμενων σοι, 20 στηριξον ημας εν τη αληθεια τη του αγιου πνευματος επιφοιτησει, τα αγνοουμενα αποκαλυψον, τα λειποντα προσαναπληρωσον, τα εγνωσμενα κρατυνον. τους ιερεις αμωμους διαφυλαξον εν τη λατρεια σου τους βασιλεις διατηρησον εν ειρηνη, τους αρχοντας εν δικαιοσυνη, τους αερας εν ευκρασια, τους καρ- 25 πους εν ευφορία, τον κοσμον εν παναλκει προνοια. τα εθνη τα πολεμικα πραύνον" τα πεπλανημένα επιστρεψον τον λαον σου αγιασον. τους εν παρθενια διατηρησον τους εν γαμω διαφυλαξον εν πιστει τους εν αγνεια ενδυναμωσαν" τα νηπια αδρυνον τους νεοτελεις βεβαιωσαν τους εν κατηχησει παιδευ- 3ο σον, και της μυησεως αξιους αναδειξον" και παντας ημας επισυναγαγε εις την των ουρανων βασιλειαν, εν Χριστώ Ιησου τω κυριω ημων μεθ' ου σοι δοξα, τιμη και σεβας, και το αγιω πνευματι, εις τους αιωνας. αμην. και ο διακονος λεγετω τω

Θεω δια του Χριστου αυτου κλινατε, και ευλογεισθε. και ο επισκοπος επευχεσθω, λέγων· ο Θεος και παντοκρατωρ, ο αληθινος και ασυγκριτος, και πανταχου ων και τοις πασι παρων και εν ουδενι ως ενoντι υπαρχων, ο τοπους μη περιγραφομενος, o χρο5 νους μη παλαιουμενος, o αιωση μη περατουμενος, o λογους μη

παραγομενος, o γενεσει μη υποκειμενος, o φυλακης μη δεομενος, ο φθορας ανωτερος, ο τροπης ανεπιδεκτος, και φυσει αναλλοιωτος, ο φως oικων απροσιτον, και τη φυσει αορατος, ο γνωστος

πασαις ταις μετ' ευνοιας εκζητουσαις σε λογικαις φυσεσιν, και 10 καταλαμβανομενος υπο των εν ευνοια επιζητουντων σε' ο Θεος

Ισραηλ, του αληθινως δρωντος, του εις Χριστον πιστευσαντος λαου σου ευμενης γενομενος επακουσον μου για το ονομα σου, και ευλογησον τους σοι κεκλικοτας τους εαυτων αυχενας, και

δος αυτοις τα αιτήματα των καρδιων αυτων τα επι συμφεροντι, 15 και μηδενα αυτων αποβλητον ποιησης εκ της βασιλείας σου

αλλα αγιασον αυτους, φρουρησον, σκεπασον, αντιλαβου, δυσαι του αλλοτριου, παντος εχθρου, τους οικους αυτων φυλαξον, τας εισοδους αυτων και τας εξοδους φρουρησαν ότι σοι δοξα,

αινος, μεγαλοπρεπεια, σεβας, προσκυνησις, και τω σω παιδι 20 Ιησου τα Χριστω σου το κυριω ημων και Θεω και βασιλει,

και τω αγια πνευματι, νυν και αει και εις τους αιωνας των αιωνων. αμην. και ο διακονος ερει απολυεσθε εν ειρηνη.

Constiuttionum Apost. Lib. 8. Cotelerius. Amst. 1724. fol.

[ocr errors]
« PoprzedniaDalej »