Obrazy na stronie
PDF
ePub

mensura fidei, et nemo adorat aram sanctam2), nisi qui hanc fidem confitetur.

unbedeutend an sich, doch verglichen zu werden verdient mit den Stellen Tertullians adv. Praxeam c. 2. und de praescriptt. haerett. c. 13. s. oben p. 69. und 71.

2) wahrscheinlich ad aram sanctam.

!

Dritte Abtheilung.

Die Symbole der apostolischkatholischen Kirche.

[ocr errors]

کاش

A. Vornicänische Symbole.

§ 42.

1. Das Glaubensbekenntniss einer Antiochenischen Synode gegen Paulus v. Samosata.1)

Εδοξεν ἡμῖν ἔγγραφον τὴν πίστιν, ἣν ἐξ ἀρχῆς παρελάβομεν καὶ ἔχομεν παραδοθεῖσαν καὶ τη ρουμένην ἐν τῇ καθολικῇ καὶ ἁγίᾳ ἐκκλησία μέχρι τῆς σήμερον ἡμέρας ἐκ διαδοχῆς ὑπὸ τῶν μακα ρίων ἀποστόλων, οἳ καὶ αὐτόπται καὶ ὑπηρέται γεγόνασι τοῦ λόγου, καταγγελλομένην ἐκ νόμου καὶ προφητῶν καὶ τῆς καινῆς διαθήκης, ταύτην ἐκθέσθαι· Ὅτι ὁ θεὸς ἀγέννη τος, εἷς, ἄναρχος, ἀόρατος, ἀναλλοίωτος, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται, οὗ τὴν δόξαν ἢ τὸ μέγεθος νοῆσαι ἢ ἐξηγήσασθαι, καθώς ἐστιν ἀξίως τῆς ἀληθείας, ἀνθρωπίνῃ φύσει ἀνέφικτον, ἔννοιαν δὲ καὶ ὁπωσοῦν μετρίαν περὶ αὐτοῦ λαβεῖν ἀγαπητοῦ ἀποκαλύπτοντος τοῦ υἱοῦ αὐτοῦ, καθά φησιν· οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ. Τοῦτον δὲ τὸν υἱὸν γεννητόν, μονο{ γενῆ υἱόν, εἰκόνα τοῦ ἀοράτου Θεοῦ τυγχάνοντα, πρωτότοκον πάσης κτίσεως, σοφίαν καὶ λόγον καὶ

[ocr errors]
[ocr errors]

ένα

1) in der Ep. Synodica, welche die versammelten 6 Bischöfe Hymenaeus, Theophilus, Theoteknus, Maximus, Proclus und Bolanus an o Paulus vor dessen Absetzung erliessen bei Mansi T. 1. p. 1033. sq.

[ocr errors]

δύναμιν θεοῦ πρὸ αἰώνων ὄντα, οὐ προγνώσει, ἀλλ ̓ οὐσίᾳ καὶ ὑποστάσει θεόν, θεοῦ υἱὸν ἔν τε παλαιᾷ καὶ νέᾳ διαθήκῃ ἐγνωκότες ὁμολογοῦμεν καὶ κηρύσσομεν. Ὃς δ ̓ ἂν ἀντιμάχεται, τὸν υἱὸν τοῦ Θεοῦ θεὸν μὴ εἶναι πρὸ καταβολῆς κόσμου, πιστεύειν καὶ ὁμολογεῖν φάσκων δύο θεοὺς καταγγέλλεσθαι, ἐὰν ὁ υἱὸς τοῦ θεοῦ θεὸς κηρύσσηται, τοῦτον ἀλλότριον τοῦ ἐκκλησιαστικοῦ κανόνος ἡγούμεθα· καὶ πᾶσαι αἱ καθολικαὶ ἐκκλησίαι συμφωνοῦσιν ἡμῖν. περὶ γὰρ τούτου γέγραπται· ὁ θρόνος σου, ὁ Θεός - )· καὶ πάλιν Ησαΐας· ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι — 3)· καὶ πάλιν· ἐν σοὶ προςεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλήν σου —4)· καὶ παρὰ τῷ ἀποστόλῳ· ἐξ ὧν ὁ Χρι στὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν· τοῦ, ὁ ὢν ἐπὶ πάντων, καὶ τοῦ, πλήν σου, νοουμένου ἐπὶ πάντων γεννητῶν· καὶ ἐν τῷ Ωσηέ· διότι ὁ θεὸς ἐγώ εἰμι — 6). καὶ πᾶσαι αἱ θεόπνευ στοι γραφαὶ θεὸν τὸν υἱὸν τοῦ θεοῦ μηνύουσιν, ἃς καθ ̓ ἑκάστην παρατίθεσθαι τὸν υἱὸν (3) ὑπερτιθέμεθα.

31

Τοῦτον πιστεύομεν σὺν τῷ πατρὶ ἀεὶ ὄντα ἐκπεπληρωκέναι τὸ πατρικὸν βούλημα πρὸς τὴν κτίσιν τῶν ὅλων· αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν?)· ὁ δὲ ἐντελλόμενος ἑτέρῳ ἐντέλλεται τινί. ὃν οὐκ ἄλλον πεπείσμεθα, ἢ τὸν μονογενῆ υἱὸν τοῦ Θεοῦ θεόν, ᾧ καὶ εἶπε· ποιήσωμεν ἄνθρωπον κατ ̓ εἰκόνα καὶ καθ ̓ ὁμοίωσιν ἡμετέραν ). ἐν κεφαλαίῳ δὲ κατὰ τὸ εὐαγγέ λιον πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν), καὶ κατὰ τὸν ἀπόστολον ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ

2) Hebr. 1, 8. 9. aus Ps. 45, 7 f.
3) Jes. 35, 4—6.

4) Jes. 45, 14 f.
5) Röm. 9, 5.
6) Hos. 11, 9 f.

νῦν zu lesen.

7) Psalm. 148, 5.

14. 8) Gen. 1, 26. 9) Joh. 1, 3.

Im folgenden Satze ist für τὸν υἱὸν wohl τὸ

1.

« PoprzedniaDalej »