Obrazy na stronie
PDF
ePub

Σιρμίῳ πρώην ἐκτεθεῖσα πίστις ἐπὶ τῆς εὐσεβείας τοῦ βασι λέως ἡμῶν, γνωρίζουσιν οἱ ἐντυγχάνοντες 19).

$ 67.

VI. Formel der Synode zu Konstantinopel im Jahre 360. 1).

Πιστεύομεν εἰς ἕνα?) θεόν, πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα· καὶ εἰς τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, τὸν πρὸ πάν των αἰώνων3) καὶ πρὸ πάσης ἀρχῆς γεννηθέντα ἐκ τοῦ θεοῦ· δι ̓ οὗ τὰ πάντα ἐγένετο, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· γεννηθέντα δὲ μονογενῆ, μόνον ἐκ μόνου τοῦ πατρός, θεὸν ἐκ Θεοῦ, ὅμοιον τῷ γεννήσαντι αὐτὸν πατρὶ κατὰ τὰς γραφάς, οὗ τὴν γένεσιν4) οὐδεὶς γινώσκει, εἰ μὴ μόνος ὁ γεννήσας 5) πατήρ. τοῦτον οἴδαμεν μονογενῆ θεοῦ υἱὸν πέμποντος τοῦ πατρὸς παραγεγενῆσθαι) ἐκ τῶν οὐρανῶν, ὡς γέγραπται, ἐπὶ καταλύσει τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, καὶ γεννηθέντα ἐκ πνεύματος ἁγίου ἐκ ') Μαρίας τῆς παρθένου, τὸ κατὰ σάρκα, ὡς γέγραπται, καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν καὶ πάσης τῆς οἰκονομίας πληρωθείσης κατὰ τὴν πατρικὴν βούλησιν, σταυρωθέντα καὶ ἀποθανόντα καὶ ταφέντα καὶ εἰς τὰ καταχθόνια κατεληλυθότα), ὅν τινα· καὶ αὐτὸς ὁ ᾅδης ἔπτηξεν,

19) οἱ ἐντυγχ. τῇ πίστει. Εpiph.

[ocr errors]

1) noch im December d. J. 359. eröffnet. Die hier abgefasste, auch von dem Gothischen B. Ulphilas unterschriebene, Formel ist nur eine Recension der Formel von Nice, doch nicht ganz identisch, wie bis in die neuesten Zeiten von Einigen angenommen worden ist. Sie ist erhalten von Athanasius de synodis § 30.; Socrates H. E. II. 41. und Nicephorus H. E. ΙΧ. 44. Bei Mansi nach Socrates T. III. p. 332. und bei Walch nach Athanasius p. 146. sq.

2) ἕνα μόνον Socr. u. Niceph.

3) Θεοῦ, πρὸ π. τῶν αἰώνων Socr.

4) γέννησιν Socr. u. Niceph.

5) ὁ γεννήσας αὐτὸν π. ibid.

6) παραγενέσθαι ibid.

7) nai M. ibid.

8) κατεληλυθέναι Athan. nach d. Cod. reg.

ὅστις καὶ ἀνέστη ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ διέτριψε μετὰ τῶν μαθητῶν, καὶ πληρωθεισῶν τεσσαράκοντα ἡμερῶν ἀνελήφθη εἰς τοὺς οὐρανούς, καὶ καθέζεται ἐν δεξιᾷ τοῦ πατρός, ἐλευσόμενος ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως ἐν τῇ πατρικῇ δόξῃ, ἵνα ἀποδῷ 9) ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ εἰς τὸ ἅγιον πνεῦμα, ὅπερ αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ υἱός, ὁ Χριστός 1), ὁ κύριος καὶ θεὸς ἡμῶν, ἐπηγγείλατο πέμπειν τῷ γένει τῶν ἀνθρώπων παράκλητον, καθάπερ γέγραπται, τὸ πνεῦμα τῆς ἀληθείας, ὅπερ αὐτοῖς ἔπεμψεν, ὅτε ἀνῆλ θεν ) εἰς τοὺς οὐρανούς. Τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ὑπὸ τῶν πατέρων ἐτέθη, ἀγνοούμενον δὲ τοῖς λαοῖς σκάνδαλον ἔφερε, διότι μηδὲ αἱ γραφαὶ τοῦτο περιέχουσιν, ἤρεσε περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην τοῦ λοιποῦ γίνεσθαι, ἐπειδήπερ καὶ αἱ θεῖαι γραφαὶ οὐδαμῶς 12) ἐμνημόνευσαν περὶ οὐσίας πατρὸς καὶ υἱοῦ· καὶ γὰρ οὐδὲ13) ὀφείλει ὑπόστασις περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὀνομάζεσθαι. Ομοιον δὲ λέγομεν τῷ πατρὶ τὸν υἱόν 14), ὡς λέγουσιν αἱ θεῖαι γραφαὶ καὶ διδάσκουσι. Πᾶσαι δὲ αἱ αἱρέσεις, αἵ τε ἤδη πρότερον κατεκρίθησαν καὶ αἵ τινες ἐὰν καινότεραι γένωνται, ἐναντίαι τυγχάνουσαι τῆς ἐκτεθείσης ταύτης γραφῆς, ἀνάθεμα ἔστωσαν 15).

[blocks in formation]

15) Im folgenden Jahre (361.) wurde zu Antiochien noch eine neue Formel von dieser Parthei abgefasst, die aber nicht erhalten ist und von welcher nur der Hauptinhalt angeführt wird v. Athanasius 1. c. § 31. und Socrates H. E. II. 45.

[ocr errors]

And. 2, 'ff, or All

D. Symbole einzelner Kirchenlehrer.

S 68.

[ocr errors]

1. Glaubensbekenntniss des Athanasius.1)

[ocr errors]
[ocr errors]

Πιστεύομεν εἰς ἕνα ἀγέννητον θεόν, πατέρα παντοκράτορα, πάντων ποιητὴν ὁρατῶν τε καὶ ἀοράτων, τὸν ἔχοντα ἀφ ̓ ἑαυτοῦ τὸ εἶναι. Καὶ εἰς ἕνα μονογενῆ λόγον, σοφίαν, υἱόν, ἐκ τοῦ πατρὸς ἀνάρχως καὶ ἀϊδίως γεγεννημένον, λόγον δὲ οὐ προφορικόν, οὐκ ἐνδιάθετον, οὐκ ἀπόῤῥοιαν τοῦ τελείου, οὐ τμῆσιν τῆς ἀπαθοῦς φύσεως οὔτε προβολήν, ἀλλ ̓ υἱὸν αὐτοτελῆ, ζῶντά τε καὶ ἐνεργοῦντα, τὴν ἀληθινὴν εἰκόνα τοῦ πατρὸς ἰσότιμον καὶ ἰσόδοξον· τοῦτο γάρ ἐστι, φησί), τὸ θέλημα τοῦ πατρός, ἵνα καθὼς τιμῶσι τὸν πατέρα, οὕτως τιμῶσι καὶ τὸν υἱόν· θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, ὡς τις φησιν ὁ Ἰωάννης ἐν καθολικαῖς3)· καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς θεὺς καὶ ζωὴ ἡ αἰώνιος· παντοκράτορα ἐκ παντοκράτορος· πάντων γάρ, ὧν ἀρχεῖ ὁ πατὴρ καὶ κρατεῖ, ἀρχεῖ καὶ κρατεῖ καὶ ὁ υἱός, ὅλος ἐξ ὅλου, ὅμοιος τῷ πατρὶ ὤν, ὥς φησιν ὁ κύριος4)· ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα. ἐγεννήθη δὲ ἀνεκφράστως καὶ ἀπερινοήτως· τὴν γὰρ γενεὰν αὐτοῦ τίς διηγήσε ται); ἀντὶ τοῦ, οὐδείς. ὃς ἐπὶ συντελείᾳ τῶν αἰώνων, και τελθὼν ἐκ τῶν κόλπων τοῦ πατρός, ἐκ τῆς ἀχράντου παρθέ νου Μαρίας τὸν ἡμέτερον ἀνείληφεν ἄνθρωπον, Χριστὸν Ἰησοῦν, ὃν ὑπὲρ ἡμῶν παθεῖν παρέδωκεν ἰδίᾳ προαιρέσει, ὡς φησιν ὁ κύριος )· οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ ̓ ἐμοῦ· ἐξ

[ocr errors]

1) Der erste Theil der ἔκθεσις τῆς πίστεως Οpp. ed. Montfauc. Τ. Ι. P. 1. p. 99. sq. Bei Walch 1. c. p. 167. sq.

2) Jo. 5, 23.

3) Andere ἐν τῇ καθολικῇ, näml. 1 Jo. 5, 20.

4) Jo. 14, 9.

5) Jes. 53, 8.
6) Jo. 10, 18.

ουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. ἐν ᾧ ἀνθρώπῳ σταυρωθεὶς καὶ ἀποθανὼν ὑπὲρ ἡμῶν ἀνέστη ἐκ νεκρῶν καὶ ἀνελήφθη εἰς οὐρανούς, ἀρχὴ ὁδῶν κτισθεὶς ́) ἡμῖν ἐν τῇ γῇ ὢν ἡμῖν ἔδειξεν ἐκ σκότους φῶς, σωτηρίαν ἐκ πλάνης, ζωὴν ἐκ νεκρῶν, εἴσοδον ἐν τῷ παραδείσῳ, ἐξ οὗ ἐβέβληται ̓Αδάμ, εἰς ὃν πάλιν εἰσῆλθε διὰ τοῦ ληστοῦ, ὡς εἶπεν ὁ κύριος β) σήμερον μετ ̓ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, εἰς ὃν καὶ ὁ Παῦλος εἰσῄει)· ἄνοδόν τε εἰς οὐρανούς, ὅπου πρόδρομος εἰσῆλθεν ὑπὲρ ἡμῶν ὁ κυριακὸς ἄνθρωπος, ἐν ᾧ μέλλει κρίνειν ζῶντας καὶ νεκρούς. Πιστεύομεν ὁμοίως καὶ 1) εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ πάντα ἐρευνῶν καὶ τὰ βάθη τοῦ θεοῦ '), ἀναθεματίζοντες τὰ παρὰ τοῦτο φρονοῦντα δόγματα 12).

$ 69.

2. Glaubensbekenntniss Basilius des Grossen.1)

Πιστεύομεν καὶ ὁμολογοῦμεν ἕνα μόνον ἀληθινὸν καὶ ἀγατὸν θεὸν) καὶ πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα, τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν καὶ Θεοῦ 3) Ἰησοῦ Χριστοῦ.

[blocks in formation]

12) Ein anderes, von der gewöhnlichen Form mehr abweichendes, Glaubensbekenntniss ist enthalten in dem angeblich von Athanasius an den Röm. B. Liberius, auf Veranlassung eines verwandten dogmatischen Schreibens des Letztern, erlassenen Rescript (ἀντίγραμμα) Opp. Athan. ed. Montfauc. T. II. p. 664. sq. Beide Schreiben bei Mansi T. III. p. 225. sq. Wichtiger für die Dogmengeschichte ist die ausführliche Epistola synodica des von Athanasius im J. 362. versammelten Concils zu Alexandrien bei Mansi 1. c. p. 345. sqq. vergl. Neander K. G. 2. Bd. 2. Abth. S. 874. fg. und Gieseler K, G. 1. Bd. 3. A. S. 385 f.

[ocr errors]

1) im Sermo de fide (Ascetica n. 4.) in Opp. Basilii ed. Julian. Garnier T. II. p. 227. sq. und in Institutt. theologic. antiquorum patrum (von Joseph. Mar. Tommasi) T. II. (Rom. 1710. 8.) p. 180. sq. aus abgedr. b. Watch 1. c. p. 170. sq.

2) κύριον 2 Codd. nach Garnier.

3) τοῦ κυρ. κ. Θεοῦ ἡμῶν 1 Cod. nach Gurn.

[ocr errors]

hier

Καὶ ἕνα τὸν μονογενῆ αὐτοῦ υἱόν, κύριον καὶ θεὸν ἡμῶν Ἰησοῦν Χριστόν, μόνον ἀληθινόν, δι' οὗ τὰ πάντα ἐγένετο, τα τε ὁρατὰ καὶ τὰ ἀόρατα, καὶ ἐν ᾧ τὰ πάντα συνέστηκεν· ὃς ἐν ἀρχῇ ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν, καὶ μετὰ ταῦτα κατὰ τὴν γραφὴν ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανε στράφη. ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ ̓ ἑαυτὸν ἐκένωσε, καὶ διὰ τῆς ἐκ παρ θένου γεννήσεως μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθείς ὡς ἄνθρωπος πάντα τὰ εἰς αὐτὸν καὶ περὶ αὐτοῦ γεγραμμένα ἐπλήρωσε κατὰ τὴν ἐντολὴν τοῦ πατρός, γενόμενος ὑπήκοος μέ χρι θανάτου, θανάτου δὲ σταυροῦ, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθεὶς ἐκ νεκρῶν κατὰ τὰς γραφὰς ὤφθη τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ τοῖς λοιποῖς, ὡς γέγραπται, ἀνέβη τε εἰς 4) οὐρανούς, καὶ κάθηται ἐν δεξιᾷ ) τοῦ πατρός· ὅθεν ἔρχεται ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου ἀναστῆσαι πάντας καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ, ὅτε οἱ μὲν δίκαιοι προσληφθήσονται εἰς ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν, οἱ δὲ ἁμαρτωλοὶ κατακριθήσονται εἰς κόλασιν αἰώνιον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. Καὶ ἓν μόνον πνεῦμα ἅγιον τὸ παράκλητον ), ἐν ᾧ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως, τὸ πνεῦμα τῆς ἀληθείας, τὸ πνεῦμα τῆς υἱοθε σίας, ἐν ᾧ κράζομεν· ἀββᾶ, ὁ πατήρ· τὸ διαιροῦν καὶ ἐνερ γοῦν τὰ παρὰ τοῦ θεοῦ χαρίσματα ἑκάστῳ πρὸς τὸ συμφέρον καθώς βούλεται, τὸ διδάσκον καὶ ὑπομιμνῆσκον πάντα ὅσα ἂν ἀκούει ') παρὰ τοῦ υἱοῦ, τὸ ἀγαθόν, τὸ ὁδηγοῦν εἰς πᾶσαν τὴν ἀλήθειαν, καὶ στηρίζον πάντας τοὺς πιστεύοντας πρός τε γνῶσιν ἀληθῆ καὶ ἀκριβῆ καὶ λατρείαν εὐσεβῆ καὶ προςκύνησιν πνευματικὴν καὶ ἀληθῆ ὁμολογίαν) θεοῦ πατρὸς καὶ τοῦ

[ocr errors]
[blocks in formation]

6) τὸν παράκλ. 1 Cod, nach Garm, zwei andere wiederholen nach τὸ παράκλ, τὸ πνεῦμα τὸ ἅγιον, Πάνο 1 αλλα το

κι ὅσα ἀκούει 2 Codd. nach Garn.

1. 18) γνώσιν ἀσφαλῆ καὶ ὁμολογίαν ἀκριβῆ καὶ λατρείαν εὐσεβῆ καὶ προςκύνησιν πνευματικὴν καὶ ἀληθῆ bei Garn. nach mehrern Codd.

Hahn's Biblioth. III.

12

1

« PoprzedniaDalej »