Obrazy na stronie
PDF
ePub

ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με, καὶ ii. ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην περιέθηκε με κόσμῳ.

Καὶ τὸ μὲν ὡράριον ἀσπασάμενος ἐπιτίθησι τῷ ἀριστερῷ ὤμῳ. Τὰ δὲ Ἰ ἐπιμανίκια ἐπιθέμενος ταῖς χερσὶν ἐν μὲν τῷ δεξιῷ λέγει

7.

Η δεξιά σου χείρ, Κύριε, δεδόξασται ἐν ἰσχύι. ἡ δεξιά σου, Exod. xv. 6, Κύριε, ἔθραυσεν ἐχθρούς. Καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους.

Ἐν δὲ τῷ ἀριστερῷ λέγει·

Συνέτισόν με καὶ Ps. cxix.

Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. μαθήσομαι τὰς ἐντολάς σου.

Εἶτα ἀπελθὼν ἐν τῇ προθέσει εὐτρεπίζει τὰ ἱερά. Τὸν μὲν ἅγιον δίσκον C τιθεὶς ἐν τῷ μέρει τῷ ἀριστερῷ, τὸ δὲ ποτήριον ἐν τῷ δεξιῷ, καὶ τὰ ἄλλα σὺν αὐτοῖς.

Καὶ ὁ ἱερεὺς οὕτως ἐνδύεται. Λαβὼν τὸ στοιχάριον τῇ ἀριστερᾷ χειρὶ The Priest. καὶ προσκυνήσας τρίτον κατὰ ἀνατολάς, ὡς εἴρηται, σφραγίζων αὐτό,

λέγει·

Εὐλογητὸς ὁ Θεός, κ. τ. λ. (ut supra).

Εἶτα ἐνδύεται αὐτό, λέγων·

̓Αγαλλιάσεται ἡ ψυχή μου (ut supra).

Εἶτα λαβὼν τὸ ἐπιτραχήλιον καὶ σφραγίσας, περιτίθεται αὐτό, λέγων· d
Εὐλογητὸς ὁ Θεὸς ὁ ἐκχέων τὴν χάριν αὑτοῦ ἐπὶ τοὺς ἱερεῖς

αὑτοῦ ὡς μύρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ πώγωνα τοῦ Ps. cxxxiii. 2. ̓Ααρών, τὸ καταβαῖνον ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ.

Εἶτα λαβὼν τὴν ζώνην, λέγει περιζωννύμενος

e

Εὐλογητὸς ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον Ps. xviii. 32. τὴν ὁδόν μου.

Τὰ δὲ ἐπιμανίκια, ὡς ἄνωθεν εἴρηται. Εἶτα λαβὼν τὸ ὑπογονάτιον, εἰ f ἔστι πρωτοσύγκελλος τῆς μεγάλης ἐκκλησίας ἢ ἄλλος τις ἔχων ἀξιότητά τινα, καὶ εὐλογήσας αὐτὸν καὶ ἀσπασάμενος, λέγει'

Περίζωσαι τὴν ῥομφαῖάν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ Ps. xlv. 3, 4. ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ εὔθυνε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης· καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ̓Αμήν.

ii. g Ps. cxxxii.

iii.

In the Prothesis.

Ps. xxvi. 6-12.

First Obla tion.

Καὶ οὕτως ἀπέρχονται ἐν τῇ προθέσει. Εἶτα προσκυνήματα τρία ἔμπροσθεν τῆς προθέσεως ποιήσαντες, λέγουσιν ἕκαστος τὸ

Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με. Καὶ τὸ & Gal. iii. Εξηγόρασας ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου τῷ τιμίῳ σου

Luke xviii. 13.

13.

Isa. liii. 7.

9.

V. 7.

Εἶτα λαβὼν τὸ φελώνιον καὶ εὐλογήσας, ἀσπάζεται, λέγων οὕτως· Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην· καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται. Πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ̓Αμήν.

Εἶτα ἀπελθόντες εἰς τὴν πρόθεσιν, νίπτουσι τὰς χεῖρας, λέγοντες' Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου, καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν αἱ ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με, Κύριε, καὶ ἐλέησόν με. πούς μου ἔστη ἐν εὐθύτητι, ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς and Chalice. αἰῶνας τῶν αἰώνων. ̓Αμήν.

Preparation of the Paten

a

v. 8.

αἵματι, τῷ σταυρῷ προσηλωθεὶς καὶ τῇ λόγχῃ κεντηθείς· τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις· σωτὴρ ἡμῶν, δόξα σοι.

Καὶ ὁ διάκονος. Εὐλόγησον, δέσποτα.

Καὶ ποιεῖ ὁ ἱερεὺς εὐλογητόν.

Εἶτα λαμβάνει ὁ ἱερεὺς ἐν μὲν τῇ ἀριστερᾷ χειρὶ τὴν προσφοράν, ἐν δὲ δεξιᾷ τὴν ἁγίαν λόγχην. Καὶ σφραγίζων σὺν αὐτῇ ἐπάνω τῆς σφραγίδος τῆς προσφορᾶς τρίς, λέγει·

Εἰς ἀνάμνησιν τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Καὶ εὐθὺς πήγνυσι τὴν ἁγίαν λόγχην ἐν τῷ δεξιῷ μέρει τῆς σφραγίδος, καὶ ἀνατέμνων λέγει'

Ως πρόβατον ἐπὶ σφαγὴν ἤχθη.

Ἐν δὲ τῷ ἀριστερῷ ὁμοίως πηγνὺς τὴν ἁγίαν λόγχην, λέγει·

Καὶ ὡς ἀμνὸς ἄκακος ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίξει· τὸ στόμα αὐτοῦ.

Ἐν δὲ τῷ ἄνω μέρει τῆς σφραγίδος πηγνὺς τὴν ἁγίαν λόγχην, λέγει·
Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη.

Ἐν δὲ τῷ κάτω μέρει τῆς σφραγίδος πάλιν πηγνὺς τὴν ἁγίαν λόγχην, iii. a λέγει·

Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται ;

̔Ο δὲ διάκονος ἐνορῶν εὐλαβῶς τῇ τοιαύτῃ τελετῇ, λέγει κατὰ μίαν ἑκάστην ἀνατομήν· Τοῦ Κυρίου δεηθῶμεν, κρατῶν καὶ τὸ ὡράριον αὑτοῦ ἐν τῇ δεξιᾷ.

Μετὰ ταῦτα λέγει ὁ διάκονος

Επαρον, δέσποτα.

Καὶ ὁ ἱερεὺς ἐμβαλὼν τὴν ἁγίαν λόγχην ἐκ πλαγίου τοῦ δεξιοῦ μέρους b τῆς προσφορᾶς, ἐπαίρει τὸν ἅγιον ἄρτον, λέγων οὕτως•

Οτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.

v. 8.

Καὶ στρέφει τὸ ἕτερον μέρος τὸ ἔχον ἐπάνω τὸν σταυρόν. Καὶ λέγει ὁ διάκονος

Καὶ τιθεὶς αὐτὸν ὕπτιον ἐν τῷ ἁγίῳ δίσκῳ, εἰπόντος τοῦ διακόνου· Θῦσον δέσποτα, ὁ ἱερεὺς θύει αὐτὸν σταυροειδῶς, λέγων·

Θύεται ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, John i. 29. ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας..

v. 8.

Νύξον, δέσποτα.

̔Ο δὲ ἱερεὺς νύττων αὐτὸν ἐν τῷ δεξιῷ μέρει μετὰ τῆς ἁγίας λόγχης, ο λέγει·

35.

Εἷς τῶν στρατιωτῶν λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἔνυξεν, καὶ εὐθέως John xix. 34, ἐξῆλθεν αἷμα καὶ ὕδωρ· καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινή ἐστιν ἡ μαρτυρία αὐτοῦ.

Καὶ ὁ ἱερεὺς εὐλογεῖ.

Εἶτα λαβὼν ὁ ἱερεὺς τὴν δευτέραν προσφοράν, λέγει·

Εἰς τιμὴν καὶ μνήμην τῆς ὑπερευλογημένης ἐνδόξου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἧς ταῖς πρεσβείαις πρόσδεξαι, Κύριε, τὴν θυσίαν ταύτην εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον.

̔Ο δὲ διάκονος ἐγχέει ἐν τῷ ἁγίῳ ποτηρίῳ ἐκ τοῦ νάματος ὁμοῦ καὶ d ὕδατος, πρότερον πρὸς τὸν ἱερέα εἰπών

Εὐλόγησον, δέσποτα, τὴν ἁγίαν ἕνωσιν·

Καὶ αἴρων μερίδα μετὰ τῆς ἁγίας λόγχης, τίθησιν ἐν τῷ δεξιῷ μέρει τοῦ ἁγίου ἄρτου πλησίον τῆς μέσης αὐτοῦ, λέγων·

Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ Ps. xlv. 9. περιβεβλημένη, πεποικιλμένη.

iii. f

Εἶτα λαβὼν τὴν τρίτην προσφοράν, λέγει'

Τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

Καὶ αἴρων τὴν πρώτην μερίδα, τίθησιν αὐτὴν ἐν τῷ δεξιῷ μέρει τοῦ ἁγίου ἄρτου πλησίον τῆς σφραγίδος τῆς θεοτόκου, ποιῶν ἀρχὴν τῆς πρώτης τάξεως. Επειτα λέγει"

Τῶν ἁγίων ἐνδόξων Προφητῶν, Μώσεως καὶ ̓Ααρών, Ηλιοῦ καὶ Ἐλισσαίου, Δαβὶδ καὶ Ιεσσαί, τῶν ἁγίων τριῶν Παίδων καὶ Δανιὴλ τοῦ προφήτου καὶ πάντων τῶν ἁγίων Προφητῶν.

Καὶ τίθησιν δευτέραν μερίδα ὑποκάτω τῆς πρώτης εὐτάκτως. Εἶτα αὖθις λέγει"

Τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ̓Αποστόλων Πέτρου καὶ Παύλου, τῶν δώδεκα καὶ τῶν ἑβδομήκοντα καὶ πάντων τῶν ἁγίων ἀποστόλων.

Καὶ οὕτω τίθησι τὴν τρίτην μερίδα ὑποκάτω τῆς δευτέρας, τελειῶν τὴν πρώτην τάξιν.

Τῶν ἐν ἁγίοις πατέρων ἡμῶν καὶ οἰκουμενικῶν μεγάλων διδασκάλων καὶ ἱεραρχῶν, Βασιλείου τοῦ μεγάλου, Γρηγορίου τοῦ θεολόγου, Ἰωάννου τοῦ Χρυσοστόμου, ̓Αθανασίου καὶ Κυρίλλου, Νικολάου τοῦ ἐν μύροις, καὶ πάντων τῶν ἁγίων ἱεραρχῶν.

Αἴρων τετάρτην μερίδα, τίθησιν αὐτὴν πλησίον τῆς πρώτης μερίδος, ποιῶν δευτέραν ἀρχήν. Εἶτα πάλιν λέγει·

Τοῦ ἁγίου πρωτομάρτυρος καὶ ἀρχιδιακόνου Στεφάνου. Τῶν ἁγίων μεγάλων μαρτύρων, Γεωργίου, Δημητρίου, Θεοδώρου, καὶ πάντων καὶ πασῶν τῶν ἁγίων μαρτύρων.

Καὶ αἴρων πέμπτην μερίδα, τίθησιν αὐτὴν ὑποκάτω τῆς πρώτης, ἀρχὴ οὔσης τῆς δευτέρας τάξεως. Επειτα λέγει"

Τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν, ̓Αντωνίου, Εὐθυμίου, Σάβα, Ονουφρίου, ̓Αθανασίου τοῦ ἐν τῷ ̓́Αθῳ, καὶ πάντων καὶ πασῶν τῶν ὁσίων.

Καὶ οὕτως αἴρων ἕκτην μερίδα, τίθησιν αὐτὴν ὑποκάτω τῆς δευτέρας μερίδος εἰς ἀναπλήρωσιν τῆς δευτέρας τάξεως. Μετὰ δὲ ταῦτα λέγει·

Τῶν ἁγίων καὶ θαυματουργῶν ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος, καὶ ̔Ερμολάου καὶ πάντων τῶν ἁγίων ἀναργύρων.

Καὶ αἴρων ἑβδόμην μερίδα, τίθησιν αὐτὴν ἄνω, ποιῶν τρίτην ἀρχὴν iii. f κατὰ τάξιν. Εἶτ ̓ αὖθις λέγει·

Τῶν ἁγίων καὶ δικαίων θεοπατρόρων Ιωακεὶμ καὶ ̓́Αννης, (τοῦ ̔Αγίου τῆς ἡμέρας), καὶ πάντων τῶν ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός.

Καὶ τίθησιν ὀγδόην μερίδα ὑποκάτω τῆς πρώτης εὐτάκτως· ἔτι δὲ πρὸς τούτοις λέγει·

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ̓Αρχιεπισκόπου Κωνσταντινοπόλεως τοῦ Χρυσοστόμου (εἴπερ λέγεται ἡ λειτουργία αὐτοῦ. εἰ δὲ λέγεται τοῦ Μεγάλου Βασιλείου, τούτου μνημονεύει).

Καὶ οὕτως αἴρων καὶ τὴν ἐννάτην μερίδα, τίθησιν αὐτὴν ἐν τῷ τέλει τῆς τρίτης τάξεως εἰς ἀναπλήρωσιν.

Εἶτα λαβὼν καὶ ἑτέραν προσφοράν, λέγει

Μνήσθητι, δέσποτα φιλάνθρωπε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τοῦ ἐπισκόπου ἡμῶν τοῦ δεῖνος, τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ τάγματος, τοῦ δεῖνος καθηγουμένου τῶν ἀδελφῶν καὶ συλλειτουργῶν ἡμῶν, πρεσβυτέρων, διακόνων καὶ πάντων τῶν ἀδελφῶν ἡμῶν οὓς προσεκαλέσω εἰς τὴν σὴν κοινωνίαν διὰ τῆς σῆς εὐσπλαγχνίας, πανάγαθε δέσποτα,

Καὶ αἴρων μερίδα τίθησιν αὐτὴν ὑποκάτω τοῦ ἁγίου ἄρτου. Εἶτα μνημονεύει καὶ ὧν ἔχει ζώντων κατ ̓ ὄνομα, καὶ οὕτως αἴρων τὰς μερίδας τίθησιν αὐτὰς ὑποκάτω.

Επειτα λαβὼν ἑτέραν σφραγίδα, λέγει·

Ὑπὲρ μνήμης καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν μακαρίων κτητόρων τῆς ἁγίας μονῆς ταύτης.

Εἶτα μνημονεύει τοῦ χειροτονήσαντος αὐτὸν ἀρχιερέως, καὶ ἑτέρων ὧν θέλει κεκοιμημένων κατ ̓ ὄνομα, καὶ τελευταῖον ἐπιλέγει οὕτω·

Καὶ πάντων τῶν ἐν ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου καὶ τῇ σῇ κοινωνίᾳ κεκοιμημένων ὀρθοδόξων πατέρων καὶ ἀδελφῶν ἡμῶν, φιλάνθρωπε Κύριε.

g

Μνήσθητι, Κύριε, καὶ τῆς ἐμῆς ἀναξιότητος καὶ συγχώρησόν μοι πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

h

Καὶ αἴρει μερίδα.

̔Ο δὲ διάκονος, λαβὼν καὶ αὐτὸς σφραγίδα καὶ τὴν ἁγίαν λόγχην, μνη- Κ μονεύει ὧν βούλεται τεθνεώτων, καὶ τελευταῖον λέγει οὕτω·

« PoprzedniaDalej »