Obrazy na stronie
PDF
ePub

μνήσεως, καὶ ἕνωσον αὐτοὺς τῇ ἁγίᾳ σου ἐκκλησίᾳ, καὶ μετόχους ΙΙ.
ποίησον τῶν θείων μυστηρίων, διὰ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν,
τοῦ ὑπὲρ αὐτῶν ἀποθανόντος· δι ̓ οὗ σοι δόξα καὶ τὸ σέβας, ἐν
ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. ἀμήν.

Καὶ μετὰ τοῦτο ὁ διάκονος λεγέτω

Προέλθετε, οἱ κατηχούμενοι, ἐν εἰρήνῃ.

Καὶ μετὰ τὸ ἐξελθεῖν αὐτοὺς, λεγέτω

Εὔξασθε, οἱ ἐνεργούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων.

III.

Dismissal of

the Energu

Εκτενῶς πάντες ὑπὲρ αὐτῶν δεηθῶμεν, ὅπως ὁ φιλάνθρωπος mens. Θεὸς διὰ Χριστοῦ ἐπιτιμήσῃ τοῖς ἀκαθάρτοις καὶ πονηροῖς πνεύ- τα Bidμασι, καὶ ῥύσηται τοὺς αὐτοῦ ἱκέτας1 ἀπὸ τῆς τοῦ ἀλλοτρίου ding. καταδυναστείας· ὁ ἐπιτιμήσας τῷ λεγεῶνι τῶν δαιμόνων καὶ τῷ Cf. Mark v. ἀρχεκάκῳ διαβόλῳ, ἐπιτιμήσῃ αὐτὸς καὶ νῦν τοῖς ἀποστάταις τῆς εὐσεβείας, καὶ ῥύσηται τὰ ἑαυτοῦ πλάσματα ἀπὸ τῆς ἐνεργείας αὐτοῦ, καὶ καθαρίσῃ αὐτά, ἃ μετὰ πολλῆς σοφίας ἐποίη

σεν.

Ετι ἐκτενῶς ὑπὲρ αὐτῶν δεηθῶμεν.

Σῶσον καὶ ἀνάστησον αὐτούς, ὁ Θεός, ἐν τῇ δυνάμει σου.
Κλίνατε, οἱ ἐνεργούμενοι, καὶ εὐλογεῖσθε.
Καὶ ὁ ἐπίσκοπος ἐπευχέσθω, λέγων·

2-16.

b Silent Prayer.

C

The Collect.

Luke x. 19.

Ὁ τὸν ἰσχυρὸν δήσας, καὶ πάντα τὰ σκεύη αὐτοῦ διαρπάσας ὁ δοὺς ἡμῖν ἐξουσίαν ἐπάνω ὄφεων καὶ σκορπίων πατεῖν, καὶ ἐπὶ 7; πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· ἡ τὸν ἀνθρωποκτόνον ὄφιν δεσμώτην παραδοὺς ἡμῖν, ὡς στρουθίον παιδίοις· ὃν πάντα φρίττει Job xl. 24. καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου· ὁ ῥήξας αὐτὸν ὡς Luke x. 18. ἀστραπὴν ἐξ οὐρανοῦ εἰς γῆν, οὐ τοπικῷ ῥήγματι, ἀλλὰ ἀπὸ τιμῆς εἰς ἀτιμίαν, δι ̓ ἑκούσιον αὐτοῦ κακόνοιαν οὗ τὸ βλέμμα 2 Esdr. vii. ξηραίνει ἀβύσσους, καὶ ἡ ἀπειλὴ τήκει ὄρη, καὶ ἡ ἀλήθεια μένει εἰς τὸν αἰῶνα· ὃν αἰνεῖ τὰ νήπια, καὶ εὐλογεῖ τὰ θηλάζοντα·

23.

ὃν ὑμνοῦσι καὶ προσκυνοῦσιν ἄγγελοι· ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν Ps. civ. 32. καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται

ὁ ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτήν, καὶ πάντας τοὺς ποταμοὺς Nahumi. 4, 3. αὐτῆς ἐξερημῶν· οὗ νεφέλαι κονιορτὸς τῶν ποδῶν· ὁ περιπατῶν

ἐπὶ θαλάσσης, ὡς ἐπ ̓ ἐδάφους· μονογενής Θεέ, μεγάλου Πατρὸς

1 al. οἰκέτας.

III. e Υἱέ, ἐπιτίμησον τοῖς πονηροῖς πνεύμασι, καὶ ῥῦσαι τὰ ἔργα τῶν χειρῶν σου ἐκ τῆς τοῦ ἀλλοτρίου πνεύματος ενεργείας· ὅτι σοὶ δόξα, τιμὴ καὶ σέβας, καὶ διὰ σοῦ τῷ σῷ Πατρὶ ἐν ἁγίῳ Πνεύ ματι, εἰς τοὺς αἰῶνας· ἀμήν.

IV.

Dismissal of the Competentes.

The Bidding.

b

The Collect.
Is. i. 16.

V.

Dismissal

of the Penitents.

The Bidding.

[ocr errors]

Καὶ ὁ διάκονος λεγέτω

Προέλθετε, οἱ ἐνεργούμενοι.
Καὶ μετ ̓ αὐτοὺς προσφωνείτω
Εὔξασθε, οἱ φωτιζόμενοι.

Εκτενῶς οἱ πιστοὶ πάντες ὑπὲρ αὐτῶν παρακαλέσωμεν, ὅπως ὁ Κύριος καταξιώσῃ αὐτούς, μυηθέντας εἰς τὸν τοῦ Χριστοῦ θάνατον, συναναστῆναι αὐτῷ καὶ μετόχους γενέσθαι τῆς βασιλείας αὐτοῦ, καὶ κοινωνοὺς τῶν μυστηρίων αὐτοῦ· ἑνώσῃ καὶ συγκαταλέξῃ αὐτοὺς μετὰ τῶν σωζομένων ἐν τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ.

Σῶσον καὶ ἀνάστησον αὐτοὺς ἐν τῇ σῇ χάριτι.

Κατασφραγισάμενοι τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ, κλίναντες εὐλο γείσθωσαν παρὰ τοῦ ἐπισκόπου τήνδε τὴν εὐλογίαν.

Ὁ προειπὼν διὰ τῶν ἁγίων σου προφητῶν τοῖς μυουμένοις· λούσασθε, καθαροὶ γίνεσθε· καὶ διὰ τοῦ Χριστοῦ νομοθετήσας τὴν πνευματικὴν ἀναγέννησιν· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τοὺς βαπτιζομένους, καὶ εὐλόγησον αὐτοὺς καὶ ἁγίασον, καὶ παρασκεύασον ἀξίους γενέσθαι τῆς πνευματικῆς σου δωρεᾶς καὶ τῆς ἀληθινῆς υἱοθεσίας, τῶν πνευματικῶν σου μυστηρίων, τῆς μετὰ τῶν σωζομένων ἐπισυναγωγῆς, διὰ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν· δι' οὗ σοι δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας· ἀμήν.

Καὶ λεγέτω ὁ διάκονος

Προέλθετε, οἱ φωτιζόμενοι.

Καὶ μετὰ τοῦτο κηρυττέτω

Εὔξασθε, οἱ ἐν τῇ μετανοίᾳ.

Ἐκτενῶς πάντες ὑπὲρ τῶν ἐν μετανοίᾳ ἀδελφῶν παρακαλέ σωμεν, ὅπως ὁ φιλοικτίρμων Θεὸς ὑποδείξῃ αὐτοῖς ὁδὸν μετανοίας, προσδέξηται αὐτῶν τὴν παλινῳδίαν καὶ τὴν ἐξομολόγησιν, Rom. xvi. 20. καὶ συντρίψῃ τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτῶν ἐν τάχει, καὶ 2 Tim. ii. 26. λυτρώσηται αὐτοὺς ἀπὸ τῆς παγίδος τοῦ διαβόλου καὶ τῆς

ἐπηρείας τῶν δαιμόνων, καὶ ἐξέληται αὐτοὺς ἀπὸ παντὸς ἀθε- V.a μίτου λόγου, καὶ πάσης ἀτόπου πράξεως, καὶ πονηρᾶς ἐννοίας συγχωρήσῃ δὲ αὐτοῖς πάντα τὰ παραπτώματα αὐτῶν, τά τε ἑκούσια καὶ τὰ ἀκούσια, καὶ ἐξαλείψῃ τὸ κατ ̓ αὐτῶν χειρόγραφον, Col. ii. 14. καὶ ἐγγράψηται αὐτοὺς ἐν βίβλῳ ζωῆς· καθάρῃ δὲ αὐτοὺς ἀπὸ 2 Cor. vii. I. παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ ἑνώσῃ αὐτοὺς ἀποκαταστήσας εἰς τὴν ἁγίαν αὐτοῦ ποίμνην· ὅτι αὐτὸς γινώσκει τὸ πλάσμα ἡμῶν· ὅτι τίς καυχήσεται ἁγνὴν ἔχειν καρδίαν ; ἢ τίς Prov. xx. 9. παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; πάντες γάρ ἐσμεν Ecclus. vii. ἐν ἐπιτιμίοις. Ἔτι ὑπὲρ αὐτῶν ἐκτενέστερον δεηθῶμεν, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ὅπως ἀπο- Luke xv. 7. στραφέντες πᾶν ἔργον ἀθέμιτον προσοικειωθῶσι πάσῃ πράξει ἀγαθῇ, ἵνα ὁ φιλάνθρωπος Θεὸς ᾗ τάχος, εὐμενῶς προσδεξάμενος αὐτῶν τὰς λιτάς, ἀποκαταστήσῃ αὐτοῖς εἰς τὴν προτέραν ἀξίαν,

5.

καὶ ἀποδώσῃ αὐτοῖς τὴν ἀγαλλίασιν τοῦ σωτηρίου, καὶ πνεύματι Ps. li. 12, 14. ἡγεμονικῷ στηρίξῃ αὐτούς, ἵνα μηκέτι σαλευθῶσι τὰ διαβήματα Ps. xvii. 5. αὐτῶν, ἀλλὰ καταξιωθῶσι κοινωνοὶ γενέσθαι τῶν ἁγίων αὐτοῦ ἱερῶν, καὶ μέτοχοι τῶν θείων μυστηρίων· ἵνα, ἄξιοι ἀποφανθέντες τῆς υἱοθεσίας, τύχωσι τῆς αἰωνίου ζωῆς.

Ετι ἐκτενῶς πάντες ὑπὲρ αὐτῶν εἴπωμεν· Κύριε ἐλέησον· Σῶσον αὐτούς, ὁ Θεός, καὶ ἀνάστησον τῷ ἐλέει σου. ̓Αναστάντες τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ κλίνατε καὶ εὐλογεῖσθε.

Επευχέσθω οὖν ὁ ἐπίσκοπος τοίαδε

b

Silent

Prayer.

The Collect.

Παντοκράτορ Θεὲ αἰώνιε, δέσποτα τῶν ὅλων, κτίστα και ε πρύτανι τῶν πάντων, ὁ τὸν ἄνθρωπον κόσμου κόσμον ἀναδείξας διὰ Χριστοῦ, καὶ νόμον δοὺς αὐτῷ ἔμφυτον καὶ γραπτὸν πρὸς τὸ ζῆν αὐτὸν ἐνθέσμως, ὡς λογικόν καὶ ἁμαρτόντι ὑποθήκην δοὺς πρὸς μετάνοιαν τὴν σαυτοῦ ἀγαθότητα· ἔπιδε ἐπὶ τοὺς κεκλικότας σοι αὐχένα ψυχῆς καὶ σώματος· ὅτι οὐ βούλει τὸν θάνατον τοῦ Cf. Ezek. ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοιαν, ὥστε ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῆν. Ὁ Νινευϊτῶν προσδεξάμενος τὴν μετάνοιαν ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνω- : Tim. ii. 4. σιν ἀληθείας ἐλθεῖν· ὁ τὸν υἱὸν προσδεξάμενος, τὸν καταφαγόντα Cf. Luke xv. τὸν βίον αὐτοῦ ἀσώτως, πατρικοῖς σπλάγχνοις διὰ τὴν μετάνοιαν

xviii. 23.

I

30, 31.

36.

ν.ε αὐτὸς καὶ νῦν πρόσδεξαι τῶν ἱκετῶν σου τὴν μετάγνωσιν· ὅτι 2 Chron. vi. οὐκ ἔστιν ὃς οὐχ ἁμαρτήσεταί σοι· ἐὰν γὰρ ἀνομίας παρατηρήσῃ, Ps. cxxx. 3, 4. Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι· καὶ ἀποκατάστησον αὐτοὺς τῇ ἁγίᾳ σου ἐκκλησίᾳ ἐν τῇ προτέρᾳ ἀξία καὶ τιμῇ, διὰ τοῦ Χριστοῦ, τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν· δι' οὗ σοι δόξα καὶ προσκύνησις, ἐν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας· ἀμήν.

Missa
Fidelium.

VI. a

Deacon's
Litany, or
Bidding
Prayer.

Καὶ ὁ διάκονος λεγέτω

̓Απολύεσθε, οἱ ἐν μετανοίᾳ.

Καὶ προστιθέτω

Μήτις τῶν μὴ δυναμένων προελθέτω1· ὅσοι πιστοὶ κλίνωμεν γόνυ. Δεηθῶμεν τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ. Πάντες συντόνως τὸν Θεὸν διὰ τοῦ Χριστοῦ αὐτοῦ παρακαλέσωμεν.

Ὑπὲρ τῆς εἰρήνης καὶ τῆς εὐσταθείας τοῦ κόσμου καὶ τῶν ἁγίων ἐκκλησιῶν δεηθῶμεν ὅπως ὁ τῶν ὅλων Θεὸς ἀΐδιον καὶ ἀναφαίρετον τὴν ἑαυτοῦ εἰρήνην ἡμῖν παράσχοιτο, ἵνα ἐν πληροφορίᾳ τῆς κατ ̓ εὐσέβειαν ἀρετῆς διατελοῦντας ἡμᾶς συντηρήσῃ.

Ὑπὲρ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων δεηθῶμεν· ὅπως ὁ Κύριος ἄσειστον αὐτὴν καὶ ἀκλυδώνιστον διαφυλάξῃ καὶ διατηρήσῃ μέχρι τῆς Matt. vii. 25. συντελείας τοῦ αἰῶνος, τεθεμελιωμένην ἐπὶ τὴν πέτραν.

Καὶ ὑπὲρ τῆς ἐνθάδε ἁγίας παροικίας δεηθῶμεν· ὅπως καταξι ώσῃ ἡμᾶς ὁ τῶν ὅλων Κύριος ἀνενδότως τὴν ἐπουράνιον αὐτοῦ ἐλπίδα μεταδιώκειν, καὶ ἀδιάλειπτον αὐτῷ τῆς δεήσεως ἀποδιδόναι τὴν ὀφειλήν.

Ὑπὲρ πάσης ἐπισκοπῆς τῆς ὑπὸ τὸν οὐρανὸν τῶν ὀρθοτο μούντων τὸν λόγον τῆς σῆς ἀληθείας δεηθῶμεν· καὶ ὑπὲρ τοῦ ἐπισκόπου ἡμῶν Ἰακώβου καὶ τῶν παροικιῶν αὐτοῦ δεηθῶμεν· ὑπὲρ τοῦ ἐπισκόπου ἡμῶν Κλήμεντος καὶ τῶν παροικιῶν αὐτοῦ δεηθῶμεν· ὑπὲρ τοῦ ἐπισκόπου ἡμῶν Εὐοδίου καὶ τῶν παροικιῶν δεηθῶμεν· ὅπως ὁ οἰκτίρμων Θεὸς χαρίσηται αὐτοὺς ταῖς ἁγίαις αὐτοῦ ἐκκλησίαις σώους, ἐντίμους, μακροημερεύοντας, καὶ τίμιον αὐτοῖς τὸ γῆρας παράσχηται ἐν εὐσεβείᾳ καὶ δικαιοσύνῃ.

1 al. προσελθέτω.

Καὶ ὑπὲρ τῶν πρεσβυτέρων ἡμῶν δεηθῶμεν· ὅπως ὁ Κύριος VI. a ῥύσηται αὐτοὺς ἀπὸ παντὸς ἀτόπου καὶ πονηροῦ πράγματος, καὶ σῶον καὶ ἔντιμον τὸ πρεσβυτέριον αὐτοῖς παράσχοι.

Ὑπὲρ πάσης τῆς ἐν Χριστῷ διακονίας καὶ ὑπηρεσίας δεηθῶμεν, ὅπως ὁ Κύριος ἄμεμπτον τὴν διακονίαν αὐτοῖς παράσχηται.

Ὑπὲρ ἀναγνωστῶν, ψαλτῶν, παρθένων, χηρῶν τε καὶ ὀρφανῶν δεηθῶμεν, ὑπὲρ τῶν ἐν συζυγίαις καὶ τεκνογονίαις δεηθῶμεν, ὅπως ὁ Κύριος τοὺς πάντας αὐτοὺς ἐλεήσῃ.

Ὑπὲρ εὐνούχων ὁσίως πορευομένων δεηθῶμεν· ὑπὲρ τῶν ἐν ἐγκρατείᾳ καὶ εὐλαβείᾳ δεηθῶμεν.

Ὑπὲρ τῶν καρποφορούντων ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ καὶ ποιούντων τοῖς πένησι τὰς ἐλεημοσύνας δεηθῶμεν· καὶ ὑπὲρ τῶν τὰς θυσίας καὶ τὰς ἀπαρχὰς προσφερόντων Κυρίῳ τῷ Θεῷ ἡμῶν δεηθῶμεν· ὅπως ὁ πανάγαθος Θεὸς ἀμείψηται αὐτοὺς ταῖς ἐπουρανίαις αὐτοῦ δωρεαῖς, καὶ δῷ αὐτοῖς ἐν τῷ παρόντι ἑκατονταπλασίονα καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον καὶ χαρίσηται αὐτοῖς ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια.

Ὑπὲρ τῶν νεοφωτίστων ἀδελφῶν ἡμῶν δεηθῶμεν ὅπως ὁ Κύριος στηρίξῃ αὐτοὺς καὶ βεβαιώσῃ.

Ὑπὲρ τῶν ἐν ἀῤῥωστίᾳ ἐξεταζομένων ἀδελφῶν ἡμῶν δεηθῶμεν, ὅπως ὁ Κύριος ῥύσηται αὐτοὺς πάσης νόσου καὶ πάσης μαλακίας, καὶ σώους ἀποκαταστήσῃ τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ.

Ὑπὲρ πλεόντων καὶ ὁδοιπορούντων δεηθῶμεν· ὑπὲρ τῶν ἐν μετάλλοις καὶ ἐξορίαις καὶ φυλακαῖς καὶ δεσμοῖς ὄντων διὰ τὸ ὄνομα τοῦ Κυρίου δεηθῶμεν· ὑπὲρ τῶν ἐν πικρᾷ δουλείᾳ καταπονουμένων δεηθῶμεν· ὑπὲρ ἐχθρῶν καὶ μισούντων ἡμᾶς δεηθῶμεν, ὑπὲρ τῶν διωκόντων ἡμᾶς διὰ τὸ ὄνομα τοῦ Κυρίου δεηθώμεν, ὅπως ὁ Κύριος πραΰνας τὸν θυμὸν αὐτῶν διασκεδάσῃ τὴν καθ ̓ ἡμῶν ὀργήν.

Ὑπὲρ τῶν ἔξω ὄντων καὶ πεπλανημένων δεηθῶμεν, ὅπως ὁ Κύριος αὐτοὺς ἐπιστρέψῃ.

Τῶν νηπίων τῆς ἐκκλησίας μνημονεύσωμεν, ὅπως ὁ Κύριος τελειώσας αὐτὰ ἐν τῷ φόβῳ αὐτοῦ εἰς μέτρον ἡλικίας ἀγάγῃ. Ὑπὲρ ἀλλήλων δεηθῶμεν, ὅπως ὁ Κύριος τηρήσῃ ἡμᾶς καὶ φυλάξῃ τῇ αὐτοῦ χάριτι εἰς τέλος, καὶ ῥύσηται ἡμᾶς τοῦ πονηροῦ

« PoprzedniaDalej »