Obrazy na stronie
PDF
ePub

XVI. g δυνάμεων, ὁ εἰδὼς τὴν ἀσθένειαν ἡμῶν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ Eph. vi. 1. τοῦ πονηροῦ, καὶ τῶν ἔργων αὐτοῦ, πάσῃς ἐπηρείας καὶ μεθοδείας αὐτοῦ, διὰ τὸ ὄνομά σου τὸ ἅγιον, τὸ ἐπικληθὲν ἐπὶ τὴν ἡμετέραν ταπείνωσιν, [Εκφώνησις] Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύ ναμις, καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεί.

XVII.

Prayer of
Humble
Access.

9.

[ocr errors]

Ο λαός. Αμήν.

Ὁ ἱερεύς. Εἰρήνη πᾶσιν.

Ὁ λαός. Καὶ τῷ πνεύματί σου.

1 [Ὁ διάκονος. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
̔Ο ἱερεύς.

Ὁ Θεὸς ὁ μέγας καὶ θαυμαστός, ἔπιδε ἐπὶ τοὺς δούλους σου, ὅτι σοὶ τοὺς αὐχένας ἐκλίναμεν· ἔκτεινον τὴν χεῖρά σου τὴν κραταιὰν καὶ πλήρη εὐλογιῶν, καὶ εὐλόγησον τὸν λαόν σου Cf. Ps. xxvi. διαφύλαξον τὴν κληρονομίαν σου, ἵνα ἀεὶ καὶ διὰ παντὸς δοξάζωμεν σὲ τὸν μόνον ζῶντα καὶ ἀληθινὸν Θεὸν ἡμῶν, τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα, Πατέρα καὶ Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· [Εκφώνησις] Σοὶ γὰρ πρέπει καὶ ἐποφείλεται ἡ παρὰ πάντων ἡμῶν δοξολογία, τιμή, καὶ προσκύνησις καὶ εὐχαριστία, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί.

b

Ο λαός. Αμήν.]

Ὁ διάκονος. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ο λαός. Σοί, Κύριε.

Ὁ ἱερεὺς ἐπεύχεται, λέγων οὕτω

Σοὶ ἐκλίναμεν οἱ δοῦλοί σου, Κύριε, τοὺς ἡμετέρους αὐχένας ἐνώπιον τοῦ ἁγίου σου θυσιαστηρίου, ἀπεκδεχόμενοι τὰ παρὰ σοῦ πλούσια ἐλέη· πλουσίαν τὴν χάριν σου καὶ τὴν εὐλογίαν σου ἐξαπόστειλον ἡμῖν, Δέσποτα, καὶ ἁγίασον τὰς ψυχὰς ἡμῶν καὶ τὰ σώματα καὶ τὰ πνεύματα, ἵνα ἄξιοι γενώμεθα κοινωνοὶ καὶ μέτοχοι γενέσθαι τῶν ἁγίων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον· [Εκφώνησις] Σὺ γὰρ προσκυνητὸς

1 This section in brackets is clearly an alternative with the following (b), having exactly the same scope: and its slightly more technical language makes it seem of later date.

καὶ δεδοξασμένος ὑπάρχεις, ὁ Θεὸς ἡμῶν, καὶ ὁ μονογενής σου XVII. b Υἱός, καὶ τὸ Πνεῦμά σου τὸ πανάγιον, νῦν καὶ ἀεί.

Ο λαός. ̓Αμήν.

Ὁ ἱερεὺς ἐκφωνεί

Καὶ ἔσται ἡ χάρις καὶ τὰ ἐλέη τῆς ἁγίας καὶ ὁμοουσίου καὶ ἀκτίστου καὶ προσκυνητῆς Τριάδος μετὰ πάντων ἡμῶν.

Ο λαός. Καὶ μετὰ τοῦ πνεύματός σου.

Ο διάκονος. Μετά φόβου Θεοῦ πρόσχωμεν.

̔Ο ἱερεὺς ὑψῶν τὸ δῶρον, λέγει καθ ̓ ἑαυτόν

XVIII. a

ELEVATION.

̔́Αγιε ὁ ἐν ἁγίοις ἀναπαυόμενος, Κύριε, ἁγίασον ἡμᾶς τῷ λόγῳ Isa. vii. 15. τῆς σῆς χάριτος καὶ τῇ ἐπιφοιτήσει τοῦ παναγίου σου Πνεύ ματος· σὺ γὰρ εἶπας, Δέσποτα, Αγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. Lev. xx. 7. Κύριε ὁ Θεὸς ἡμῶν, ἀκατάληπτε Θεοῦ Λόγε, τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι ὁμοούσιε, συναΐδιε, καὶ ἀχώριστε, πρόσδεξαι τὸν ἀκήρατον ὕμνον ἐν ἁγίαις καὶ ἀναιμάκτοις σου θυσίαις, σὺν τοῖς Χερουβὶμ καὶ Σεραφίμ, καὶ παρ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ βοῶντος καὶ λέγοντος

[Εκφώνησις]

Τὰ ἅγια τοῖς ἁγίοις.

Ὁ λαός. Εἷς ἅγιος, εις Κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ διάκονος. Ὑπὲρ ἀφέσεως τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἱλασμοῦ τῶν ψυχῶν ἡμῶν, καὶ ὑπὲρ πάσης ψυχῆς θλιβομένης τε καὶ καταπονουμένης, ἐλέους καὶ βοηθείας Θεοῦ ἐπιδεομένης, καὶ ἐπιστροφῆς τῶν πεπλανημένων, ἰάσεως τῶν ἀσθενούντων, ἀναῤῥύσεως τῶν αἰχμαλώτων, ἀναπαύσεως τῶν προκεκοιμη μένων πατέρων τε καὶ ἀδελφῶν ἡμῶν, πάντες ἐκτενῶς εἴπωμεν, Κύριε ἐλέησον.

Ὁ λαός. Κύριε, ἐλέησον. (δωδεκάκις.)

Εἶτα κλᾷ τὸν ἄρτον ὁ ἱερεύς, καὶ κρατεῖ τῇ δεξιᾷ τὸ ἥμισυ, καὶ τῇ ἀριστερᾷ τὸ ἥμισυ, καὶ βάπτει τὸ τῆς δεξιᾶς ἐν τῷ κρατῆρι, λέγων·

Sancta
Sanctis.

FRACTION 1 AND COM

Ενωσις τοῦ παναγίου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ ΜιχτυRE. Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

[ocr errors]

1 For the various Fractions' see the Glossary under the word.

E

XVIII. b Καὶ σφραγίζει τὸ τῆς ἀριστερᾶς· εἶτα τούτῳ τῷ ἐσφραγισμένῳ τὸ ἄλλο Consignation ἥμισυ καὶ εὐθέως ἄρχεται μελίζειν· καὶ πρὸ πάντων διδόναι εἰς ἕκαστον

and Intinc

tion.

John i. 29.
John vi. 51.

John i. 14.

Further
Fraction.

Ps. xxiii.

Ps. xxxiv.

Ps. cxlv.

Ps. cxvii.

d

Ps. xxxiv. 8.

κρατῆρα ἁπλῆν λέγων·

Ηνωται καὶ ἡγίασται καὶ τετελείωται, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεί.

Καὶ ὅταν σφραγίζῃ τὸν ἄρτον λέγει"

Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτ τίαν τοῦ κόσμου, σφαγιασθεὶς ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας.

Καὶ ὅταν διδῷ μερίδα ἁπλῆν εἰς ἕκαστον κρατῆρα, λέγει

Μερὶς ἁγία Χριστοῦ, πλήρης χάριτος καὶ ἀληθείας, Πατρὸς καὶ ἁγίου Πνεύματος, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Εἶτα ἄρχεται μελίζειν καὶ λέγειν·

Κύριος ποιμαίνει με, καὶ οὐδὲν με ὑστερήσει. Εἰς τόπον χλόης· καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ.

[blocks in formation]

Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη· καὶ τὰ ἑξῆς.
Ο διάκονος. Κύριε, εὐλόγησον.

Ὁ ἱερεύς. Ο Κύριος εὐλογήσει, καὶ ἀκατακρίτους ἡμᾶς διατηρήσει ἐπὶ τῇ μεταλήψει τῶν ἀχράντων αὐτοῦ δωρῶν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.

Καὶ ὅταν πληρώσωσι, λέγει ὁ διάκονος

Κύριε, εὐλόγησον.

̔Ὁ ἱερεὺς λέγει·

Ὁ Κύριος εὐλογήσει, καὶ ἀξιώσει ἡμᾶς ἁγναῖς ταῖς τῶν δακτύλων λαβαῖς, λαβεῖν τὸν πύρινον ἄνθρακα, καὶ ἐπιθεῖναι τοῖς τῶν πιστῶν στόμασιν, εἰς καθαρισμὸν καὶ ἀνακαινισμὸν τῶν ψυχῶν αὐτῶν καὶ τῶν σωμάτων, νῦν καὶ ἀεί.

Εἶτα

Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος, ὁ μελιζόμενος καὶ

μὴ μεριζόμενος, καὶ τοῖς πιστοῖς μεταδιδόμενος καὶ μὴ δαπανώ- XVIII. d μενος, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν τὴν αἰώνιον, νῦν καὶ ἀεὶ

καὶ εἰς τοὺς αἰῶνας.

Ὁ διάκονος. Ἐν εἰρήνῃ Χριστοῦ ψάλλωμεν.

Οἱ ψάλται. Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος.

Ὁ ἱερεὺς λέγει εὐχὴν πρὸ τῆς μεταλήψεως.

Κύριος ὁ Θεὸς ἡμῶν, ὁ οὐράνιος ἄρτος, ἡ ζωὴ τοῦ παντός, ο ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος μετα- Luke xv. 21. λαβεῖν τῶν ἀχράντων σου μυστηρίων, ἀλλ ̓ ὡς εὔσπλαγχνος Θεὸς ἀξίωσόν με τῇ χάριτί σου ἀκατακρίτως μετασχεῖν τοῦ ἁγίου σώματος καὶ τοῦ τιμίου αἵματος εἰς ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιον.

[Καὶ μεταλαμβάνει.]

ΧΙΧ.

Εἶτα μεταδίδωσι τῷ κλήρῳ· ὅτε δὲ ἐπαίρουσιν οἱ διάκονοι τοὺς δίσκους COMMUNION. καὶ τοὺς κρατῆρας εἰς τὸ μεταδοῦναι τῷ λαῷ, λέγει ὁ διάκονος αἴρων τὸν πρῶτον δίσκον

Κύριε, εὐλόγησον.

̓Αποκρίνεται ὁ ἱερεύς

Δόξα τῷ Θεῷ ἁγιάσαντι καὶ ἁγιάζοντι πάντας ἡμᾶς.

Λέγει ὁ διάκονος

ΙΙ.

Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ Ps. Ivii. 5, or δόξα σου, καὶ ἡ βασιλεία σου διαμένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ ὅτε μέλλει ὁ διάκονος τιθέναι εἰς τὸ παρατράπεζον, λέγει ὁ ἱερεύς Εὐλογητὸν τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ἡμῶν, εἰς τοὺς αἰῶνας. Cf. Ps. cxi. Ὁ διάκονος. Μετά φόβου Θεοῦ, καὶ πίστεως, καὶ ἀγάπης προσέλθετε.

Ο λαός. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ πάλιν ὅτε ἐπαίρει τὸν δίσκον ἀπὸ τοῦ παρατραπέζου, λέγει·
Κύριε, εὐλόγησον.

2.

Ps. cxviii. 26.

Ὁ ἱερεύς. Σῶσον ὁ Θεὸς τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κλη- Ps. xxviii. 9

ρονομίαν σου.

Ὁ ἱερεὺς πάλιν.

Δόξα τῷ Θεῷ ἡμῶν, τῷ ἁγιάσαντι πάντας ἡμᾶς.

ΧΙΧ.

Cf. Ps. cxiii.

2.

ΧΧ.

POST-COM

MUNION.

Thanksgiving.

Καὶ ὅταν ἀποθῆται τὸ ποτήριον εἰς τὴν ἁγίαν τράπεζαν, λέγει ὁ ἱερεύς Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λέγουσιν οἱ διάκονοι καὶ ὁ λαός

Πλήρωσον τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, καὶ χαρᾶς

8 ἔμπλησον τὰ χείλη ἡμῶν, ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.

Cf. Ps. lxxi.

[blocks in formation]

Καὶ πάλιν

Εὐχαριστοῦμέν σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τοῦ σώματος καὶ αἵματός σου, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. Ακατακρίτους ἡμᾶς φύλαξον, δεόμεθα, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Εὐχὴ θυμιάματος εἰς τὴν ἐσχάτην εἴσοδον.

Εὐχαριστοῦμέν σοι τῷ Σωτῆρι, τῶν ὅλων Θεῷ, ἐπὶ πᾶσιν οἷς παρέσχου ἡμῖν ἀγαθοῖς, καὶ ἐπὶ τῇ μεταλήψει τῶν ἁγίων καὶ ἀχράντων σου μυστηρίων, καὶ προσφέρομέν σοι τὸ θυμίαμα τοῦτο, δεόμενοι, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου, καὶ καταξίωσον ἡμᾶς μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς μετέχειν τῶν ἁγιασμάτων σου, εἰς ἁγιασμὸν ψυχῶν καὶ σωμάτων, εἰς βασιλείας οὐρανῶν κληρονομίαν· ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, ὁ Θεός, καὶ σοὶ τὴν δόξαν καὶ τὴν εὐχαριστίαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι.

Καὶ ἄρχεται ὁ διάκονος ἐν τῇ εἰσόδῳ.

Δόξα σοι, δόξα σοι, δόξα σοι, Χριστὲ βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὅτι κατηξίωσας ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἀναξίους δούλους σου ἐν ἀπολαύσει γενέσθαι τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον δόξα σοι.

Καὶ ὅταν ποιήσῃ τὴν εἴσοδον, ἄρχεται λέγειν ὁ διάκονος οὕτως Ἔτι καὶ ἔτι καὶ διὰ παντὸς ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθώμεν. Ὅπως γένηται ἡμῖν ἡ μετάληψις τῶν ἁγιασμάτων αὐτοῦ εἰς ἀποτροπὴν παντὸς πονηροῦ πράγματος, εἰς ἐφόδιον ζωῆς αἰωνίου, εἰς κοινωνίαν καὶ δωρεὰν τοῦ ἁγίου Πνεύματος, δεηθῶμεν.

̔Ὁ ἱερεὺς εὔχεται

« PoprzedniaDalej »