Obrazy na stronie
PDF
ePub

ζωοποιόν, τὸ σύνθρονον σοὶ τῷ Θεῷ καὶ Πατρί, καὶ τῷ μονο- XV. γενεῖ σου Υἱῷ, τὸ συμβασιλεῦον· τὸ ὁμοούσιόν τε καὶ συναΐδιον· τὸ λαλῆσαν ἐν νόμῳ καὶ προφήταις καὶ τῇ καινῇ σου διαθήκῃ· τὸ καταβὰν ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν τῷ Ἰορδάνῃ ποταμῷ καὶ μεῖναν ἐπ ̓ αὐτόν· τὸ καταβὰν ἐπὶ τοὺς ἀποστόλους σου ἐν εἴδει πυρίνων γλωσσῶν ἐν τῷ ὑπερῴῳ τῆς ἁγίας καὶ ἐνδόξου Σιών, ἐν τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς· αὐτὸ τὸ Πνεῦμά σου τὸ πανάγιον κατάπεμψον, Δέσποτα, ἐφ ̓ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα ἅγια δῶρα ταῦτα, [Καὶ ἀνιστάμενος ἐκφωνεῖ] ἵνα ἐπιφοιτῆσαν τῇ ἁγίᾳ καὶ ἀγαθῇ καὶ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ, ἁγιάσῃ καὶ ποιήσῃ τὸν μὲν ἄρτον τοῦτον σῶμα ἅγιον τοῦ Χριστοῦ σου', καὶ τὸ ποτήριον τοῦτο, αἷμα τίμιον τοῦ Χριστοῦ σου 2, [Ὁ ἱερεὺς καθ ̓ ἑαυτόν, ἱστάμενος.] Ἵνα γένηται πᾶσι τοῖς ἐξ

1 Ο λαός.

̓Αμήν. 2 ̔Ο λαός. ̓Αμήν.

αὐτῶν μεταλαμβάνουσιν εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον, εἰς ἁγιασμὸν ψυχῶν καὶ σωμάτων, εἰς καρποφορίαν ἔργων ἀγαθῶν, εἰς στηριγμὸν τῆς ἁγίας σου καθολικῆς ἐκκλησίας, ἣν ἐθεμελίωσας ἐπὶ τὴν πέτραν τῆς πίστεως, ἵνα πύλαι Matt. vii. 25. ᾅδου μὴ κατισχύσωσιν αὐτῆς, ῥυόμενος αὐτὴν ἀπὸ πάσης αἱρέσεως καὶ σκανδάλων, καὶ ἐργαζομένων τὴν ἀνομίαν, διαφυλάττων αὐτὴν Cf. Matt. μέχρι τῆς συντελείας τοῦ αἰῶνος.

Matt. xvi. 18.

xiii. 41, 40.

Καὶ ἐπικλιθεὶς λέγει

XVI.

TERCESSION.

a

Προσφέρομέν σοι, Δέσποτα, καὶ ὑπὲρ τῶν ἁγίων σου τόπων, GREAT INοὓς ἐδόξασας τῇ θεοφανείᾳ τοῦ Χριστοῦ σου καὶ τῇ ἐπιφοιτήσει τοῦ παναγίου σου Πνεύματος· προηγουμένως, ὑπὲρ τῆς ἐνδόξου Σιὼν τῆς μητρὸς πασῶν τῶν ἐκκλησιῶν· καὶ ὑπὲρ τῆς κατὰ πᾶσαν τὴν οἰκουμένην ἁγίας σου καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας· πλουσίας καὶ νῦν τὰς δωρεὰς τοῦ παναγίου σου Πνεύματος ἐπιχορήγησον αὐτῇ, Δέσποτα.

Μνήσθητι, Κύριε, καὶ τῶν ἐν αὐτῇ ἁγίων πατέρων καὶ ἀδελφῶν ἡμῶν καὶ ἐπισκόπων τῶν ἐν πάσῃ τῇ οἰκουμένῃ ὀρθοδόξως ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας.

Μνήσθητι, Κύριε, καὶ πάσης πόλεως καὶ χώρας, καὶ τῶν ὀρθοδόξως πίστει οἰκούντων ἐν αὐταῖς, εἰρήνης καὶ ἀσφαλείας αὐτῶν.

2 Tim. ii. 15.

XVI. a

Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, ξενιτευόντων Χριστιανῶν, τῶν ἐν δεσμοῖς, τῶν ἐν φυλακαῖς, τῶν ἐν αἰχμαλωσίαις καὶ ἐξορίαις, τῶν ἐν μετάλλοις καὶ βασάνοις καὶ πικραῖς δουλείαις ὄντων πατέρων καὶ ἀδελφῶν ἡμῶν.

Ps. lxv. 5.

Μνήσθητι, Κύριε, τῶν νοσούντων καὶ καμνόντων, καὶ τῶν ὑπὸ πνευμάτων ἀκαθάρτων ἐνοχλουμένων, τῆς παρὰ σοῦ τοῦ Θεοῦ ταχείας ἰάσεως αὐτῶν καὶ σωτηρίας.

Μνήσθητι, Κύριε, πάσης ψυχῆς Χριστιανῆς θλιβομένης καὶ καταπονουμένης, ἐλέους καὶ βοηθείας σου τοῦ Θεοῦ ἐπιδεομένης, καὶ ἐπιστροφῆς τῶν πεπλανημένων.

Μνήσθητι, Κύριε, τῶν κοπιώντων καὶ διακονούντων ἡμῖν πατέρων καὶ ἀδελφῶν ἡμῶν διὰ τὸ ὄνομά σου τὸ ἅγιον.

Μνήσθητι, Κύριε, πάντων εἰς ἀγαθόν· πάντας ἐλέησον, Δέσποτα· πᾶσιν ἡμῖν διαλλάγηθι· εἰρήνευσον τὰ πλήθη τοῦ λαοῦ σου· διασκέδασον τὰ σκάνδαλα· κατάργησον τοὺς πολέμους· παῦσον τὰς τῶν αἱρέσεων ἐπαναστάσεις· τὴν σὴν εἰρήνην καὶ τὴν σὴν ἀγάπην χάρισαι ἡμῖν, ὁ Θεὸς ὁ σωτῆρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς.

Μνήσθητι, Κύριε, εὐκρασίας ἀέρων, ὄμβρων εἰρηνικῶν, δρόσων ἀγαθῶν, καρπῶν εὐφορίας, καὶ τοῦ στεφάνου τοῦ ἐνιαυτοῦ

16.

Ps. cxlv. 15, τῆς χρηστότητός σου· οἱ γὰρ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ· ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας.

Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου ἐκκλησίας· καὶ μεμνημένων τῶν πενήτων, χηρῶν, ὀρφανῶν, ξένων, καὶ ἐπιδεομένων· καὶ πάντων τῶν ἐντειλαμένων ἡμῖν τοῦ μνημονεύειν αὐτῶν ἐν ταῖς προσευχαῖς.

Ετι μνησθῆναι καταξίωσον, Κύριε, καὶ τῶν τὰς προσφορὰς ταύτας προσενεγκάντων ἐν τῇ σήμερον ἡμέρᾳ ἐπὶ τὸ ἅγιόν σου Diptychs of θυσιαστήριον, καὶ ὑπὲρ ὧν ἕκαστος προσήνεγκεν, ἢ κατὰ διά

the Living.

νοιαν ἔχει, καὶ τῶν ἀρτίως σοι ἀνεγνωσμένων.

Μνήσθητι, Κύριε, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, καὶ ἐμοῦ τοῦ ταπεινοῦ καὶ ἀχρείου δούλου σου, καὶ τῶν τὸ ἅγιόν σου θυσιαστήριον κυκλούντων διακόνων· καὶ

I

χάρισαι αὐτοῖς βίον ἄμεμπτον, ἄσπιλον αὐτῶν τὴν διακονίαν XVI. a φύλαξον, καὶ βαθμοὺς ἀγαθοὺς περιποίησαι, ἵνα εὕρωμεν ἔλεον 1 Tim. iii. 13. καὶ χάριν μετὰ πάντων τῶν ἁγίων τῶν ἀπ ̓ αἰῶνός σοι εὐαρεστησάντων κατὰ γενεὰν καὶ γενεάν, προπατόρων, πατέρων, πατριαρχῶν, προφητῶν, ἀποστόλων, μαρτύρων, ὁμολογητῶν, διδασκάλων, ὁσίων, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τοῦ Χριστοῦ σου τετελειωμένου.

42.

[Χαῖρε, κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη Luke i. 28, σὺ ἐν γυναιξί, καὶ εὐλογήμενος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι b Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Εἶτα ἐκφωνεῖ ὁ ἱερεύς.

Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν, θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Οἱ ψάλται.

*Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν θεοτόκον, τὴν ἀειμακάριστον, καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν τιμιωτέραν τῶν χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν σεραφίμ· τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ πάλιν ψάλλουσιν.

Ἐπὶ σοὶ χαίρει, κεχαριτωμένη, πᾶσα ἡ κτίσις, ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεὸς ἐσαρκώθη, καὶ παιδίον γέγονεν ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει κεχαριτωμένη πᾶσα ἡ κτίσις· δόξα σοι.]

Οἱ διάκονοι. Μνήσθητι, Κύριε ὁ Θεὸς ἡμῶν,—

Diptychs of

the Dead.

Ὁ ἱερεὺς ἐπικλινόμενος λέγει·

Μνήσθητι, Κύριε ὁ Θεός, τῶν πνευμάτων καὶ πάσης σαρκός, ο ὧν ἐμνήσθημεν, καὶ ὧν οὐκ ἐμνήσθημεν, ὀρθοδόξων, ἀπὸ ̓́Αβελ τοῦ δικαίου μέχρι τῆς σήμερον ἡμέρας· αὐτὸς ἐκεῖ αὐτοὺς ἀνάπαυσον, ἐν χώρᾳ ζώντων, ἐν τῇ βασιλείᾳ σου, ἐν τῇ τρυφῇ τοῦ παραδείσου, ἐν τοῖς κόλποις ̓Αβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν ἁγίων πατέρων ἡμῶν· ὅθεν ἀπέδρα ὀδύνη, λύπη, καὶ Is. xxxv. 10,

or li.

XVI. ο στεναγμός· ἔνθα ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου καὶ καταλάμπει διὰ παντός· ἡμῶν δὲ τὰ τέλη τῆς ζωῆς Χριστιανὰ καὶ εὐάρεστα καὶ ἀναμάρτητα ἐν εἰρήνῃ κατεύθυνον, Κύριε, Κύριε, ἐπισυνάγων ἡμᾶς ὑπὸ τοὺς πόδας τῶν ἐκλεκτῶν σου, ὅτε θέλεις καὶ ὡς θέλεις, μόνον χωρὶς αἰσχύνης καὶ παραπτωμάτων, διὰ τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ· αὐτὸς γάρ ἐστιν ὁ μόνος ἀναμάρτητος, φανεὶς ἐπὶ τῆς γῆς 1· [Ο ἱερεὺς ἐκφωνεῖ] Δι ̓ οὗ καὶ ἡμῖν καὶ αὐτοῖς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος,

Litany.

d

̔Ο λαός. ̓́Ανες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια, τὰ ἀκούσια· τὰ ἐν ἔργῳ καὶ λόγῳ· τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· τὰ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ· τὰ κατὰ νοῦν καὶ διάνοιαν· τὰ πάντα ἡμῖν συγχώρησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος,

̔Ο ἱερεύς. Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ ̓ οὗ εὐλογητὸς εἶ καὶ δεδοξασμένος, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.

̔Ο λαός. ̓Αμήν.

̔Ο ἱερεύς. Εἰρήνη πᾶσιν.

̔Ο λαός. Καὶ τῷ πνεύματί σου.

̔Ο διάκονος.

Ετι καὶ διὰ παντὸς ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων, ἐπουρανίων, ἀῤῥήτων, ἀχράντων, ἐνδόξων, φοβερῶν, φρικτῶν, θείων δώρων Κυρίῳ τῷ Θεῷ δεηθῶμεν.

Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον, νοερόν, καὶ πνευματικὸν αὐτοῦ θυσιαστήριον

1 At this point in the common text occurs the following suffrage from the Deacon's Litany, with response:—

Ὁ διάκονος. Καὶ ὑπὲρ εἰρήνης καὶ εὐσταθείας παντὸς κόσμου καὶ τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν, καὶ ὑπὲρ ὧν ἕκαστος προσήνεγκεν, ἢ κατὰ διάνοιαν ἔχει, καὶ τοῦ περιεστῶτος λαοῦ, καὶ πάντων καὶ πασῶν.

Ὁ λαός. Καὶ πάντων καὶ πασῶν.

It is however clearly misplaced.

2 οὗ. The common text gives ὧν, probably by assimilation to the terminations of πάντων καὶ πασῶν, which there immediately precede it. In any case v is unintelligible.

εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν XVI. d χάριν καὶ τὴν δωρεὰν τοῦ παναγίου Πνεύματος, δεηθῶμεν

Τὴν ἑνότητα τῆς πίστεως, καὶ τὴν κοινωνίαν τοῦ παναγίου αὐτοῦ καὶ προσκυνητοῦ Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. ̔Ο λαός. ̓Αμήν.

̔Ο ἱερεὺς ἐπεύχεται.

e

Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Preface to Ἰησοῦ Χριστοῦ, ὁ μεγαλώνυμος Κύριος, ἡ μακαρία φύσις, ἡ Prayer. ἄφθονος ἀγαθότης, ὁ πάντων Θεὸς καὶ Δεσπότης, ὁ ὢν εὖλο

IO.

γητὸς εἰς τοὺς αἰῶνας, ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ, καὶ δοξα- Ps. xcix. 1. ζόμενος ὑπὸ τῶν σεραφίμ, ᾧ παρεστήκασι χίλιαι χιλιάδες καὶ Cf. Dan. vii. μύριαι μυριάδες ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων στρατιαί, τὰ μὲν προσενεχθέντα σοι δῶρα, δόματα, καρπώματα, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς προσεδέξω, καὶ ἁγιάσαι καὶ τελειῶσαι κατηξίωσας, ἀγαθέ, τῇ χάριτι τοῦ Χριστοῦ σου, καὶ τῇ ἐπιφοιτήσει τοῦ παναγίου σου Πνεύματος· ἁγίασον, Δέσποτα, καὶ τὰς ἡμετέρας ψυχὰς καὶ σώματα καὶ τὰ πνεύματα, καὶ ψηλάφησον τὰς διανοίας, καὶ ἀνάκρινον τὰς συνειδήσεις, καὶ ἔκβαλον ἀφ ̓ ἡμῶν πᾶσαν ἔννοιαν πονηράν, πάντα λογισμὸν ἀσελγῆ, πᾶσαν ἐπιθυμίαν αἰσχράν, πάντα λογισμὸν ἀπρεπῆ, πάντα φθόνον καὶ τῦφον καὶ ὑπόκρισιν, πᾶν ψεῦδος, πάντα δόλον, πάντα περισπασμὸν βιωτικόν, πᾶσαν πλεονεξίαν, πᾶσαν κενοδοξίαν, πᾶσαν ῥᾳθυμίαν, πᾶσαν κακίαν, πάντα θυμόν, πᾶσαν ὀργήν, πᾶσαν μνησικακίαν, πᾶσαν βλασφημίαν, πᾶσαν κίνησιν σαρκός τε καὶ πνεύματος ἀπηλλοτριωμένην τοῦ θελήματος τῆς ἁγιότητός σου· [Ἐκφώνησις] Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα φιλάνθρωπε, μετὰ παῤῥησίας, ἀκατακρίτως, ἐν καθαρᾷ καρδίᾳ, ψυχῇ συντετριμμένῃ, ἀνεπαισχύντῳ προσώπῳ, ἡγιασμένοις χείλεσι, τολμᾶν ἐπικαλεῖσθαί σε τὸν ἐν τοῖς οὐρανοῖς ἅγιον Θεὸν Πατέρα, καὶ λέγειν,

̔Ο λαός. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά f σου· καὶ τὰ ἑξῆς.

THE LORD'S

PRAYER.

̔Ο ἱερεὺς ἐπικλινόμενος λέγει·

Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, Κύριε, Κύριε τῶν The Embo

lismus.

« PoprzedniaDalej »