Obrazy na stronie
PDF
ePub

X. d ἐγχειροῦντάς σου τῇ φοβερᾷ ταύτῃ καὶ ἀναιμάκτῳ θυσίᾳ· οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν πεποιθότες ἐσμέν, ἀλλ ̓ ἐπὶ τῷ ἐλέει σου τῷ ἀγαθῷ, δι ̓ οὗ τὸ γένος ἡμῶν περιποιῇ· ἱκετεύομεν καὶ παρακαλοῦμεν τὴν σὴν ἀγαθότητα, ἵνα μὴ γένηται εἰς κατάκριμα τῷ λαῷ σου τὸ οἰκονομηθὲν ἡμῖν τοῦτο πρὸς σωτηρίαν μυστήριον, ἀλλ ̓ εἰς ἐξάλειψιν ἁμαρτιῶν, εἰς ἀνανέωσιν ψυχῶν καὶ σωμάτων, εἰς εὐαρέστησίν σου τοῦ Θεοῦ καὶ Πατρός, ἐν ἐλέει καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ ̓ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας.

Κύριε ὁ Θεός, ὁ κτίσας ἡμᾶς καὶ ἀγαγὼν εἰς τὴν ζωήν, ὁ ὑποδείξας ἡμῖν ὁδοὺς εἰς σωτηρίαν, ὁ χαρισάμενος ἡμῖν οὐρανίων μυστηρίων ἀποκάλυψιν, καὶ θέμενος ἡμᾶς εἰς τὴν διακονίαν ταύτην ἐν τῇ δυνάμει τοῦ παναγίου σου Πνεύματος, εὐδόκησον, 2 Cor. iii. 6. δέσποτα, γενέσθαι ἡμᾶς διακόνους τῆς καινῆς σου διαθήκης, λειτουργοὺς τῶν ἀχράντων σου μυστηρίων· καὶ πρόσδεξαι ἡμᾶς προσεγγίζοντας τῷ ἁγίῳ σου θυσιαστηρίῳ κατὰ τὸ πλῆθος τοῦ Heb. ix. 9, 7. ἐλέους σου, ἵνα ἄξιοι γενώμεθα τοῦ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπέρ τε ἑαυτῶν καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· καὶ δὸς ἡμῖν, Κύριε, μετὰ παντὸς φόβου καὶ συνειδήσεως καθαρᾶς προσκομίσαι σοι τὴν πνευματικὴν ταύτην καὶ ἀναίμακτον θυσίαν· ἣν προσδεξάμενος εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ παναγίου σου Πνεύματος· καὶ ὁ Θεὸς ἐπίRom. xii. v. βλεψον ἐφ' ἡμᾶς, καὶ ἔπιδε ἐπὶ τὴν λογικὴν λατρείαν ἡμῶν ταύτην, καὶ πρόσδεξαι αὐτήν, ὡς προσεδέξω ̓́Αβελ τὰ δῶρα, Νῶε τὰς θυσίας, Μωσέως καὶ ̓Ααρὼν τὰς ἱερωσύνας, Σαμουὴλ τὰς εἰρηνικάς, Δαβὶδ τὴν μετάνοιαν, Ζαχαρίου τὸ θυμίαμα· ὡς προσεδέξω ἐκ χειρὸς τῶν ἀποστόλων σου τὴν ἀληθινὴν ταύτην λατρείαν, οὕτω πρόσδεξαι καὶ ἐκ χειρῶν ἡμῶν τῶν ἁμαρτωλῶν τὰ προκείμενα δῶρα ταῦτα ἐν τῇ χρηστότητί σου· καὶ δὸς γενέσθαι τὴν προσφορὰν ἡμῶν εὐπρόσδεκτον, ἡγιασμένην ἐν Πνεύματι ἁγίῳ, εἰς ἐξίλασμα τῶν ἡμετέρων πλημμελημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, καὶ εἰς ἀνάπαυσιν τῶν προκεκοιμημένων ψυχῶν· ἵνα καὶ ἡμεῖς οἱ ταπεινοὶ καὶ ἁμαρτωλοὶ καὶ ἀνάξιοι

Io

e

δοῦλοί σου, καταξιωθέντες ἀδόλως λειτουργεῖν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, λάβωμεν τὸν μισθὸν τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων, καὶ εὕρωμεν χάριν καὶ ἔλεος ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ τῆς ἀνταποδόσεώς σου τῆς δικαίας καὶ ἀγαθῆς.

Χ. e

Εὐχὴ τοῦ καταπετάσματος.

f

20.

Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι ἔδωκας ἡμῖν Prayer of the παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων σου, ἣν ἀνεκαίνισας ἡμῖν ὁδὸν Heb. x. 19, πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος τῆς σαρκὸς τοῦ Χριστοῦ σου· καταξιωθέντες οὖν εἰσελθεῖν εἰς τόπον σκηνώματος δόξης σου, ἔσω τε γενέσθαι τοῦ καταπετάσματος, καὶ τὰ ἅγια τῶν ἁγίων κατοπτεῦσαι, προσπίπτομεν τῇ σῇ ἀγαθότητι· Δέσποτα, ἐλέησαι ἡμᾶς· ἐπειδὴ ἔμφοβοι καὶ ἔντρομοί ἐσμεν, μέλλοντες παρεστάναι τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ προσφέρειν Heb. ix. 7. τὴν φοβερὰν ταύτην καὶ ἀναίμακτον θυσίαν ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· ἐξαπόστειλον, ὁ Θεός, τὴν χάριν σου τὴν ἀγαθήν, καὶ ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ τὰ πνεύματα· καὶ ἀλλοίωσον ἡμῶν τὰ φρονήματα πρὸς εὐσέβειαν, ἵνα ἐν καθαρῷ συνειδότι προσφέρωμέν σοι ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως. [Εκφώνησις] Ἐλέει καὶ Heb. xiii. 15. φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ ̓ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί.

̔Ο λαός. ̓Αμήν.

̔Ο ἱερεύς. Εἰρήνη πᾶσιν.

̔Ο διάκονος. Στῶμεν εὐλαβῶς, στῶμεν μετὰ φόβου Θεοῦ καὶ g κατανύξεως· πρόσχωμεν τῇ ἁγίᾳ ἀναφορᾷ, εἰρήνην τῷ Θεῷ προσφέρειν.

̔Ο λαός. ̓́Ελεον εἰρήνης, θυσίαν αἰνέσεως.

̔Ο ἱερεύς.

Καὶ τὰ περικείμενα τῇ ἱερᾷ ταύτῃ τελετῇ συμβολικῶς ἀμφιάσματα τῶν αἰνιγμάτων ἀνακαλύψας, τηλαυγῶς ἡμῖν ἀνάδειξον· καὶ τὰς νοερὰς ἡμῶν ὄψεις τοῦ ἀπεριλήπτου φωτὸς πλήρωσον, καὶ καθάρας τὴν πτωχείαν ἡμῶν ἀπὸ παντὸς μολυσμοῦ 2 Cor. vii. r. σαρκὸς καὶ πνεύματος, ἀξίαν ἀπέργασαι τῆς φοβερᾶς ταύτης καὶ φρικτῆς παραστάσεως· ὅτι ὑπερεύσπλαγχνος καὶ ἐλεήμων Θεὸς

h

X. h ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν καὶ τὴν εὐχαριστίαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς

τοὺς αἰῶνας.

The Anaphora.

XI. a

Cf. 2 Cor. x111. 14. Benediction.

Sursum
Corda.

b

EUCHARIS-
TIC PRE-
FACE.

Εἶτα ἐπεύχεται ὁ ἱερεύς.

22, 23.

Ως ἀληθῶς ἄξιόν ἐστι καὶ δίκαιον, πρέπον τε καὶ ὀφειλόμενον, σὲ αἰνεῖν, σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ προσκυνεῖν, σὲ δοξολογεῖν, σοὶ εὐχαριστεῖν τῷ πάσης κτίσεως ὁρατῆς τε καὶ ἀοράτου δημιουργῷ, τῷ θησαυρῷ τῶν αἰωνίων ἀγαθῶν, τῇ πηγῇ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τῷ πάντων Θεῷ καὶ Δεσπότῃ· ὃν ὑμνοῦσιν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ πᾶσα ἡ δύναμις αὐτῶν· ἥλιός τε καὶ σελήνη, καὶ πᾶς ὁ τῶν ἄστρων χορός· γῆ, θάλασσα, καὶ Cf. Heb. xii. πάντα τὰ ἐν αὐτοῖς· Ιερουσαλὴμ ἡ ἐπουράνιος πανήγυρις, ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν τοῖς οὐρανοῖς· πνεύματα δικαίων καὶ προφητῶν· ψυχαὶ μαρτύρων καὶ ἀποστόλων· ἄγγελοι, ἀρχάγγελοι, θρόνοι, κυριότητες, ἀρχαί τε καὶ ἐξουσίαι καὶ δυνάμεις φοβεραί, καὶ τὰ χερουβὶμ πολυόμματα καὶ τὰ ἑξαπτέρυγα cr. Isa. vi. σεραφίμ, ἃ ταῖς μὲν δυσὶ πτέρυξι κατακαλύπτει τὰ πρόσωπα ἑαυτῶν, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶν ἱπτάμενα, κέκραγεν ἕτερον πρὸς ἕτερον ἀκαταπαύστοις στόμασιν, ἀσιγήτοις δοξολογίαις, [Ἐκφώνησις] τὸν ἐπινίκιον ὕμνον τῆς μεγαλοπρεποῦς σου δόξης λαμπρᾷ τῇ φωνῇ ᾄδοντα, βοῶντα, δοξολογοῦντα, κεκραγότα, καὶ λέγοντα·

2, 3.

̔Ο λαός. ̔́Αγιος, ἅγιος, ἅγιος Κύριε σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Col. i. 16.

XII. THE TRI

UMPHAL

HYMN.
Isa. vi. 3.
Matt. xxi. 9.
Cf. Ps. cxviii.

26.

XIII. a

Recital of the work of Redemption.

Εἶτα ἐκφωνεῖ ̇

Ἡ ἀγάπη τοῦ Κυρίου καὶ Πατρός, ἡ χάρις τοῦ Κυρίου καὶ Υἱοῦ, καὶ ἡ κοινωνία καὶ ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ἡμῶν.

̔Ο λαός. Καὶ μετὰ τοῦ πνεύματός σου.

̔Ο ἱερεύς. ̓́Ανω σχῶμεν τὸν νοῦν καὶ τὰς καρδίας.

̔Ο λαός. *Αξιον καὶ δίκαιον.

̔Ο ἱερεὺς σφραγίζων τὰ δῶρα λέγει

̔́Αγιος εἶ, βασιλεῦ τῶν αἰώνων, καὶ πάσης ἁγιωσύνης Κύριος καὶ δωτήρ· ἅγιος καὶ ὁ μονογενής σου Υἱός, ὁ Κύριος ἡμῶν

26 ; ii. 7.

Ἰησοῦς Χριστός, δι ̓ οὗ τὰ πάντα ἐποίησας· ἅγιον δὲ καὶ τὸ ΧΙΙΙ. a Πνεῦμά σου τὸ ἅγιον, τὸ ἐρευνῶν τὰ πάντα, καὶ τὰ βάθη σου τοῦ r Cor. ii. 1o. Θεοῦ· ἅγιος εἶ, παντοκράτορ, παντοδύναμε, ἀγαθέ, φοβερέ, εὔσπλαγχνε, ὁ συμπαθὴς μάλιστα περὶ τὸ πλάσμα τὸ σόν· ὁ ποιήσας ἀπὸ γῆς ἄνθρωπον κατ ̓ εἰκόνα σὴν καὶ ὁμοίωσιν· ὁ Cf. Gen. i. χαρισάμενος αὐτῷ τὴν τοῦ παραδείσου ἀπόλαυσιν· παραβάντα δὲ τὴν ἐντολήν σου, καὶ ἐκπεσόντα, τοῦτον οὐ παρεῖδες, οὐδὲ ἐγκατέλιπες, ἀγαθέ, ἀλλ ̓ ἐπαίδευσας αὐτὸν ὡς εὔσπλαγχνος πατήρ, ἐκάλεσας αὐτὸν διὰ νόμου, ἐπαιδαγώγησας αὐτὸν διὰ τῶν προφητῶν· ὕστερον δὲ αὐτὸν τὸν μονογενῆ σου Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐξαπέστειλας εἰς τὸν κόσμον, ἵνα ἐλθὼν τὴν σὴν ἀνανεώσῃ καὶ ἀνεγείρῃ εἰκόνα· ὃς κατελθὼν ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθεὶς ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ θεοτόκου, συναναστραφείς τε τοῖς ἀνθρώποις, πάντα ᾠκονόμησε πρὸς σωτηρίαν τοῦ γένους ἡμῶν· μέλλων δὲ τὸν ἑκούσιον καὶ ζωοποιὸν διὰ σταυροῦ θάνατον ὁ ἀναμάρτητος THE INSTIὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν καταδέχεσθαι, ἐν τῇ νυκτὶ ᾧ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας, [Εἶτα ὁ ἱερεὺς τῇ χειρὶ τὸν ἄρτον κατασχὼν λέγει] λαβὼν τὸν ἄρτον ἐπὶ τῶν ἁγίων καὶ ἀχράντων καὶ ἀμώμων καὶ ἀθανάτων αὐτοῦ χειρῶν, ἀναβλέψας εἰς τὸν οὐρανόν, καὶ ἀνα- Cf. Matte δείξας σοὶ τῷ Θεῷ καὶ Πατρί, εὐχαριστήσας, ἁγιάσας, κλάσας, ἔδωκεν ἡμῖν τοῖς αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις 1, διάκονοι· “Εἰς εἰπών, [Εἶτα ἐκφωνεῖ] Λάβετε, φάγετε" τοῦτό μου Cf. Luke ἄφεσιν ἁμαρ ἐστὶ τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον καὶ διδό- 1 Cor. xi. 24. ζωὴν αἰώνιον. μενον εἰς ἄφεσιν ἁμαρτιῶν. [Εἶτα λαμβάνει τὸ πο

TUTION.

xiv. 19, &c.

1 Λέγουσιν οἱ

xxii. 19.

I

2'0

25.

λαός· τήριον, καὶ λέγει'] Ωσαύτως μετὰ τὸ δειπνῆσαι, Cf. r Cor. xi. ̓Αμήν. λαβῶν τὸ ποτήριον, καὶ κεράσας ἐξ οἴνου καὶ ὕδατος, καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, καὶ ἀναδείξας σοὶ τῷ Θεῷ καὶ Πατρί, εὐχαριστήσας, ἁγιάσας, εὐλογήσας, πλήσας Πνεύματος ἁγίου, ἔδωκεν ἡμῖν τοῖς αὐτοῦ μαθηταῖς εἰπών, Πίετε Cf. Matt. ἐξ αὐτοῦ πάντες· τοῦτό μου ἐστὶ τὸ αἷμα, τὸ τῆς καινῆς διαθήλαός· κης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχεόμενον, καὶ δια

xxvi. 27, 28.

3 '0

26.

̓Αμήν. διδόμενον εἰς ἄφεσιν ἁμαρτιῶν 3. Τοῦτο ποεῖτε εἰς Cf. 1 Cor. xi. τὴν ἐμὴν ἀνάμνησιν· ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον,

XIII. a καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καταγγέλλετε, καὶ τὴν ἀνάστασιν αὐτοῦ ὁμολογεῖτε, ἄχρις οὗ ἔλθῃ.

Λέγουσιν οἱ διάκονοι·

b.

Confession of
Faith.

XIV.

THE GREAT
OBLATION.

̔Ο ἱερεύς.

Μεμνημένοι οὖν καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ τῶν ζωοποιῶν αὐτοῦ παθημάτων, τοῦ σωτηρίου σταυροῦ, καὶ τοῦ θανάτου καὶ τῆς τριημέρου ἐκ νεκρῶν ἀναστάσεως, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, καὶ τῆς ἐκ δεξιῶν σου τοῦ Θεοῦ καὶ Πατρὸς καθέδρας, καὶ τῆς δευτέρας ἐνδόξου καὶ φοβερᾶς αὐτοῦ παρουσίας, ὅταν ἔλθῃ μετὰ Rom. ii. 6. δόξης κρῖναι ζῶντας καὶ νεκρούς, ὅταν μέλλῃ ἀποδιδόναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, προσφέρομέν σοι, Δέσποτα, τὴν φοβερὰν Ps. cii. 1o. ταύτην καὶ ἀναίμακτον θυσίαν, δεόμενοι ἵνα μὴ κατὰ τὰς ἁμαρτίας ἡμῶν ποιήσῃς μεθ ̓ ἡμῶν, μηδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταποδώσῃς ἡμῖν· ἀλλὰ κατὰ τὴν σὴν ἐπιείκειαν καὶ ἄφατόν σου φιλανθρωπίαν, ὑπερβὰς καὶ ἐξαλείψας τὸ καθ ̓ ἡμῶν χειρόγραφον τῶν σῶν ἱκετῶν, χαρίσῃ ἡμῖν τὰ ἐπουράνια καὶ αἰώνιά σου 1 Cor. ii. 9. δωρήματα, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασας, ὁ Θεός, τοῖς ἀγαπῶσί σε· καὶ μὴ δι ̓ ἐμέ καὶ διὰ τὰς ἑμὰς ἁμαρτίας ἀθετήσῃς τὸν λαόν, φιλάνθρωπε Κύριε.

Col. ii. 14.

Πιστεύομεν καὶ ὁμολογοῦμεν.

Ὁ λαός. Τὸν θάνατόν σου, Κύριε, καταγγέλλομεν, καὶ τὴν ἀνάστασίν σου ὁμολογοῦμεν.

XV.

THE INVO-
CATION.

Εἶτα λέγει ἐκ τρίτου

̔Ο γὰρ λαός σου καὶ ἡ ἐκκλησία σου ἱκετεύουσί σε.

̔Ο λαός. Ἐλέησον ἡμᾶς, Κύριε ὁ Θεός, ὁ πατὴρ ὁ παντοκράτωρ.

Πάλιν λέγει ὁ ἱερεύς"

Ἐλέησον ἡμᾶς, ὁ Θεὸς ὁ παντοκράτωρ.

Ἐλέησον ἡμᾶς, ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν.

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ ἐξαπόστειλον ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα τὸ Πνεῦμά σου τὸ πανάγιον, [Εἶτα κλίνας τὸν αὐχένα λέγει] τὸ κύριον καὶ

« PoprzedniaDalej »