Obrazy na stronie
PDF
ePub

LITURGIA SANCTI JACOBI

GRAECORUM.

Ὁ ἱερεύς.

1 PREPA

RATORY

13.

Ἐν πλήθει ἁμαρτιῶν μεμολυσμένον με μὴ ἐξουδενώσῃς, δέσε PRAYERS. ποτα Κύριε ὁ Θεὸς ἡμῶν· ἰδοὺ γὰρ προσῆλθον τῷ θείῳ τούτῳ α Apologia of καὶ ἐπουρανίῳ μυστηρίῳ σου, οὐχ ὡς ἄξιος ὑπάρχων· ἀλλ ̓ εἰς the Priest. τὴν σὴν ἀφορῶν ἀγαθότητα, ἀφίημί σοι τὴν φωνήν, ὁ Θεὸς Luke xvii. ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· ήμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν Luke xv. 18. σου, καὶ οὐκ εἰμὶ ἄξιος ἀντοφθαλμῆσαι τῇ ἱερᾷ σου ταύτῃ καὶ πνευματικῇ τραπέζῃ, ἐφ' ἡ ὁ μονογενής σου Υἱὸς καὶ Κύριος ἡμῶν Ἰησοὺς Χριστὸς ἐμοὶ τῷ ἁμαρτωλῷ, καὶ πάσῃ κηλῖδι κατεστιγμένῳ, μυστικῶς πρόκειται εἰς θυσίαν. Διὸ ταύτην σοι τὴν ἱκεσίαν καὶ εὐχαριστίαν προσάγω, τοῦ καταπεμφθῆναι μοι τὸ Πνεῦμά σου τὸ Παράκλητον ἐνισχύον καὶ καταρτιζόν με πρὸς τὴν λειτουργίαν ταύτην καὶ τὴν παρὰ σοῦ μοι τῷ λαῷ ἐπαγγελθεῖσαν φωνήν ἀκατακρίτως ταύτην ἀποφθέγξασθαι καταξίωσον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ ̓ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ καὶ ὁμοουσίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ̓Αμήν.

Εὐχὴ τῆς παραστάσεως.

b On approach

Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, τῷ τρια- ug the anar δικῷ καὶ ἑνιαίῳ φωτὶ τῆς θεότητος, τῆς ἐν τριάδι μοναδικῶς ὑπαρχούσης, καὶ διαιρουμένης ἀδιαιρέτως τριὰς γὰρ εἰς Θεὸς

1 There is no order in these nine Prayers; nor can they possibly have been all intended to be used on any one occasion.

Ps. xix. I.

Prayer of
Incense.

Isa. vi. 7.

d

For the congregation.

παντοκράτωρ, οὗ τὴν δόξαν οἱ οὐρανοὶ διηγοῦνται, ἡ δὲ γῆ τὴν αὐτοῦ δεσποτείαν, καὶ ἡ θάλασσα τὸ αὐτοῦ κράτος, καὶ πᾶσα αἰσθητὴ καὶ νοητὴ κτίσις τὴν αὐτοῦ μεγαλειότητα κηρύττει πάντοτε· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμή, κράτος, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

Εὐχὴ τοῦ θυμιάματος τῆς εἰσόδου τῆς ἐνάρξεως.

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὦ Θεοῦ Λόγε, ὁ ἐκουσίως ἑαυτὸν θυσίαν ἄμωμον ἐπὶ σταυροῦ τῷ Θεῷ καὶ Πατρὶ προσαγαγών, ὁ διφυής ἄνθραξ, ὁ τῇ λαβίδι τῶν τοῦ προφήτου χειλέων ἁψάμενος, καὶ τὰς ἁμαρτίας αὐτοῦ ἀφελόμενος, ἅψαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τῶν αἰσθήσεων, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ παράστησον ἡμᾶς ἁγνοὺς τῷ ἁγίῳ σου θυσιαστηρίῳ τοῦ προσενέγκαι σοι θυσίαν αἰνέσεως· καὶ πρόσδεξαι ἀφ ̓ ἡμῶν τῶν ἀχρείων δούλων σου τὸ παρὸν θυμίαμα, εἰς ὀσμὴν εὐωδίας καὶ εὐωδίασον ἡμῶν τὸ δυσῶδες τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ ἁγίασον ἡμᾶς τῇ ἁγιαστικῇ δυνάμει τοῦ παναγίου σου Πνεύ ματος· σὺ γὰρ εἶ μόνος ἅγιος, ὁ ἁγιάζων καὶ τοῖς πιστοῖς μεταδιδόμενος· καὶ πρέπει σοὶ ἡ δόξα σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

Εὐχὴ τῆς ἐνάρξεως.

Εὐεργέτα βασιλεῦ τῶν αἰώνων, καὶ τῆς κτίσεως ἁπάσης δημιουργέ, πρόσδεξαι προσιοῦσάν σοι διὰ τοῦ Χριστοῦ σου τὴν ἐκκλησίαν σου· ἑκάστῳ τὸ συμφέρον ἐκπλήρωσον· ἄγαγε πάντας εἰς τελειότητα, καὶ ἀξίους ἡμᾶς ἀπέργασαι τῆς χάριτος τοῦ ἁγιασμοῦ σου, ἐπισυνάγων ἡμᾶς ἐν τῇ ἁγίᾳ σου ἐκκλησίᾳ, ἣν Cf. Acts. xx. περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ ̓ οὗ εὐλογητὸς εἶ καὶ δεδοξασμένος σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Αμήν.

28.

Another

Prayer of
Incense.

Ὁ διάκονος. Ετι τοῦ Κυρίου δεηθῶμεν.

Ὁ ἱερεύς, εὐχὴν τοῦ θυμιάματος τῆς εἰσόδου τῆς συνάξεως.

Ὁ Θεὸς ὁ προσδεξάμενος ̓Αβὲλ τὰ δῶρα, Νῶς καὶ ̓Αβραὰμ

τὴν θυσίαν, Ααρὼν καὶ Ζαχαρίου τὸ θυμίαμα, πρόσδεξαι καὶ ἐκ χεῖρος ἡμῶν τῶν ἁμαρτωλῶν τὸ θυμίαμα τοῦτο εἰς ὀσμὴν εὐω δίας καὶ ἄφεσιν τῶν ἁμαρτιῶν ἡμῶν, καὶ παντὸς τοῦ λαοῦ σοῦ, ὅτι εὐλογημένος ὑπάρχεις, καὶ πρέπει σοὶ ἡ δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί.

Ὁ διάκονος. Κύριε, εὐλόγησον.

Ὁ ἱερεὺς ἐπεύχεται.

Ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστός, ὁ δι ̓ ὑπερβολὴν ἀγαθότητος καὶ ἀκατάσχετον ἔρωτα σταυρωθείς, καὶ λόγχῃ καὶ ἥλοις παρῆναι μὴ ἀπανηνάμενος· ὁ τὴν κρυφίαν καὶ ἐπίφοβον ταύτην τελετήν εἰς ἀνάμνησιν αἰωνίαν ἡμῖν ἐκτενῆ παρασχό μενος εὐλογήσαι τὴν ἐν Χριστῷ τῷ Θεῷ διακονίαν σου, καὶ εὐλογήσαι τὴν εἴσοδον ἡμῶν, καὶ ἐντελῶς τελειώσαι τὴν παράστασιν τῆς λειτουργίας ἡμῶν ταύτης, τῇ ἀφάτῳ αὐτοῦ εὐσπλαγχνίᾳ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

Εὐχὴ ἀποκριτικὴ παρὰ τοῦ διακόνου.

f

For the clergy on preparing

to enter.

g

Ὁ Κύριος εὐλογήσαι καὶ ἀξιώσαι ἡμᾶς σεραφικῶς δωροφο Responsory ρῆσαι, καὶ προσῆσαι τὴν πολυύμνητον ᾠδὴν τοῦ ἐνθεαστικοῦ καὶ Deacon. τρισαγίου, τῷ ἀνενδεεῖ καὶ ὑπερπλήρει πάσης τῆς ἁγιαστικῆς τελειότητος, νῦν καὶ ἀεί.

Εἶτα ἄρχεται ἀειδεῖν ὁ διάκονος ἐν τῇ εἰσόδῳ.

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπή σας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

h

Introit.

Ὁ ἱερεὺς λέγει τὴν εὐχὴν ταύτην ἀπὸ τῶν πυλῶν ἕως τοῦ θυσια- Κ στηρίου.

Priest's

Prayer on

Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μεγαλώνυμος Κύριος, ὁ δοὺς ἡμῖν entering. εἴσοδον εἰς τὰ ἅγια τῶν ἁγίων διὰ τῆς ἐπιδημίας τοῦ μονογενοῦς σοῦ Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἱκετεύομεν καὶ παρακαλοῦμεν τὴν σὴν ἀγαθότητα, ἐπειδὴ

ν. 23.

ἔμφοβοι καὶ ἔντρομοί ἐσμεν, μέλλοντες παρεστάναι τῷ ἁγίῳ σου θυσιαστηρίῳ, ἐξαπόστειλον ἐφ' ἡμᾶς, ὁ Θεὸς, τὴν χάριν σου τὴν Cf. : Thess. ἀγαθήν, καὶ ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ τὰ πνεύματα, καὶ ἀλλοίωσον τὰ φρονήματα ἡμῶν πρὸς εὐσέβειαν, ἵνα ἐν καθαρῷ συνειδότι προσφέρωμεν σοι δῶρα, δόματα, καρπώματα, εἰς ἀθέτησιν τῶν ἡμετέρων πλημμελημάτων, καὶ εἰς ἱλασμὸν παντὸς τοῦ λαοῦ σοῦ, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενούς σου Υἱοῦ, μεθ ̓ οὗ εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

[blocks in formation]

Μετὰ τὸ εἰσελθεῖν εἰς τὸ θυσιαστήριον λέγει ὁ ἱερεύς

Εἰρήνη πᾶσιν.

Ο λαός Καὶ τῷ πνεύματί σου.

Ὁ ἱερεύς.

Ὁ Κύριος εὐλογήσαι πάντας ἡμᾶς καὶ ἁγιάσαι ἐπὶ τῇ εἰσόδῳ καὶ ἱερουργίᾳ τῶν θείων καὶ ἀχράντων μυστηρίων, καὶ τὰς μακαρίας ψυχὰς 1 ἀναπαύων μετὰ ἁγίων καὶ δικαίων, τῇ αὑτοῦ χάριτι καὶ φιλανθρωπία, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

Εἶτα λέγει ὁ διάκονος συναπτήν.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ Θεοῦ φιλανθρωπίας καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, καὶ ἑνώσεως πασῶν τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ ἀφέσεως τῶν ἁμαρτιῶν καὶ συγχωρήσεως τῶν πλημμελημάτων ἡμῶν, καὶ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου, καὶ ἀνάγκης, καὶ ἐπαναστάσεως ἐχθρῶν, τοῦ Κυρίου δεηθῶμεν.

Εἶτα οἱ ψάλται τὸν τρισάγιον ψάλλουσιν ὕμνον.

̔́Αγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

1 This should probably be ἀναπαύσαι, the participle belonging to the similar prayer below.

Καὶ ὁ ἱερεὺς ἐπεύχεται ἐπικλινόμενος.

II.

Trisagion.

I

passim.

Οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε καὶ ἀληθινὴ Prayer of the Κύριε, ἐπίβλεψον ἐξ ἑτοίμου κατοικητηρίου σου, καὶ ἐπάκουσον - Kings viii. ἡμῶν τῶν σῶν ἱκετῶν, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς πειρασμοῦ διαβολικοῦ τε καὶ ἀνθρωπίνου, καὶ μὴ ἀποστήσῃς ἀφ ̓ ἡμῶν τὴν σὴν βοήθειαν, μηδὲ βαρυτέρας τῆς ἡμετέρας δυνάμεως παιδείας ἐπαγάγῃς ἡμῖν· ἡμεῖς γὰρ οὐχ ἱκανοὶ πρὸς τὸ νικᾶν τὰ ἀντιπίπτοντα· σὺ δὲ δυνατὸς εἶ, Κύριε, εἰς τὸ σώζειν ἐκ πάντων τῶν ἐναντιωμάτων· σῶσον ἡμᾶς, ὁ Θεός, ἐκ τῶν δυσχερῶν τοῦ κόσμου τούτου κατὰ τὴν χρηστότητά σου, ὅπως εἰσελθόντες ἐν καθαρᾷ συνειδήσει πρὸς τὸ ἅγιόν σου θυσιαστήριον, τὸν μακά- ριον καὶ τρισάγιον ὕμνον, σὺν ταῖς ἐπουρανίαις δυνάμεσιν, ἀκατακρίτως ἀναπέμπωμέν σοι· καὶ τὴν εὐάρεστόν σοι καὶ θείαν ἐπιτελέσαντες λειτουργίαν, καταξιωθῶμεν τῆς αἰωνίου ζωῆς. [Εκφώνησις] Ὅτι ἅγιος εἶ, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις κατοικεῖς καὶ ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν καὶ τὸν τρισάγιον ὕμνον ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύ ματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ο λαός. Αμήν.

̔Ο ἱερεύς. Εἰρήνη πᾶσιν.

Ὁ λαός. Καὶ τῷ πνεύματί σου.

Οἱ ψάλται. Αλληλούϊα.

III.

Alleluia.

Εἶτα ἀναγινώσκεται διεξοδικώτατα τὰ ἱερὰ λόγια τῆς παλαιᾶς διαθήκης LECTIONS. καὶ τῶν προφητῶν, καὶ ἀποδείκνυται ἡ τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐνανθρώπησις, Sermon. τά τε πάθη καὶ ἡ ἐκ νεκρῶν ἀνάστασις, ἡ εἰς τοὺς οὐρανοὺς ἄνοδος, καὶ πάλιν ἡ δευτέρα αὐτοῦ μετὰ δόξης παρουσία· καὶ τοῦτο γίνεται καθ' ἑκάστην ἐν τῇ ἱερᾷ καὶ θείᾳ ἱερουργίᾳ.

Μετὰ δὲ τὸ ἀναγνῶναι καὶ διδάξαι λέγει ὁ διάκονος
Εἴπωμεν πάντες, 1 Κύριε ἐλέησον.

IV. a

Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν δεόμεθά σου, Bidding ἐπάκουσον.

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθώμεν.

1 The Κύριε ἐλέησον was repeated after each suffrage.

Prayer.

« PoprzedniaDalej »