Obrazy na stronie
PDF
ePub

XV. Χριστοῦ· ἵνα γένωνται πᾶσιν ἡμῖν τοῖς ἐξ αὐτῶν μεταλαμβάνουσιν, εἰς πίστιν, εἰς νῆψιν, εἰς ἴασιν, εἰς σωφροσύνην, εἰς ἁγιασμόν, εἰς ἐπανανέωσιν ψυχῆς, σώματος, καὶ πνεύματος, εἰς κοινωνίαν μακαριότητος ζωῆς αἰωνίου καὶ ἀφθαρσίας, εἰς δοξολογίαν τοῦ παναγίου σου ὀνόματος, εἰς ἄφεσιν ἁμαρτιῶν· ἵνα σοῦ καὶ ἐν τούτῳ, καθὼς καὶ ἐν παντί, δοξασθῇ καὶ ὑμνηθῇ καὶ ἁγιασθῇ τὸ πανάγιον καὶ ἔντιμον καὶ δεδοξασμένου σου ὄνομα σὺν Ἰησοῦ Χριστῷ καὶ ἁγίῳ Πνεύματι.

XVI.

Prefatory

Prayer.

а

Ὁ λαός. Ωσπερ ἦν καὶ ἐστίν.

Ὁ ἱερεύς. Εἰρήνη πᾶσιν.

Ὁ διάκονος. Προσεύξασθε.

̔Ο ἱερεὺς εὔχεται καθ ̓ ἑαυτόν.

Θεὲ φωτός, γεννήτορ ζωῆς, ἀρχηγέ χάριτος, ποιητὰ αἰώνων, θεμελιωτὰ γνώσεως, δωρητὰ σοφίας, θησαυρὲ ἁγιωσύνης, διδάσκαλε εὐχῶν καθαρῶν, ψυχῆς εὐεργέτα, ὁ τοῖς ὀλιγοψύχοις 1 Pet. i. 12. εἰς σὲ 1 πεποιθόσι διδοὺς ὁ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι· ὁ ἀναγαγὼν ἡμᾶς ἐξ ἀβύσσου εἰς φῶς, ὁ δοὺς ἡμῖν ἐκ θανάτου ζωήν, ὁ χαρισάμενος ἡμῖν ἐκ δουλείας ἐλευθερίαν, ὁ τὸ ἐν ἡμῖν σκότος τῆς ἁμαρτίας διὰ τῆς παρουσίας τοῦ μονογενούς σου Υἱοῦ λύσας, αὐτὸς καὶ νῦν, Δέσποτα Κύριε, διὰ τῆς ἐπιφοιτήσεως τοῦ παναγίου σου Πνεύματος, καταύγασον τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν, εἰς τὸ μεταλαβεῖν ἀκατακρίτως τῆς ἀθανάτου καὶ Cf. Thess. ἐπουρανίου ταύτης τροφῆς· καὶ ἁγίασον ἡμᾶς ὁλοτελῶς ψυχῇ, σώματι, καὶ πνεύματι, ἵνα μετὰ τῶν ἁγίων σου μαθητῶν καὶ ἀποστόλων εἴπωμεν σοὶ τὴν προσευχὴν ταύτην, τὸ

v. 23.

Matt. vi. 9.

b

THE LORD'S
PRAYER.

Embolismus.

Matt. vi. 13.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἑξῆς. (Ἐκφώνως) Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα φιλάνθρωπε Κύριε, μετὰ παῤῥησίας, ἀκατακρίτως, ἐν καθαρᾷ καρδίᾳ, ψυχῇ πεφωτισμένῃ, ἐν ἀπαισχύντῳ προσώπῳ, ἡγιασμένοις χείλεσι, τολμᾶν ἐπικαλεῖσθαί σε τὸν ἐν τοῖς οὐρανοῖς ἅγιον Θεὸν Πατέρα, καὶ λέγειν

Ο λαός.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, κ.τ.λ.

Ὁ ἱερεὺς εὔχεται.

Ναι Κύριε, Κύριε, μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ 1 Vulg. πεπειθῶσι.

ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Οἶδεν γὰρ ἡ πολλή σου εὐσπλαγ- XVI. c χνία, ὅτι οὐ δυνάμεθα ὑπενεγκεῖν διὰ τὴν πολλὴν ἡμῶν ἀσθέ

νειαν· ἀλλὰ ποίησον σὺν τῷ πειρασμῷ καὶ ἔκβασιν, τοῦ δύνασθαι 1 Cor. x. 13. ἡμᾶς ὑπενεγκεῖν. Σὺ γὰρ ἔδωκας ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω Luke x. 19. ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. [Εκφώνως] Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις.

Ο λαός. Αμήν.

Ὁ ἱερεύς. Εἰρήνη πᾶσιν.

Ο διάκονος. Τὰς κεφαλὰς ὑμῶν τῷ Ἰησοῦ κλίνατε.

Ο λαός. Σοί, Κύριε.

Ὁ ἱερεὺς ἐπεύχεται.

Prayer of

Access.

Δέσποτα Κύριε ὁ Θεός, ὁ παντοκράτωρ, ὁ καθήμενος ἐπὶ τῶν ἀ χερουβίμ, καὶ δοξαζόμενος ὑπὸ τῶν σεραφίμ· ὁ ἐξ ὑδάτων Humble οὐρανὸν σκευάσας, καὶ τοῖς τῶν ἀστέρων χοροῖς κατακοσμήσας ὁ ἐν ὑψίστοις ἀσωμάτους ἀγγέλων συστησάμενος στρατιὰς πρὸς ἀεννάους δοξολογίας· σοὶ ἐκλίναμεν τὸν αὐχένα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, τὸ τῆς δουλείας πρόσχημα σημαίνοντες, καὶ δεόμεθά σου, τὰς σκοτοειδεῖς τῆς ἁμαρτίας ἐφόδους ἐκ τῆς ἡμῶν διανοίας ἀπέλασον, καὶ ταῖς τοῦ ἁγίου σου Πνεύματος θεοείδεσιν αὐγαῖς τὸν ἡμέτερον νοῦν καταφαίδρυνον, ὅπως τῇ γνώσει σου πληθυνόμενοι, ἀξίως μετάσχοιμεν τῶν προκειμένων ἡμῖν ἀγαθῶν, τοῦ ἀχράντου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, συγχωρῶν ἡμῖν πᾶν εἶδος ἁμαρτιῶν, διὰ τὴν πολλὴν καὶ ἀνεξιχνίαστόν σου ἀγαθότητα, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ. [Εκφώνως] Δι ̓ οὗ καὶ μεθ ̓ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι.

Ὁ ἱερεύς. Εἰρήνη πᾶσιν.

Ὁ διάκονος. Μετά φόβου Θεοῦ.

Ὁ ἱερεὺς εὔχεται.

XVII, a

[? Elevation.]

Αγιε, ὕψιστε, φοβερέ, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, Κύριε, Isa. vii. 15. ἁγίασον ἡμᾶς τῷ λόγῳ τῆς σῆς χάριτος, καὶ τῇ ἐπιφοιτήσει τοῦ

1 From Lit. of S. James πρόσχωμεν is probably to be supplied.

XVII. & παναγίου σου Πνεύματος.

a

Lev. xi. 44. ἔσεσθε, ὅτι ἐγὼ ἅγιος εἰμί.

[merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small]

Σὺ γὰρ εἶπας, Δέσποτα, Αγιοι Κύριος ὁ Θεὸς ἡμῶν, ἀκατάληπτε Θεοῦ Λόγε, τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι ὁμοούσιε, συναΐδιε, καὶ σύναρχε, πρόσδεξαι τὸν ἀκήρατον ὕμνον, σὺν τοῖς χερουβὶμ καὶ σεραφίμ, καὶ παρ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου, ἐξ ἀναξίων μου χειλέων βοῶντα καὶ λέ

γοντα,

Ο λαός. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
̔Ο ἱερεὺς ἐκφώνως.

Τὰ ἅγια τοῖς ἁγίοις.

Ο λαός. Εἰς Πατὴρ ἅγιος, εἰς Υἱὸς ἅγιος, ἐν Πνεῦμα ἅγιον, εἰς ἑνότητα Πνεύματος ἁγίου. Αμήν.

Ὁ διάκονος. Ὑπὲρ σωτηρίας καὶ ἀντιλήψεως.

Ὁ ἱερεύς, σφραγίζων τὸν λαόν, ἐκφώνως.

Ὁ Κύριος μετὰ πάντων.

Καὶ κλᾷ ὁ ἱερεὺς τὸν ἄρτον καὶ λέγει,

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς [ἁγίοις, καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ].

Καὶ μελίζει ὁ ἱερεύς, λέγων τοῖς παροῦσιν

Ὁ Κύριος εὐλογήσει καὶ συνδιακονήσει, διὰ τῆς μεγάλης,

κ. τ. λ.

Καὶ λέγει ὁ ἱερεύς.

Κελεύετε.

Ὁ κλῆρος. Τὸ Πνεῦμα τὸ ἅγιον κελεύει καὶ ἁγιάζει.

Ὁ ἱερεύς. Ἰδοὺ ἡγίασται καὶ τετελείωται.

Ὁ κλῆρος. Εἷς Πατὴρ ἅγιος [τρίς.]

Καὶ λέγει ὁ ἱερεύς.

Ὁ Κύριος μετὰ πάντων.

Ὁ κλῆρος. Καὶ μετὰ τοῦ πνεύματός σου.
Ὁ ἱερεὺς λέγει. Αὐτὸς εὐλόγησεν αὐτόν.
Καὶ μεταλαμβάνει ὁ ἱερεύς.

Εὐχή.

Τῆς κατὰ φιλανθρωπίας, κ. τ. λ.

"Αλλως.

Ον τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τῆς πηγῆς, κ. τ. λ.

1 The common reading here is κλάνει, another non-existing word.

Καὶ ὅταν μεταδιδῷ τῷ κλήρῳ, λέγει

XVIII. Of Clergy.

Σώμα ἅγιον.

Καὶ εἰς τὸ ποτήριον λέγει·

Αἷμα τίμιον τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν.

Καὶ μετὰ τὸ πληρῶσαι, λέγει ὁ διάκονος

Ἐπὶ προσευχὴν στάθητε.

Ὁ ἱερεύς. Εἰρήνη πᾶσιν.

Ο διάκονος. Προσεύξασθε.

Of Laity.

ΧΙΧ. POST-COMMUNION.

Ὁ ἱερεὺς εὔχεται τὴν εὐχαριστίαν.

Thanks

Εὐχαριστοῦμέν σοι, Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ἐπὶ τῇ ε μεταλήψει τῶν ἁγίων, ἀχράντων, ἀθανάτων, καὶ ἐπουρανίων σου giving μυστηρίων, ὧν ἔδωκας ἡμῖν ἐπὶ εὐεργεσίᾳ καὶ ἁγιασμῷ καὶ σωτηρίᾳ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ Κύριε, χάρισαι ἡμῖν τὴν κοινωνίαν τοῦ ἁγίου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ μονογενοῦς σου Υἱοῦ, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν θεοσεβείας, εἰς ἀποτροπὴν ἐναντίου, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς ἐφόδιον ζωῆς αἰωνίου, εἰς ἀπολογίαν εὐπρόσδεκτον τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου· [Εκφώνως] δι ̓ οὗ καὶ μεθ ̓ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύ

ματι.

Εἶτα ὁ ἱερεὺς στρέφεται πρὸς τὸν λαόν, λέγων·

Benediction.

*Αναξ μέγιστε, καὶ τῷ Πατρὶ σύναρχε, ὁ τῷ σῷ κράτει τὸν b ᾄδην σκυλεύσας, καὶ τὸν θάνατον πατήσας, καὶ τὸν ἰσχυρὸν δεσμεύσας, καὶ τὸν ̓Αδὰμ ἐκ τάφου ἀναστήσας τῇ θεουργικῇ σου δυνάμει καὶ φωτιστικῇ αἴγλῃ τῆς σῆς ἀῤῥήτου θεότητος, αὐτός, Δέσποτα, διὰ τῆς μεταλήψεως τοῦ ἀχράντου σου σώματος καὶ τοῦ τιμίου σου αἵματος ἐξαπόστειλον τὴν ἀόρατόν σου δεξιάν, τὴν πλήρη εὐλογιῶν, καὶ πάντας ἡμᾶς εὐλόγησον, οἰκτείρησον, σθένωσον τῇ θεϊκῇ σου δυνάμει, καὶ περίελε ἀφ ̓ ἡμῶν τὴν κακοηθῆ καὶ ἁμαρτάδα σαρκικῆς ἐπιθυμίας ἐργασίαν καταύγασον τοὺς νοητοὺς ἡμῶν ὀφθαλμοὺς τῆς περικειμένης ζοφερᾶς ἀνομίας, σύναψον ἡμᾶς τῷ παμμακαρίστῳ, τῷ εὐαρεστήσαντι σοι συλλόγῳ, ὅτι διὰ σοῦ καὶ σὺν σοὶ τῷ Πατρὶ καὶ τῷ παναγίῳ

[blocks in formation]

Dismissal.

[ocr errors]

Πνεύματι πᾶς ὕμνος πρέπει, τιμή, κράτος, προσκύνησίς τε καὶ εὐχαριστία, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.

Ο διάκονος. Πορεύεσθε ἐν εἰρήνῃ.

Ο λαός. Εν ὀνόματι Κυρίου.

Ὁ ἱερεὺς ἐκφώνως.

Ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, ἡ χάρις τοῦ Υἱοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡ κοινωνία καὶ ἡ δωρεὰ τοῦ παναγίου Πνεύματος, εἴη μετὰ πάντων ἡμῶν, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ο λαός. ̓Αμήν.

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.

Ὁ ἱερεὺς ἐπεύχεται ἐν τῷ διακονικῷ, λέγων·

Εδωκας ἡμῖν, Δέσποτα, τὸν ἁγιασμὸν ἐν τῇ μετουσίᾳ τοῦ παναγίου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ μονογενοῦς σου Υἱοῦ· δὸς ἡμῖν τὴν χάριν καὶ τὴν δωρεὰν τοῦ παναγίου Πνεύ ματος, καὶ φύλαξον ἡμᾶς ἀμώμους ἐν τῷ βίῳ, καὶ ὁδήγησον εἰς τὴν τελείαν ἀπολύτρωσιν καὶ υἱοθεσίαν, καὶ εἰς τὰς μελλούσας αἰωνίους ἀπολαύσεις. Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύ ματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός. 'Αμήν.

Ὁ ἱερεύς. Εἰρήνη πᾶσιν.

Ο λαός. Καὶ τῷ πνεύματί σου.

Καὶ ἀπολύει, λέγων"

Εὐλογείτω ὁ Θεὸς ὁ εὐλογῶν καὶ ἁγιάζων καὶ σκέπων καὶ διατηρῶν πάντας ἡμᾶς διὰ τῆς μεθέξεως τῶν ἁγίων αὐτοῦ μυστη 2 Cor. xi. 31. ρίων, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

« PoprzedniaDalej »