Obrazy na stronie
PDF
ePub

κρεῶν ἕψοντες προςάγουσιν ἀφαιρέματα τοῖς ἱερεῦσιν Ιουδαίαὡς ἀπονέμοντες· ὅθεν τὸ τῆς ἐκκλησίας φυλάττοντες ἀκηλίδωτον ὁρίζομεν, μὴ ἐξεῖναί τινα 1) τῶν ἱερέων αφωρισμένα κρεῶν μέλη παρὰ τῶν προςαγόντων λαμβάνειν, ἀλλ ̓ οἷς ἀρε σθῇ ὁ προςάγων, τούτοις ἀρκείσθωσαν, ἔξω τῆς ἐκκλησίας τῆς τοιαύτης γινομένης προςαγωγῆς· εἰ δέ τις μὴ τοῦτο οὕτω ποιεῖ 2), ἀφοριζέσθω.

[ocr errors]

Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν καὶ πάσῃ φυλακή τήρει σὴν καρδίαν, ή σοφία διακελεύεται 3)· ῥᾳδίως γὰρ τὰ ἑαυτῶν ἐπὶ τὴν ψυχὴν αἱ τοῦ σώματος αἰσθήσεις εἰςκρίνουσι· τὰς οὖν ὅρασιν καταγοητευούσας γραφάς, εἴτε ἐν πίναξιν εἴτε ἄλλως πως ἀνατεθειμένας 4)· καὶ τὸν νοῦν διαφθειρούσας καὶ κινούσας πρὸς τὰ τῶν αἰσχρῶν ἡδονῶν ὑπεκκαύματα, οὐδα μῶς ἀπὸ τοῦ νῦν οἱῳδήποτε τρόπῳ προςτάττομεν ἐγχαράττε σθαι· εἰ δέ τις τοῦτο πράττειν ἐπιχειροίη 5), ἀφοριζέσθω. CI.

Σώμα Χριστοῦ καὶ ναὸν τὸν κατ' εἰκόνα Θεοῦ κτισθέντα ἄνθρωπον ὁ μέγας καὶ θεῖος ἀπόστολος Παῦλος ) μεγαλοφώνως ἀποκαλεῖ· πάσης οὖν αἰσθητῆς κτίσεως υπερκείμενος ὁ τῷ σωτηρίῳ πάθει τοῦ οὐρανίου τυχων αξιώματος, ἐσθίων ἢ πίνων *) Χριστὸν πρὸς ζωὴν διὰ παντὸς μεθαρμόζεται τὸν ἀΐδιον, καὶ ψυχῇ καὶ σώματι μετέχει 8) τῆς θείας αγιαζόμε νος χάριτος· ὥστε εἴ τις τοῦ ἀχράντου σώματος μετασχεῖν ἐν τῷ τῆς συνάξεως βουληθείη καιρῷ καὶ ἔμπροσθεν αὐτοῦ τῇ μετουσία γενέσθαι, τὰς χεῖρας σχηματίζων εἰς τύπον σταυ ροῦ οὕτω προςίτω καὶ δεχέσθω τὴν κοινωνίαν τῆς χάριτος τοὺς γὰρ ἐκ χρυσίου ) ἢ ἄλλης ὕλης ἀντὶ χειρός τινα δοχεία κατασκευάζοντας πρὸς τὴν τοῦ θείου δώρου υποδοχὴν καὶ δι αὐτῶν τῆς ἀχράντου κοινωνίας ἀξιουμένους οὐδαμῶς προςιέμεθα, ως προτιμώντας τῆς τοῦ Θεοῦ εἰκόνος τὴν ἄψυχον ὕλην καὶ ὑποχείριον· εἰ δέ τις αλῷ τῆς ἀχράντου κοινωνίας μεταδιδοὺς τοῖς τοιαῦτα δοχεῖα προσφέρουσι, καὶ αὐτὸς αφοριζέσθω καὶ ὁ ταῦτα ἐπιφερόμενος.

CII,

Δεῖ δὲ τοὺς ἐξουσίαν λύειν καὶ δεσμεῖν παρὰ θεού λα βόντας σκοπεῖν τὴν τῆς ἁμαρτίας ποιότητα καὶ τὴν τοῦ ἡμαρ τηκότος πρὸς ἐπιστροφὴν ἑτοιμότητα, καὶ οὕτω κατάλληλον τὴν θεραπείαν προςάγειν τῷ ἀρρωστήματι, ἵνα μὴ τῇ ἀμετ τρία καθ ̓ ἑκάτερον χρώμενος αποσφαλείη πρὸς τὴν σωτηρίαν τοῦ κάμνοντος· οὐ γὰρ ἁπλῆ τῆς ἁμαρτίας ἡ νόσος ἀλλὰ ποικίλη καὶ πολυειδὴς καὶ πολλὰς τῆς βλάβης τὰς παραφυάδας βλαστάνουσα, ἐξ ὧν τὸ κακὸν ἐπιπολὺ διαχεῖται καὶ πρόσω βαίνει, μέχρις ἂν σταίη τῇ δυνάμει τοῦ θεραπεύοντος· ὥστε τὸν τὴν ἰατρικὴν ἐν πνεύματι ἐπιστήμην ἐπιδεικνύμενον

[merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small]

πρότερον χρὴ τὴν τοῦ ἡμαρτηκότος διάθεσιν ἐπισκέπτεσθαι, καὶ εἴτε πρὸς τὴν υγίειαν νεύει ἢ τοὐναντίον διὰ τῶν οἰ κείων τρόπων προςκαλεῖται καθ ̓ ἑαυτοῦ τὸ ἀρρώστημα ἐφορῶν, ὅπως τε τῇ ἐν τῷ μεταξὺ προνοεῖται ἀναστροφῇ 1), καὶ εἰ μὴ τῷ τεχνίτῃ ἀντιπαλαίει, καὶ τὸ τῆς ψυχῆς ἕλκος δια τῆς τῶν ἐπιτιθεμένων φαρμάκων αυξάνει προςαγωγῆς, καὶ οὕτω τὸν ἔλεον κατ' αξίαν ἐπιμετρεῖν· πᾶς γὰρ λόγος θεῷ καὶ τῷ τὴν ποιμαντικὴν ἐγχειρισθέντι ἡγεμονίαν τὸ πλανώ μενον πρόβατον ἐπαναγαγεῖν καὶ τρωθὲν ὑπὸ τοῦ ὄφεως ἐξιάσασθαι, καὶ μήτε κατὰ κρημνών ὠθῆσαι τῆς ἀπογνώσεως μήτε τὸν χαλινὸν ἐπιδοῦναι πρὸς τὴν τοῦ βίου ἔκλυσίν τε καὶ καταφρόνησιν, ἀλλ ̓ ἑνίγε 2) τρόπῳ πάντως εἴτε διὰ τῶν αυστηροτέρων καὶ στυφόντων εἴτε διὰ τῶν ἁπαλωτέρων καὶ πραοτέρων φαρμάκων κατὰ τοῦ πάθους στῆναι καὶ πρὸς συνούλωσιν τοῦ ἕλκους ἀνταγωνίσασθαι, τοὺς τῆς μετανοίας καρποὺς δοκιμάζοντι καὶ οἰκονομοῦντι σοφῶς τὸν πρὸς τὴν ἄνω λαμπροφορίαν καλούμενον ἄνθρωπον· ἀμφότερα τοίνυν εἰδέναι ἡμᾶς χρὴ, καὶ τὰ τῆς ἀκριβείας καὶ τὰ τῆς συνηθείας, ἕπεσθαι δὲ ἐπὶ τῶν μὴ καταδεξαμένων τὴν ἀκρότητα τῷ παραδοθέντι τύπῳ, καθὼς ὁ ἱερὸς ἡμᾶς ἐκδιδάσκει Βασίλειος.

1) τῆς . . . ἀναστροφῆς Bev

3) ἐν ἑτέρῳ τρόπῳ Bev.

5

Bill, eccl. Ι.

Κ Α Ν Ο Ν Ε Σ

ΤΩΝ ΕΝ ΑΓΚΥΡΑΙ ΣΥΝΕΛΘΟΝΤΩΝ ΜΑΚΑΡΙΩΝ ΠΑΤΕΡΩΝ, ΟΙΤΙΝΕΣ ΠΡΟΓΕΝΕΣΤΕΡΟΙ ΜΕΝ ΕΙΣΙ ΤΩΝ ΕΝ ΝΙΚΑΙΑΙ ΕΚΤΕΘΕΝΤΩΝ ΚΑΝΟΝΩΝ, ΔΕΥΤΕΡΕΥΟΥΣΙ ΔΕ ΔΙΑ ΤΗΝ ΤΗΣ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ ΑΥΘΕΝΤΙΑΝ.

Ι.

Πρεσβυτέρους τοὺς ἐπιθύσαντας, εἶτα ἐπαναπαλαίσαντας μήτε ἐκ μεθόδου τινὸς ἀλλ' ἐξ ἀληθείας, μήτε προκατασκευά σαντας καὶ ἐπιτηδεύσαντας, καὶ πείσαντας ἵνα δόξωσι μὲν βασάνοις υποβάλλεσθαι, ταύτας δὲ τῷ δοκεῖν καὶ τῷ σχήματι προςαχθῆναι)· τούτους ἔδοξε τῆς μὲν τιμῆς τῆς κατὰ τὴν καθέδραν μετέχειν, προςφέρειν δὲ αὐτοὺς ἢ ὁμιλεῖν ἢ ὅλως λειτουργεῖν τι τῶν ἱερατικῶν λειτουργιών μὴ ἐξεῖναι 2).

II.

Διακόνους ὁμοίως θύσαντας, μετὰ δὲ ταῦτα ἀναπαλαί σαντας τὴν μὲν ἄλλην τιμὴν ἔχειν, πεπαῦσθαι δὲ αὐτοὺς πάσης τῆς ἱερᾶς 3) λειτουργίας, τῆς τε τοῦ ἄρτον ἢ ποτήριον ἀναφέρειν ἢ κηρύσσειν. εἰ μέντοι τινὲς τῶν ἐπισκόπων τούτοις συνίδοιεν 4) κάματόν τινα ἢ ταπείνωσιν πραότητος καὶ ἐθέλοιεν πλεῖόν τι διδόναι ἢ ἀφαιρεῖν, ἐπ' αὐτοῖς εἶναι τὴν ἐξουσίαν 5).

III.

Τοὺς φεύγοντας καὶ συλληφθέντας ἢ ὑπὸ οἰκείων παραδοθέντας ἢ ἄλλως τα υπάρχοντα ἀφαιρεθέντας ἢ ὑπομείναντας βασάνους ἢ εἰς δεσμωτήριον ἐμβληθέντας βοῶντάς τε ὅτι εἰσὶ Χριστιανοὶ καὶ περισχισθέντας *) ἤτοι εἰς τὰς χεῖ ρας *) προς βίαν ἐμβαλλόντων τῶν βιαζομένων ἢ βρώμα τι πρὸς ἀνάγκην δεξαμένους, ὁμολογοῦντας δὲ διόλου ὅτι εἰσὶ Χριστιανοὶ, καὶ τὸ πένθος τοῦ συμβάντος ἀεὶ ἐπιδεικνυμένους τῇ πάσῃ καταστολῇ καὶ τῷ σχήματι καὶ τῇ τοῦ βίου ταπει νότητι τούτους ὡς ἔξω αμαρτήματος ὄντας τῆς κοινωνίας μὴ κωλύεσθαι, εἰ δὲ καὶ ἐκωλύθησαν υπό τινος, περισσοτέ ρας ακριβείας ἕνεκεν ἢ καί τινων αγνοίᾳ, εὐθὺς προςδεχθῆ ναι )· τοῦτο δὲ ὁμοίως ἐπί τε τῶν ἐκ τοῦ κλήρου καὶ τῶν

[ocr errors]

1) προςαχθῶσι in marg. Just. 2) Rheinwald l. c. p. 371 not. 31. 3) ἱερατικῆς in marg. Just. et in textu Bev. 4) τούτοις συνειδεῖεν in marg. Just, τούτους συνίδοιεν in textu ejusd. 5) Rheinwald 1. c. p. 370. 6) περισχεθέντας in marg. Just. et Mans. Αl. περισκεθέντας Hard. περισχισθέντας τοὺς χιτῶνας καὶ γυμνωθέντας explicat Zonaras. *) χειράς τι (in manus aliquid immittentibus) Bev. qui eo usque adstricti sunt, ut manus eorum comprehendentes violenter attraherent et funestis sacrificiis admoverent. Dionys. nibus ferro violenter mittentes. Vers. prisca.

[ocr errors]
[ocr errors]

in ma

εἰς τὰς χεῖρας αὐτῶν πρὸς βίαν ἀκόντων ἐκείνων ἐμβαλόντων τι τῶν βιαζομένων, οἷον λιβανωτὸν ἢ ἕτερόν τι εἰς θυσίαν explicat Zonaras. 8) προςδεχθήτωσαν Bev.

ἄλλων λαϊκών. προςεξητάσθη δὲ κἀκεῖνο, εἰ δύνανται καὶ λαϊ καὶ τῇ αὐτῇ ἀνάγκῃ ὑποπεσόντες προςάγεσθαι 1) εἰς τάξιν· ἔδοξεν οὖν καὶ τούτους ὡς μηδὲν ἡμαρτηκότας 2), εἰ καὶ ἡ προ λαβοῦσα εὑρίσκοιτο ὀρθὴ τοῦ βίου πολιτεία, προχειρίζεσθαι. IV.

Περὶ τῶν πρὸς βίαν θυσάντων, ἐπὶ δὲ τούτοις καὶ τῶν 3) δειπνησάντων εἰς τὰ εἴδωλα, ὅσοι μὲν ἀπαγόμενοι καὶ σχή ματι φαιδροτέρῳ 4) ἀνῆλθον καὶ ἐσθῆτι ἐχρήσαντο πολυτελε στέρα καὶ μετέσχον τοῦ παρασκευασθέντος δείπνου ἀδιαφόρως, ἔδοξεν ἐνιαυτὸν ἀκροᾶσθαι, ὑποπεσεῖν δὲ τρία ἔτη, εὐχῆς δὲ μόνης κοινωνῆσαι ἔτη δύο, καὶ τότε ἐλθεῖν ἐπὶ τὸ τέλειον 5).

V.

[ocr errors]

Οσοι δὲ ἀνῆλθον μετὰ ἐσθῆτος πενθικῆς καὶ ἀναπεσόν τες ἔφαγον μεταξὺ δὲ ὅλης τῆς ἀνακλίσεως δακρύοντες, εἰ ἐπλήρωσαν τὸν τῆς ὑποπτώσεως τριετή χρόνον, χωρὶς προςφορᾶς δεχθήτωσαν· εἰ δὲ μὴ ἔφαγον, δύο υποπεσόντες ἔτη τῷ τρίτῳ κοινωνησάτωσαν ο) χωρὶς προςφορᾶς, ἵνα τὸ τέ λειον τῇ τετραετία ") λάβωσι, τοὺς δὲ ἐπισκόπους ἐξουσίαν ἔχειν τὸν τρόπον τῆς ἐπιστροφῆς δοκιμάσαντας φιλανθρωπεύεσθαι ε) ἢ πλείονα προςτιθέναι χρόνον· πρὸ πάντων δὲ καὶ ὁ προάγων βίος καὶ ὁ μετὰ ταῦτα ἐξεταζέσθω, καὶ οὕτως ἡ φιλανθρωπία ἐπιμετρείσθω.

VI.

Περὶ τῶν ἀπειλῆ μόνον εἰξάντων κολάσεως καὶ ἀφαιρέ σεως ὑπαρχόντων ἢ μετοικίας καὶ θυσάντων καὶ μέχρι τοῦ παρόντος καιροῦ μὴ μετανοησάντων μηδὲ ἐπιστρεψάντων, νῦν δὲ παρὰ τὸν καιρὸν τῆς συνόδου προςελθόντων καὶ εἰς διάνοιαν τῆς ἐπιστροφῆς γενομένων, ἔδοξε μέχρι τῆς μεγάλης ἡμέρας εἰς ἀκρόασιν δεχθῆναι, καὶ μετὰ τὴν μεγάλην ἡμέ ραν ὑποπεσεῖν τρία ἔτη καὶ μετὰ ἄλλα δύο °) ἔτη κοινωνή σαι χωρίς προςφορᾶς, καὶ οὕτως ἐλθεῖν ἐπὶ τὸ τέλειον, ὥστε τὴν πᾶσαν ἐξαετίαν πληρώσαι· εἰ δέ τινες πρὸ τῆς συνόδου ταύτης ἐδέχθησαν εἰς μετάνοιαν, ἀπ ̓ ἐκείνου τοῦ χρόνου λε λογίσθαι αὐτοῖς τὴν ἀρχὴν τῆς ἑξαετίας 10)· εἰ μέντοι κίν δυνος καὶ θανάτου προςδοκία ἐκ νόσου ἢ ἄλλης τινὸς προφάσεως συμβαίη, τούτους ἐπὶ ὅρῳ δεχθῆναι.

VII.

Περὶ τῶν συνεστιαθέντων ἐν ἑορτῇ ἐθνικῇ ἐν τόπῳ ἀφωρισμένῳ τοῖς ἐθνικοῖς ἴδια βρώματα ἐπικομισαμένων καὶ φαγόντων, ἔδοξε διετίαν ὑποπεσόντας δεχθῆναι· τὸ δὲ εἰ χρὴ μετὰ τῆς προσφορᾶς ἕκαστον τῶν ἐπισκόπων δοκιμάσαι τις καὶ τὸν ἄλλον βίον ἐφ' ἑκάστου αξιώσαι 12).

[ocr errors]
[ocr errors]

1) προάγεσθαι in marg. Mansi. 2) ἁμαρτήσαντας in marg. Just. 3) καὶ δειπν. in marg. Mansi. 4) σφοδροτέρῳ Just. et in marg. Mansi. 5) Gieseler 1. c. vol. I, p. 310 h.. Rheinwald 1. c. p. 118. 6) κοινωνείτωσαν ἔτει Bev. *) Αl. τριετία et ita Zonar. Hard. 8) φιλανθρωπεύσασθαι Bev. 9) τρία in marg. Just. 10) τὴν ἑξας11) ἔστι το δοκιμάσαι Bev. 12) εξετάσαι Bey.

τίαν Bev.

[ocr errors]

placuit eos biennio subjacere, et sic suscipi, quia oportet post oblationem unumquemque episcopum eos probare et vitam singulorum agnoscere. Vers.

prisca.

VIII.

Οἱ δὲ δεύτερον καὶ τρίτον θύσαντες μετά βίας τετραετίαν υποπεσέτωσαν, δύο δὲ ἔτη χωρὶς προςφορᾶς κοινωνησάτωσαν, καὶ τῷ ἑβδόμῳ τελείως δεχθήτωσαν.

IX.

Οσοι δὲ μὴ μόνον ἀπέστησαν ἀλλὰ καὶ ἐπανέστησαν καὶ ἠνάγκασαν ἀδελφοὺς καὶ αἴτιοι ἐγένοντο τοῦ ἀναγκασθῆναι, οὗτοι ἔτη μὲν τρία τὸν τῆς ἀκροάσεως δεξάσθωσαν τόπον, ἐν δὲ ἄλλῃ ἑξαετίᾳ τὸν τῆς ὑποπτώσεως, ἄλλον δὲ ἐνιαυτὸν κοινωνησάτωσαν χωρὶς προςφορᾶς, ἵνα τὴν δεκαετίαν πληρώ σαντες τοῦ τελείου μετάσχωσιν· ἐν μέντοι τούτῳ τῷ χρόνῳ καὶ τὸν ἄλλον αὐτῶν ἐπιτηρεῖσθαι βίον.

Χ.

Διάκονοι ὅσοι καθίστανται 1), παρ' αὐτὴν τὴν κατάστασιν εἰ ἐμαρτύραντο 2) καὶ ἔφασαν χρῆναι γαμήσαι 3), μὴ δυνάμενοι οὕτως μένειν, οὗτοι μετὰ ταῦτα γαμήσαντες ἔστωσαν ἐν τῇ ὑπηρεσία διὰ τὸ ἐπιτραπῆναι αὐτοὺς ὑπὸ τοῦ ἐπισκό που· τοῦτο δὲ εἴ τινες σιωπήσαντες 4) καὶ καταδεξάμενοι ἐν τῇ χειροτονία μένειν οὕτως μετὰ ταῦτα ἦλθον ἐπὶ γάμον, πεπαῦσθαι αὐτοὺς τῆς διακονίας 5).

XI.

Τὰς μνηστευθείσας κόρας καὶ μετὰ ταῦτα ὑπ ̓ ἄλλων αρπαγείσας ἔδοξεν ἀποδίδοσθαι τοῖς προμνηστευσαμένοις, εἰ καὶ βίαν ὑπ' αὐτῶν πάθοιεν.

XII.

Τοὺς πρὸ τοῦ βαπτίσματος τευκότας καὶ μετὰ ταῦτα βαπτισθέντας ἔδοξεν εἰς τάξιν προάγεσθαι ὡς ἀπολουσαμένους.

XIII.

Χωρεπισκόπους μὴ ἐξεῖναι πρεσβυτέρους ἢ διακόνους χει ροτονεῖν ἀλλὰ μηδὲ πρεσβυτέρους ) πόλεως, χωρὶς τοῦ ἐπιτρα πῆναι ὑπὸ τοῦ ἐπισκόπου μετὰ γραμμάτων ἐν ἑτέρα *) παροικία.

XIV.

Τοὺς ἐν κλήρῳ πρεσβυτέρους ἢ διακόνους ὄντας καὶ ἀπεχομένους κρεῶν ἔδοξεν ἐφάπτεσθαι, καὶ οὕτως, εἰ βούλοιντο, κρατεῖν ἑαυτῶν· εἰ δὲ *) βούλοιντο, ὡς μηδὲ τὰ μετὰ κρεῶν βαλλόμενα λάχανα ἐσθίειν, καὶ εἰ μὴ ) ὑπείκοιεν τῷ κανόνι, πεπαῦσθαι αὐτοὺς τῆς τάξεως 10).

[ocr errors]

1) καθιστάμενοι Bev. 2) διεμαρτύραντο Bev. ἐμαρτυρήσαντο Just. 3) γαμεῖν in marg. Just. 4) παρασιωπήσαντες Bev. 5) Gieseler l. co vol. I, p. 330 n. Neander L. c. vol. II, p. 209. 6) Ita Balsam. et Zon., at Latini interpretes legunt πρεσβυτέροις quia et prius χωρεπισκόποις. Hard. 7) Omnes interpretes Latini cum Jo. Antioch. tit. 21. hic legunt ἐν ἑκάστη. Hard. Gieseler 1. c. vol. 1, p. 287, b. 477, 4. Neander l. c. vol. I, p. 226. Rheinwald l. c. p. 67. 8) μή add. Bev. δὲ οὕτως βούλοιντο ἀπέχεσθαι explicat Zonar. Quod si in tantum eas abominantur, ut nec olera .. existiment comedenda, tanquam non consentientes regulae, ab ordine cessare debebunt. Dionys. μηδέ Bey.

[ocr errors]

10) Gieseler 1. c. vol. I, p. 332, s.

εἰ

“9) καὶ

« PoprzedniaDalej »