Obrazy na stronie
PDF
ePub
[blocks in formation]

Benediction.

d

Καὶ ὁ ἐπίσκοπος εὐχαριστείτω·

Δέσποτα ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ πατὴρ τοῦ Χριστοῦ σου τοῦ εὐλογητοῦ παιδός, ὁ τῶν μετ ̓ εὐθύτητος ἐπικαλουμένων σε ἐπήκοος, ὁ καὶ τῶν σιωπώντων ἐπιστάμενος τὰς ἐντεύξεις· εὐχαρισ τοῦμέν σοι, ὅτι κατηξίωσας ἡμᾶς μεταλαβεῖν τῶν ἁγίων σου μυστηρίων, ἃ παρέσχον ἡμῖν, εἰς πληροφορίαν τῶν καλῶς ἐγνωσμένων, εἰς φυλακὴν τῆς εὐσεβείας, εἰς ἄφεσιν πλημμελημάτων· ὅτι τὸ ὄνομα τοῦ Χριστοῦ σου ἐπικέκληται ἐφ' ἡμᾶς, καὶ σοὶ προσῳκειώμεθα. Ὁ χωρίσας ἡμᾶς τῆς τῶν ἀσεβῶν κοινωνίας, ἕνωσον ἡμᾶς μετὰ τῶν καθωσιωμένων σοι, στήριξον ἡμᾶς ἐν τῇ ἀληθείᾳ τῇ τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσει· τὰ ἀγνοούμενα ἀποκάλυψον, τὰ λείποντα προσαναπλήρωσον, τὰ ἐγνωσμένα κράτυνον. Τοὺς ἱερεῖς ἀμώμους διαφύλαξον ἐν τῇ λατρείᾳ σου τοὺς βασιλεῖς διατήρησον ἐν εἰρήνῃ, τοὺς ἄρχοντας ἐν δικαιοσύνῃ· τοὺς ἀέρας ἐν εὐκρασία, τοὺς καρποὺς ἐν εὐφορίᾳ, τὸν κόσμον ἐν παναλκεῖ προνοίᾳ. Τὰ ἔθνη τὰ πολεμικὰ πράϋνον, τὰ πεπλανημένα ἐπίστρεψον τὸν λαόν σου ἁγίασον· τοὺς ἐν παρθενία διατήρησον· τοὺς ἐν γάμῳ διαφύλαξον ἐν πίστει· τοὺς ἐν ἁγνείᾳ ἐνδυνάμωσον τὰ νήπια ἅδρυνον· τοὺς νεοτελεῖς βεβαίωσον τοὺς ἐν κατηχήσει παίδευσον, καὶ τῆς μυήσεως ἀξίους ἀνάδειξον. καὶ πάντας ἡμᾶς ἐπισυνάγαγε εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ' οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας, · καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας· αμήν.

Καὶ ὁ διάκονος λεγέτω

Τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ κλίνατε καὶ εὐλογεῖσθε.
Καὶ ὁ ἐπίσκοπος ἐπευχέσθω, λέγων

Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἀληθινὸς καὶ ἀσύγκριτος, ὁ πανταχοῦ ὢν καὶ τοῖς πᾶσι παρὼν καὶ ἐν οὐδενὶ ὡς ἐνόν τι ὑπάρχων, ὁ τόποις μὴ περιγραφόμενος, ὁ χρόνοις μὴ παλαιούμενος, ὁ αἰῶσι μὴ περατούμενος, ὁ λόγοις μὴ παραγόμενος, ὁ γενέσει μὴ ὑποκείμενος, ὁ φυλακῆς μὴ δεόμενος, ὁ φθορᾶς ἀνώτερος, ὁ τροπῆς * Tim. vi. 16. ἀνεπίδεκτος, ὁ φύσει ἀναλλοίωτος, ὁ φῶς οἰκῶν ἀπρόσιτον, ὁ τῇ φύσει ἀόρατος, ὁ γνωστὸς πάσαις ταῖς μετ ̓ εὐνοίας ἐκζητούσαις σε λογικαῖς φύσεσιν, ὁ καταλαμβανόμενος ὑπὸ τῶν ἐν εὐνοίᾳ

ἐπιζητούντων σε ὁ Θεὸς Ἰσραήλ, τοῦ ἀληθινῶς ὁρῶντος, τοῦ XVIII. d εἰς Χριστὸν πιστεύσαντος λαοῦ σου· εὐμενὴς γενόμενος ἐπάκουσόν μου διὰ τὸ ὄνομά σου, καὶ εὐλόγησον τούς σοι κεκλικότας τοὺς ἑαυτῶν αὐχένας, καὶ δὸς αὐτοῖς τὰ αἰτήματα τῶν καρδιῶν αὐτῶν τὰ ἐπὶ συμφέροντι, καὶ μηδένα αὐτῶν ἀπόβλητον ποιήσῃς ἐκ τῆς βασιλείας σου, ἀλλὰ ἁγίασον αὐτούς, φρούρησον, σκέπασον, ἀντιλαβοῦ, ῥῦσαι τοῦ ἀλλοτρίου καὶ παντὸς ἐχθροῦ, τοὺς οἴκους αὐτῶν φύλαξον, τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους φρούρησον· ὅτι σοὶ δόξα, αἶνος, μεγαλοπρέπεια, σέβας, προστ κύνησις, καὶ τῷ σῷ παιδὶ Ἰησοῦ τῷ Χριστῷ σου, τῷ Κυρίῷ ἡμῶν καὶ Θεῷ καὶ βασιλεῖ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Καὶ ὁ διάκονος ἐρεῖ
Απολύεσθε ἐν εἰρήνῃ.

XIX. Dismissal.

NOTE.

In the Apostolical Constitutions (Lib. II. c. 57) is given another account of the Eucharistic service. As this supplies more details about the earlier part of the office, in which the Clementine Liturgy is deficient; being itself again deficient in the later part, where that is full; it has been suggested (e. g. by Prof. Bickell in 'Messe und Pascha,' p. 4) that the two accounts should be combined to give the complete Liturgy. That the Clementine Liturgy needs supplementing in some such manner is obvious; and this other account is probably a fair representative of the order contemporaneously used for the pro-anaphoral part of the service: but the two documents, as they stand, are not consistent enough with each other to admit of being looked upon as forming together a simple whole. For instance, the Bidding Prayer of the Deacon, the Kiss of Peace, and the Entrance of the Elements occur in a different order in the two documents: nor is the Mosaic Benediction, which is distinctly enjoined in the earlier document, to be found in the Clementine Liturgy.

CONSTITT. APOST. Lib. II. c. 57.

Εἰς τὸ ἕτερον μέρος οἱ λαϊκοὶ καθεζέσθωσαν μετὰ πάσης ευταξίας καὶ ἡσυχίας· καὶ αἱ γυναῖκες κεχωρισμένως καὶ αὐταὶ καθεζέσθωσαν σιωπὴν ἄγουσαι. Μέσος δὲ ὁ ἀναγνώστης ἐφ' ὑψηλοῦ τινος ἑστὼς ἀναγινωσκέτω τὰ Μωσέως καὶ Ἰησοῦ τοῦ Ναυή, τὰ τῶν κριτῶν καὶ τῶν βασιλείων, τὰ τῶν παραλειπομένων καὶ τὰ τῆς ἐπανόδου, πρὸς τούτοις τὰ τοῦ Ἰὼβ καὶ τὰ

Σολομῶντος καὶ τὰ τῶν ἑκκαίδεκα προφητῶν. ̓Ανὰ δύο δὲ γενομένων ἀναγνωσμάτων, ἕτερός τις τοὺς τοῦ Δαβὶδ ψαλλέτω ὕμνους, καὶ ὁ λαὸς τὰ ἀκροστίχια ὑποψαλλέτω. Μετὰ τοῦτο αἱ πράξεις αἱ ἡμέτεραι ἀναγινωσκέσθωσαν καὶ αἱ ἐπιστολαὶ Παύλου τοῦ συνεργοῦ ἡμῶν, ἃς ἐπέστειλε ταῖς ἐκκλησίαις καθ ̓ ὑφήγησιν τοῦ ἁγίου πνεύματος. Καὶ μετὰ ταῦτα διάκονος ἢ πρεσβύτερος ἀναγινωσκέτω τὰ εὐαγγέλια. . . . Καὶ ὅταν ἀναγινωσκόμενον ᾖ τὸ εὐαγγέλιον, πάντες οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ πᾶς ὁ λαὸς στηκέτωσαν μετὰ πολλῆς ἡσυχίας. . . . Καὶ ἑξῆς παρακαλείτωσαν οἱ πρεστ βύτεροι τὸν λαόν, ὁ καθεῖς αὐτῶν ἀλλὰ μὴ ἅπαντες, καὶ τελευταῖος πάντων ὁ ἐπίσκοπος. . . . Στηκέτωσαν δὲ οἱ μὲν πυλωροὶ εἰς τὰς εἰσόδους τῶν ἀνδρῶν φυλάσσοντες αὐτάς, αἱ δὲ διάκονοι εἰς τὰς τῶν γυναικῶν. . . . Καὶ μετὰ τοῦτο συμφώνως ἅπαντες ἐξαναστάντες καὶ ἐπ ̓ ἀνατολὰς κατανοήσαντες, μετὰ τὴν τῶν κατηχουμένων καὶ τὴν τῶν μετανοούντων ἔξοδον, προσευξάσθωσαν τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς, ὑπομιμνησκόμενοι καὶ τῆς ἀρχαίας νομῆς τοῦ κατὰ ἀνατολὰς παραδείσου, ὅθεν ὁ πρῶτος ἄνθρωπος, ἀθετήσας τὴν ἐντολήν, ὄφεως συμβουλίᾳ πεισθείς, ἀπεβλήθη. Οἱ δὲ διάκονοι μετὰ τὴν προσευχὴν οἱ μὲν τῇ προσφορᾷ τῆς εὐχαριστίας σχολαζέτωσαν ὑπηρετούμενοι τῷ τοῦ Κυρίου σώματι μετὰ φόβου, οἱ δὲ τοὺς ὄχλους διασκοπείτωσαν καὶ ἠσυχίαν αὐτοῖς ἐμποιείτωσαν. Λεγέτω δὲ ὁ παρεστὼς τῷ ἱερεῖ διάκονος τῷ λαῷ Μή τις κατὰ τινός, μή τις ἐν ὑποκρίσει. Εἶτα καὶ ἀσπαζέσθωσαν ἀλλή λους οἱ ἄνδρες καὶ ἀλλήλας αἱ γυναῖκες τὸ ἐν Κυρίῳ φίλημα, ἀλλὰ μή τις δολίως, ὡς ὁ Ἰούδας τὸν Κύριον φιλήματι παρέδωκεν. Καὶ μετὰ τοῦτο προσευχέσθω ὁ διάκονος ὑπὲρ τῆς ἐκκλησίας πάσης καὶ παντὸς τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ μερῶν καὶ ἐκφορίων, ὑπὲρ τῶν ἱερέων καὶ τῶν ἀρχόντων, ὑπὲρ τοῦ ἀρχιερέως καὶ τοῦ βασιλέως καὶ τῆς καθόλου εἰρήνης. Καὶ μετὰ τοῦτο ὁ ἀρχιερεὺς ἐπευχόμενος τῷ λαῷ εἰρήνην εὐλογείτω τοῦτον, ὡς καὶ Μωσῆς ἐνετείλατο τοῖς ἱερεῦσιν εὐλογεῖν τὸν λαὸν τούτοις τοῖς ῥήμασιν Εὐλογήσαι σε κύριος καὶ φυλάξαι σε ἐπιφάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ ἐλεήσαι σε· ἐπάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δώη σοι εἰρήνην. Ἐπευχέσθω οὖν καὶ ὁ ἐπίσκοπος καὶ λεγέτω· Σῶσον τὸν λαόν σου, Κύριε, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, ἣν ἐκε τήσω καὶ περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ χριστοῦ σου καὶ ἐκάλεσας βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον. Μετὰ δὲ ταῦτα γινέσθω ἡ θυσία, ἑστῶτος παντὸς τοῦ λαοῦ καὶ προσευχομένου ἡσύχως· καὶ ὅταν ἀνενεχθῇ, μεταλαμβανέτω ἑκάστη τάξις καθ ̓ ἑαυτὴν τοῦ κυριακοῦ σώματος καὶ τοῦ τιμίου αἵματος, μετὰ αἰδοῦς καὶ εὐλαβείας.

LITURGIA SANCTI JACOBI

GRAECORUM.

Ὁ ἱερεύς.

1 PREPA

RATORY

13.

Ἐν πλήθει ἁμαρτιῶν μεμολυσμένον με μὴ ἐξουδενώσης, δέσε PRAYERS. ποτα Κύριε ὁ Θεὸς ἡμῶν· ἰδοὺ γὰρ προσῆλθον τῷ θείῳ τούτῳ α Apologia of καὶ ἐπουρανίῳ μυστηρίῳ σου, οὐχ ὡς ἄξιος ὑπάρχων ἀλλ ̓ εἰς the priest. τὴν σὴν ἀφορῶν ἀγαθότητα, ἀφίημί σοι τὴν φωνήν, ὁ Θεὸς Luke xvii. ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν Luke xv. 18. σου, καὶ οὐκ εἰμὶ ἄξιος ἀντοφθαλμῆσαι τῇ ἱερᾷ σου ταύτῃ καὶ πνευματικῇ τραπέζῃ, ἐφ' ᾗ ὁ μονογενής σου Υἱὸς καὶ Κύριος ἡμῶν Ἰησοὺς Χριστὸς ἐμοὶ τῷ ἁμαρτωλῷ, καὶ πάσῃ κηλίδι κατεστιγμένῳ, μυστικῶς πρόκειται εἰς θυσίαν. Διὸ ταύτην σοι τὴν ἱκεσίαν καὶ εὐχαριστίαν προσάγω, τοῦ καταπεμφθῆναί μοι τὸ Πνεῦμά σου τὸ Παράκλητον ἐνισχυον καὶ καταρτιζόν με πρὸς τὴν λειτουργίαν ταύτην καὶ τὴν παρὰ σοῦ μοι τῷ λαῷ ἐπαγγελθεῖσαν φωνήν ἀκατακρίτως ταύτην ἀποφθέγξασθαι καταξίωσον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ ̓ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ καὶ ὁμοουσίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

Εὐχὴ τῆς παραστάσεως.

b On approach

Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, τῷ τρια- theranter. δικῷ καὶ ἑνιαίῳ φωτὶ τῆς θεότητος, τῆς ἐν τριάδι μοναδικῶς ὑπαρχούσης, καὶ διαιρουμένης ἀδιαιρέτως τριὰς γὰρ εἰς Θεὸς

1 There is no order in these nine Prayers; nor can they possibly have been all intended to be used on any one occasion.

[merged small][merged small][merged small][ocr errors][merged small]

For the congregation.

παντοκράτωρ, οὗ τὴν δόξαν οἱ οὐρανοὶ διηγοῦνται, ἡ δὲ γῆ τὴν αὐτοῦ δεσποτείαν, καὶ ἡ θάλασσα τὸ αὐτοῦ κράτος, καὶ πᾶσα αἰσθητὴ καὶ νοητὴ κτίσις τὴν αὐτοῦ μεγαλειότητα κηρύττει πάντοτε ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμή, κράτος, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

Εὐχὴ τοῦ θυμιάματος τῆς εἰσόδου τῆς ἐνάρξεως.

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὦ Θεοῦ Λόγε, ὁ ἐκουσίως ἑαυτὸν θυσίαν ἄμωμον ἐπὶ σταυροῦ τῷ Θεῷ καὶ Πατρὶ προσαγαγών, ὁ διφνὴς ἄνθραξ, ὁ τῇ λαβίδι τῶν τοῦ προφήτου χειλέων ἁψάμενος, καὶ τὰς ἁμαρτίας αὐτοῦ ἀφελόμενος, ἅψαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τῶν αἰσθήσεων, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλίδος, καὶ παράστησον ἡμᾶς ἁγνοὺς τῷ ἁγίῳ σου θυσιαστηρίῳ τοῦ προσενέγκαι σοι θυσίαν αἰνέσεως καὶ πρόσδεξαι ἀφ ̓ ἡμῶν τῶν ἀχρείων δούλων σου τὸ παρὸν θυμίαμα, εἰς ὀσμὴν εὐωδίας καὶ εὐωδίασον ἡμῶν τὸ δυσῶδες τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ ἁγίασον ἡμᾶς τῇ ἁγιαστικῇ δυνάμει τοῦ παναγίου σου Πνεύ ματος· σὺ γὰρ εἶ μόνος ἅγιος, ὁ ἁγιάζων καὶ τοῖς πιστοῖς μεταδιδόμενος· καὶ πρέπει σοὶ ἡ δόξα σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

Εὐχὴ τῆς ἐνάρξεως.

Εὐεργέτα βασιλεῦ τῶν αἰώνων, καὶ τῆς κτίσεως ἁπάσης δημιουργέ, πρόσδεξαι προσιοῦσάν σοι διὰ τοῦ Χριστοῦ σου τὴν ἐκκλησίαν σου· ἑκάστῳ τὸ συμφέρον ἐκπλήρωσον· ἄγαγε πάντας εἰς τελειότητα, καὶ ἀξίους ἡμᾶς ἀπέργασαι τῆς χάριτος τοῦ ἁγιασμοῦ σου, ἐπισυνάγων ἡμᾶς ἐν τῇ ἁγίᾳ σου ἐκκλησίᾳ, ἣν Cf. Acts. xx. περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ ̓ οὗ εὐλογητὸς εἶ καὶ δεδοξασμένος σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Αμήν.

28.

Another

Prayer of
Incense.

Ὁ διάκονος. Ἔτι τοῦ Κυρίου δεηθῶμεν.

Ὁ ἱερεύς, εὐχὴν τοῦ θυμιάματος τῆς εἰσόδου τῆς συνάξεως.

Ὁ Θεὸς ὁ προσδεξάμενος ̓Αβὲλ τὰ δῶρα, Νῶς καὶ ̓Αβραὰμ

« PoprzedniaDalej »