Obrazy na stronie
PDF
ePub

DE FIDE ET SYMBOLO.

[graphic][subsumed]

De Fide et Symbolo:

DOCUMENTA QUÆDAM NEC NON ALIQUO-
RUM SS. PATRUM TRACTATUS.

EDIDIT

CAROLUS A. HEURTLEY, S.T.P.

DOM. MARGARETÆ PRÆLECTOR, ET ÆDIS CHRISTI CANONICUS.

Ονπερ τρόπον ὁ τοῦ σινάπεως σπόρος ἐν μικρῶ κοκκῷ
πολλοὺς περιέχει τοὺς κλάδους, οὕτω καὶ ἡ Πίστις αὕτη
ἐν ὀλίγοις ῥήμασι πᾶσαν τὴν ἐν τῇ παλαιᾷ καὶ καινῇ τῆς
εὐσεβείας γνῶσιν ἐγκεκόλπισται.

Oronii et Londini :

APUD JACOBUM PARKER ET SOCIOS.

[blocks in formation]

S. CYRILL. HIEROS. CATECH. V. § 12.

ΠΙΣΤΙΝ δὲ ἐν μαθήσει καὶ ἐπαγγελία κτῆσαι καὶ τήρησον μόνην τὴν ὑπὸ τῆς ̓Εκκλησίας νυνί σοι παραδιδομένην, τὴν ἐκ πάσης γραφῆς ὠχυρωμένην. ̓Επειδὴ γὰρ οὐ πάντες δύνανται τὰς γραφὰς ἀναγινώσκειν, ἀλλὰ τοὺς μὲν ἰδιωτεία, τοὺς δὲ ἀσχολία τις ἐμποδίζει πρὸς τὴν γνῶσιν, ὑπὲρ τοῦ μὴ τὴν ψυχὴν ἐξ ἀμαθίας ἀπολέσθαι, ἐν ὀλίγοις τοῖς στίχοις τὸ πᾶν δόγμα τῆς πίστεως περιλαμβάνομεν. Οπερ καὶ ἐπ' αὐτῆς τῆς λέξεως μνημονεύσαι ὑμᾶς βούλομαι, καὶ παρ ̓ ἑαυτοῖς μετὰ πάσης σπουδῆς ἀπαγγεῖλαι, οὐκ εἰς χάρτας ἀπογραφο μένους, ἀλλ ̓ ἐν καρδίᾳ τῇ μνήμῃ στηλογραφοῦντας φυλατ τομένους, ἐν τῷ μελετᾷν, μὴ πού τις κατηχούμενος ἐπακούσῃ τῶν παραδεδομένων· ἔχειν τε ταύτην ἐφόδιον ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς, καὶ παρὰ ταύτην ἄλλην μηκέτι δέξασθαι, μήτε ἂν ἡμεῖς αὐτοὶ μεταθέμενοι τοῖς νῦν διδασκομένοις έναντιολογῶμεν, μήτε ἂν ἄγγελος ἐναντίος, εἰς ἄγγελον φωτὸς μετασχηματισθεὶς, πλανῆσαι σε βούληται. Κἂν γὰρ ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμᾶς παρ ̓ ὃ νῦν παρελάβετε, ἀνάθεμα ὑμῖν ἔστω. Καὶ τέως μὲν ἐπ ̓ αὐτῆς τῆς λέξεως ἀκούων, μνημόνευσον τῆς Πίστεως. Ἐκδέχου δὲ, κατὰ τὸν δεόντα καιρὸν, τὴν ἀπὸ τῶν θείων γραφῶν περὶ ἑκάστου τῶν ἐγκειμένων σύστασιν. Οὐ γὰρ ὡς ἔδοξεν ἀνθρώποις συνετέθη τὰ τῆς Πίστεως, ἀλλ ̓ ἐκ πάσης γραφῆς τὰ καιριώτατα συλλεχθέντα μίαν ἀναπληροῖ τὴν τῆς Πίστεως διδασκαλίαν. Καὶ ὅνπερ τρόπον ὁ τοῦ σινάπεως σπόρος ἐν μικρῶ κόκκῳ πολλοὺς περιέχει τοὺς κλάδους, οὕτω καὶ ἡ Πίστις αὕτη ἐν ὀλίγοις ῥήμασι πᾶσαν τὴν ἐν τῇ παλαιᾷ καὶ καινῇ τῆς εὐσεβείας γνῶσιν ἐγκεκόλπισται.

« PoprzedniaDalej »