Obrazy na stronie
PDF
ePub

ποτέ σε διασύρωσιν Ἰουδαῖοι, ταχέως ἀπάντησον, οὕτως ἐρωτήσας: “Ἰωνᾶς τριήμερος ἀπό κήτους ἐξῆλθε, καὶ Χριστὸς τριήμερος ἀπὸ γῆς ἆρα οὐκ ἐγήγερται; Τῶν ὀστέων Ελισ σαίου νεκρὸς ἁψάμενος ἐγήγερται· καὶ ὁ τῶν ἀνθρώπων Ποιητὴς, δυνάμει Πατρὸς ἆρ ̓ οὐχὶ μᾶλλον εὐκοπώτερον ἐγείρεται ;” ̓Ανέστη τοίνυν ἀληθῶς· καὶ ἀναστὰς, πάλιν ὤφθη τοῖς μαθη ταῖς. καὶ μάρτυρες αὐτοῦ τῆς ἀναστάσεως μαθῆται δώδεκα, οὐ λόγοις κεχαρισμένοις μαρτυρήσαντες, ἀλλὰ μέχρι βασάνων καὶ θανάτων περὶ τῆς ἀληθοῦς ἀναστάσεως ἀγωνισάμενοι. Εἶτα, “ ἐπὶ στόματος μὲν δύο μάρτυρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα,” κατὰ τὴν γραφήν· δώδεκα δὲ τῇ ἀναστάσει τοῦ Χριστοῦ μαρτυροῦσι, καὶ ἆρα ἔτι πρὸς τὴν ἀνάστασιν ἀπιστεῖς ;

ΠΕΡΙ ΑΝΑΛΗΨΕΩΣ.

13. Τὸν δρόμον δὲ τῆς ὑπομονῆς τελέσας Ἰησοῦς, καὶ τοὺς ἀνθρώπους λυτρωσάμενος τῶν ἀμαρτιῶν, ἀνέβη πάλιν εἰς τοὺς οὐρανοὺς, νεφέλης αὐτὸν ὑπολαβούσης. Καὶ ἄγγελοι μὲν ἀνιόντι παρειστήκεισαν, ἀπόστολοι δὲ ἐθεώρουν. Εἰ δέ τις τοῖς λεγομένοις ἀπιστεῖ, αὐτῇ πιστευέτω τῇ δυνάμει τῶν νῦν βλεπομένων. Πάντες οἱ βασιλεῖς τελευτῶντες συναποσβεννύουσι τῇ ζωῇ καὶ τὴν δύναμιν· Χριστὸς δὲ σταυρωθεὶς ὑπὸ πάσης προσκυνεῖται τῆς οἰκουμένης. Τὸν ἐσταυρωμένον καταγγελλόμεν, καὶ τρέμουσιν οἱ δαίμονες. Πολλοὶ κατὰ χρόνους ἐσταυρώθησαν· ἀλλὰ ποίου σταυρωθέντος ἐπίκλησις ἑτέρου ποτὲ τοὺς δαίμονας ἀπήλασε ;

14. Μὴ τοίνυν ἐπαισχυνθῶμεν τῷ σταυρῷ τοῦ Χριστοῦ· ἀλλὰ κἂν ἄλλος ἀποκρύπτῃ, σὺ φανερῶς ἐπὶ μετώπῳ σφραγί ζου, ἵνα οἱ δαίμονες, τὸ σημεῖον ἰδόντες τὸ βασιλικὸν, μακρὰν φύγωσι τρέμοντες. Ποίει δὲ τοῦτο τὸ σημεῖον, ἐσθίων καὶ πίνων, καθήμενος, κοιταζόμενος, ἐξανιστάμενος, λαλῶν, περιπατῶν, ἁπαξαπλῶς ἐν παντὶ πράγματι. Ὁ γὰρ ἐνταῦθα σταυ

ρωθεὶς ἐν οὐρανοῖς ἐστιν ἄνω. Εἰ μὲν γὰρ σταυρωθεὶς καὶ ταφεὶς ἐναπέμεινε τῷ τάφῳ, εἴχομεν ἂν ἐπαισχύνεσθαι· νυνὶ δὲ ̔Ο ἐν τῷ Γολγοθᾷ τούτῳ σταυρωθεὶς ἀπὸ τοῦ πρὸς ἀνατολὰς ὄρους τῶν Ελαίων ἀναβέβηκεν εἰς τὸν οὐρανόν. Εντεῦθεν γὰρ εἰς ᾅδην καταβὰς, καὶ πάλιν ἀνελθὼν πρὸς ἡμᾶς, ἀφ ̓ ἡμῶν ἀνῆλθε πάλιν εἰς τὸν οὐρανὸν, τοῦ Πατρὸς αὐτῷ προσφωνοῦντος καὶ λέγοντος, “ Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.”

ΠΕΡΙ ΜΕΛΛΟΥΣΗΣ ΚΡΙΣΕΩΣ.

Ηδη

15. Οὗτος Ἰησοῦς ὁ Χριστὸς ὁ ἀναβὰς ἔρχεται πάλιν ἐξ οὐρανῶν, οὐκ ἀπὸ γῆς. Καὶ εἶπον, “ οὐκ ἀπὸ γῆς,” ἐπειδὴ πολλοὶ μέλλουσιν ἀντίχριστοι νῦν ἀπὸ γῆς ἔρχεσθαι. γὰρ, καθὼς ἐθεώρησας, ἤρξαντο πολλοὶ λέγειν, ὅτι “ ἐγώ εἰμι ὁ Χριστός” καὶ μέλλει λοιπὸν ἔρχεσθαι τὸ βδέλυγμα τῆς ἐρημώσεως, ψευδῆ Χριστοῦ προσηγορίαν ἑαυτῷ προστιθείς. Σὺ δέ μοι τὸν ἀληθῆ Χριστὸν, τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, μηκέτι λοιπὸν ἀπὸ γῆς ἐρχόμενον, ἀλλ ̓ ἐξ οὐρανῶν προσδόκα, ὑπὲρ ἅπασαν ἀστραπὴν καὶ λαμπηδόνα φωτὸς τοῖς πᾶσι φαινόμενον, ὑπ ̓ ἀγγέλων δορυφορούμενον, ἵνα κρίνῃ ζῶντας καὶ νεκροὺς, καὶ βασιλεύῃ βασιλείαν οὐράνιον, αἰώνιον, καὶ ἀτελ. εύτητον. ̓Ασφαλίζου γάρ μοι καὶ ἐν τούτῳ, ἐπειδὴ πολλοί εἰσιν οἱ λέγοντες, “ τέλος εἶναι τῆς Χριστοῦ βασιλείας.”

ΠΕΡΙ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ.

16. Πίστευε καὶ εἰς τὸ Πνεῦμα τὸ ̔́Αγιον· καὶ τὴν αὐτὴν ἔχε περὶ Αὐτοῦ δόξαν, ἣν παρέλαβες ἔχειν περὶ Πατρὸς καὶ Υἱοῦ, καὶ μὴ κατὰ τοὺς τὰ δύσφημα περὶ αὐτοῦ διδάσκοντας. Σὺ δὲ μάνθανε, ὅτι ἕν ἐστι τοῦτο τὸ ̔́Αγιον Πνεῦμα, ἀδιαί μετον, πολυδύναμον, πολλὰ μὲν ἐνεργοῦν, αὐτὸ δὲ μὴ μεριζ όμενον· τὸ γινῶσκον τὰ μυστήρια, τὸ ἐρευνῶν πάντα, καὶ τὰ

E

βάθη τοῦ Θεοῦ, τὸ ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐν εἴδει περιστερᾶς κατελθὸν, τὸ ἐν νόμῳ καὶ προφήταις ἐνεργῆσαν, τὸ καὶν ῦν κατὰ τὸν καιρὸν τοῦ βαπτίσματος σφραγίζον σου τὴν ψυχήν· οὗ καὶ πᾶσα νοητὴ φύσις χρείαν ἔχει τῆς ἁγιότητος, εἰς ὃ βλασφημῆσαί τις ἐὰν τολμήσῃ, οὐκ ἔχει ἄφεσιν, οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι, ὅπερ σὺν Πατρὶ καὶ Υἱῷ τῇ τῆς Θεότητος δόξῃ τετίμηται, οὗ καὶ χρείαν ἔχουσι θρόνοι καὶ κυριότητες, ἀρχαὶ καὶ ἐξουσίαι· Εἷς γάρ ἐστι Θεὸς, ὁ τοῦ Χριστοῦ Πατὴρ, καὶ εἰς Κύριος Ἰησοῦς Χριστὸς, ὁ τοῦ μόνου Θεοῦ μονογενὴς Υἱὸς, καὶ ἐν τὸ Πνεῦμα τὸ ̔́Αγιον, τὸ πάντων ἁγιαστικὸν, καὶ θεοποιὸν, τὸ ἐν νόμῳ καὶ προφήταις, παλαιᾷ τε καὶ καινῇ διαθήκῃ, λαλῆσαν.

17. Ταύτην ἔχε τὴν σφραγῖδα ἐν τῇ διανοίᾳ σου πάντοτε, ἥτις νῦν μὲν κατὰ ἀνακεφαλαίωσιν ἀκροθιγώς σοὶ εἴρηται, εἰ δὲ παράσχοι ὁ Κύριος, μετὰ τῆς ἐκ τῶν γραφῶν ἀποδείξεως κατὰ δύναμιν ῥηθήσεται. Δεῖ γὰρ περὶ τῶν θείων καὶ ἁγίων τῆς πίστεως μυστηρίων μηδὲ τὸ τυχὸν ἄνευ τῶν θείων παραδίδοσθαι γραφῶν, καὶ μὴ ἁπλῶς πιθανότησι καὶ λόγων κατασκευαῖς παραφέρεσθαι. Μηδὲ ἐμοὶ τῷ ταῦτά σοι λέγοντι ἁπλῶς πιστεύσῃς, ἐὰν τὴν ἀπόδειξιν τῶν καταγγελλομένων ἀπὸ τῶν θείων μὴ λάβῃς γραφῶν. Ἡ σωτηρία γὰρ αὕτη τῆς πίστε εως ἡμῶν οὐκ ἐξ εὑρεσιλογίας, ἀλλὰ ἐξ ἀποδείξεως τῶν θείων ἐστὶ γραφῶν.

ΠΕΡΙ ΨΥΧΗΣ.

18. Μετὰ δὲ τὴν γνῶσιν τῆς σεμνῆς καὶ ἐνδόξου ταύτης καὶ παναγίας πίστεως, καὶ σεαυτὸν γνῶθι λοιπὸν ὅστις εἶ, ὅτι διπλοῦς ἄνθρωπος καθέστηκας, ἐκ ψυχῆς τε καὶ σώματος συγκείμενος· καὶ ὅτι, καθὼς πρὸ βραχέος εἴρηται, ὁ αὐτὸς Θεὸς καὶ τῆς ψυχῆς καὶ τοῦ σώματός ἐστι δημιουργός. Καὶ γίν νωσκε, ὅτι ψυχὴν ἔχεις αὐτεξούσιον, ἔργον Θεοῦ κάλλιστον, κατ ̓ εἰκόνα τοῦ πεποιηκότος, ἀθάνατον διὰ τὸν ἀπαθανατίζοντα

Θεόν, ζῶον, λογικὸν, ἄφθαρτον, διὰ τὸν ταῦτα χαρισάμενον, ἐξουσίαν ἔχον ποιεῖν ἃ βούλεται. Οὐ γὰρ κατὰ γένεσιν ἁμαρτάνεις, οὔτε κατὰ τύχην πορνεύεις, οὔτε, καθὼς ληροῦσί τινες, αἱ τῶν ἄστρων πλοκαὶ ταῖς ἀσελγείαις σε προσέχειν ἀναγκάζουσι. Τί φεύγων ὁμολογῆσαι τὰ σεαυτοῦ κακὰ, τοῖς ἀναι τίοις ἄστροις προσγράφεις τὴν αἰτίαν; Μή μοι πρόσεχε λοιπὸν ἀστρολόγοις· περὶ γὰρ τούτων λέγει ἡ θεία γραφή, " Στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, καὶ ἑξῆς. «Ἰδοὺ πάντες ὡς φρύγανον ἐπὶ πυρὶ κατακαυθήσονται, καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός.”

19. Μάνθανε δὲ καὶ τοῦτο, ὅτι πρὶν παραγένηται εἰς τόνδε τὸν κόσμον ἡ ψυχὴ, οὐδὲν ἥμαρτεν· ἀλλ ̓ ἐλθόντες ἀναμάρτη τοι, νῦν ἐκ προαιρέσεως ἁμαρτάνομεν. Μή μοι κακῶς τινος ἀκούσῃς ἐξηγουμένου τὸ, “ Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, ἀλλὰ μέμνησο τοῦ λέγοντος, “Ἐὰν θέλητε καὶ εἰσακούσησθέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσησθέ μου, μάχαιρα ὑμᾶς κατέδεται,” καὶ τὰ ἑξῆς· καὶ πάλιν, "Ωσπερ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.” Καὶ μέμνησο τῆς γραφῆς λεγούσης, “ Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει” καὶ ὅτι, “ Τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς·” καὶ ὅτι, “ Τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυ σαν” καὶ τοῦ Θεοῦ πάλιν ἐγκαλοῦντος, καὶ λέγοντος, “Εγώ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία ;”

20. ̓Αθάνατός ἐστιν ἡ ψυχή. Καὶ ὁμοῖαι πᾶσαι αἱ ψυχαί εἰσιν ἀνδρῶν τε καὶ γυναικῶν· τὰ γὰρ μέλη τοῦ σώματος διακέκρινται μόνον. Οὐκ ἔστι τάγμα ψυχῶν κατὰ φύσιν ἁμαρτανουσῶν, καὶ τάγμα ψυχῶν κατὰ φύσιν δικαιοπραγουσῶν· ἀλλ ̓ ἐκ προαιρέσεως ἀμφότερα, μονοειδοῦς καὶ ὁμοίας οὔσης ἐν ἅπασι τῆς τῶν ψυχῶν ὑποστάσεως. Οἶδα μὲν οὖν

πολλὰ λέγων, καὶ ὡς ὁ καιρὸς ἤδη πολύς ἐστιν· ἀλλὰ τί σωτηρίας προτιμώτερον; οὐ βούλει καμῶν λαβεῖν ἐφόδια πρὸς τοὺς αἱρετικούς ; οὐδὲ θέλεις γνῶναι τῆς ὁδοῦ τὰς παρεκτροπάς, ἵνα μὴ κατὰ κρημνὸν ἐξ ἀγνοίας ἐνεχθῇς; Εἰ οἱ διδάσκοντες ἠγοῦνται κέρδος οὐ μικρὸν τό σε ταῦτα μαθεῖν, σὺ ὁ μανθάνων ἆρα οὐκ ὀφείλεις ἡδέως δέχεσθαι τῶν λεγομένων τὸ πλῆθος ;

21. Αὐτεξούσιός ἐστιν ἡ ψυχή. Καὶ ὁ διάβολος τὸ μὲν ὑποβάλλειν δύναται, τὸ δὲ καὶ ἀναγκάσαι παρὰ προαίρεσιν οὐκ ἔχει τὴν ἐξουσίαν. Υπογράφει σοι πορνείας λογισμόν· ἐὰν θέλῃς ἐδέξω· ἐὰν θέλῃς, οὐκ ἐδέξω. Εἰ γὰρ κατ ̓ ἀνάγκην ἐπόρνευες, καὶ τίνος ἕνεκα τὴν γέενναν ἡτοίμασεν ὁ Θεός; εἰ κατὰ φύσιν ἀλλ ̓ οὐ κατὰ προαίρεσιν ἐδικαιοπραγεις, τίνος ἕνεκεν στεφάνους ἐνεκδιηγήτους ἡτοίμασεν ὁ Θεός ; Πρᾷόν ἐστι τὸ πρόβατον, ἀλλ ̓ οὐδέ ποτε τοῦτο διὰ τὴν πραότητα ἐστεφ ανώθη· ἐπειδὴ τὸ πρᾷον οὐκ ἐκ προαιρέσεως ἀλλ ̓ ἐκ φύσεως αὐτῷ πρόσεστιν.

ΠΕΡΙ ΣΩΜΑΤΟΣ.

22. Εγνως, ἀγαπητέ, καθ' ὅσον ἐγχωρεῖ τέως, τὰ περὶ ψυχῆς. Δέξαι κατὰ δύναμιν καὶ τὸν περὶ τοῦ σώματός σου λόγον. Μή τινος τῶν λεγόντων ἀνάσχῃ ἀλλότριον Θεοῦ τοῦτο εἶναι τὸ σῶμα. Οἱ γὰρ ἀλλότριον Θεοῦ εἶναι τὸ σῶμα τι πιστεύοντες, καὶ ὡς ἐν ἀλλοτρίῳ σκεύει τὴν ψυχὴν κατοικεῖν, τούτῳ καὶ εἰς πορνείας ἑτοίμως ἀποκέχρηνται. Τί δὲ καὶ κατέγνωσαν τοῦ θαυμασίου τούτου σώματος; τί μὲν γὰρ ἐν εὐπρεπείᾳ λείπεται ; τί δὲ οὐκ ἔστιν ἔντεχνον τῆς κατασκευῆς ; Αρα οὐκ ἐχρῆν αὐτοῦς κατανοῆσαι ὀφθαλμῶν μὲν λαμπροτάτην κατάστασιν; ὅπως δὲ τὰ ὦτα, πλαγίως ἐγκείμενα, ἀνεμπόδιστον δέχεται τὴν ἀκοήν; καὶ ὅπως ἡ ὄσφρησις μέν ἐστι τῶν ἀτμῶν διακριτικὴ, καὶ τῶν ἀναθυμιάσεων ἀντιληπτική; ἡ γλῶττα δὲ ὅπως δισσῶν πραγμάτων ἐστὶ διάκονος, γευ

« PoprzedniaDalej »