Obrazy na stronie
PDF
ePub

S. CYRILLI HIEROS. CATECHESIS QUARTA.

43

ἡ Ἐκκλησία νουθετεῖ, διὰ τοῦτο τὰ παρόντα διδασκαλεία, διὰ τοῦτο τὰ ἀναγνώσματα γίνονται.

2. Ο γὰρ τῆς θεοσεβείας τρόπος ἐκ δύο τούτων συνέστηκε, δογμάτων εὐσεβῶν καὶ πράξεων ἀγαθῶν· Καὶ οὔτε τὰ δόγματα χωρὶς ἔργων ἀγαθῶν εὐπρόσδεκτα τῷ Θεῷ, οὔτε τὰ μὴ μετ ̓ εὐσεβῶν δογμάτων ἔργα τελούμενα προσδέχεται ὁ Θεός. Τί γὰρ ὄφελος, εἰδέναι μὲν τὰ περὶ Θεοῦ δόγματα καλῶς, καὶ πορνεύειν αἰσχρῶς; τί δ ̓ αὖ πάλιν ὄφελος, σωφρονεῖν μὲν καλῶς, καὶ βλασφημεῖν ἀσεβῶς; Μέγιστον τοίνυν κτῆμά ἐστι τὸ τῶν δογμάτων μάθημα. Καὶ χρεία νηφαλίου ψυχῆς, ἐπειδὴ πολλοί εἰσιν οἱ συλαγωγούντες διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης. Καὶ οἱ μὲν Έλληνες διὰ τῆς εὐγλωττίας κατασύρουσι· “ μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης.” ἐκ περιτομῆς, διὰ τῶν θείων γραφῶν ἂς παρεξηγοῦνται κακῶς, τοὺς προσερχομένους ἀπατῶσιν· ἐκ παιδίου μελετῶντες ἕως γήρως, καὶ ἐν ἀμαθίᾳ καταγηρῶντες. Αἱρετικῶν δὲ παῖδες, διὰ τῆς χρηστολογίας καὶ εὐγλωττίας, ἀπατῶσι τὰς καρδίας τῶν ἀκάκων, ὥσπερ μέλιτι, τῇ τοῦ Χριστοῦ προσηγορίᾳ, τὰ τῶν δυσσεβῶν δογμάτων ἰοβόλα συγκαλύπτοντες. Περὶ ὧν ἁπάν των ἅμα λέγει Κύριος, “ Βλέπετε μὴ τις ὑμᾶς πλανήσῃ.” Διὰ τοῦτο καὶ ἡ τῆς Πίστεως διδασκαλία καὶ εἰς αὐτὴν ἐξηγήσεις γίνονται.

[ocr errors]

3. Πρὸ δὲ τῆς εἰς τὴν Πίστιν παραδόσεως, καλῶς ἔχειν μοι δοκεῖ νῦν ἀνακεφαλαιώσει συντόμῳ χρήσασθαι τῶν ἀναγκαίων δογμάτων, ἵνα μὴ τὸ πλῆθος τῶν λεχθησομένων καὶ τὸ μεταξὺ διάστημα τῶν ἡμερῶν τῆς ἁγίας τεσσαρακοστῆς ἁπάσης λήθην ἐμποιήσῃ τῶν ἐν ὑμῖν ἀφελεστέρων τῇ διανοίᾳ· ἀλλ ̓ ἵνα νῦν κεφαλαιωδῶς ὑποσπείραντες, μὴ ἐπιλαθώμεθα τῶν αὐτῶν πλατυτέρως γεωργουμένων ὕστερον. ̓Ανασχέσθωσαν δὲ τῶν συμπαρόντων οἱ τελειότεροι τὴν ἕξιν, καὶ “ τὰ αἰσθητήρια ἤδη γεγυμνασμένα ἔχοντες πρὸς διάκρισιν ἀγαθοῦ τε καὶ κακοῦ,” νηπιωδεστέρων ἀκούοντες καὶ τῆς γαλακτώδους εἰσαγωγῆς, ἵνα ἅμα καὶ οἱ τῆς κατηχήσεως χρείαν ἔχοντες ὠφεληθῶσι, καὶ οἱ

τὴν γνῶσιν ἔχοντες περὶ ὧν προγινώσκουσιν ἤδη τὴν μνήμην ἀναζωπυρηθῶσι.

ΠΕΡΙ ΘΕΟΥ.

4. Πρῶτον τοίνυν ὑμῶν τῇ ψυχῇ τεθεμελιούσθω δόγμα τὸ περὶ Θεοῦ· ὅτι ὁ Θεὸς εἷς ἐστι μόνος, ἀγέννητος, ἄναρχος, ἄτρεπτος, ἀναλλοίωτος, οὐχ ὑφ ̓ ἑτέρου γεγεννημένος, οὐχ ἕτερον ἔχων τῆς ζωῆς διάδοχον· καὶ οὔτε ἐν χρόνῳ τοῦ ζῆν ἀρξάμενος, οὔτε ποτὲ τελευτῶν· καὶ ὅτι Αὐτός ἐστιν ἀγαθὸς καὶ δίκαιος ἵνα ἐάν ποτε ἀκούσῃς λέγοντος αἱρετικοῦ, “ ἄλλον εἶναι τὸν δίκαιον καὶ ἄλλον εἶναι τὸν ἀγαθὸν,” εὐθὺς ὑπομνησθεὶς γνῶς τὸ τῆς αἱρέσεως ἰοβόλον· Ἐτόλμησαν γάρ τινες ἀσεβῶς τὸν ἕνα Θεὸν διαχωρίσαι τῷ λόγῳ. Καὶ τινες εἶπον, “ ἄλλον μὲν τὸν δημιουργὸν τῆς ψυχῆς καὶ δεσπότην, ἄλλον δὲ τὸν τῶν σωμάτων,” ἀνοήτως ἅμα καὶ δυσσεβῶς διδάσκοντες. Πῶς γὰρ δύο κυρίων εἷς δοῦλος γίνεται ἄνθρωπος, τοῦ Κυρίου λέγοντος ἐν εὐαγγελίοις, “ Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν ;” Εἷς οὖν ἐστι Θεὸς μόνος, ὁ καὶ ψυχῶν καὶ σωμάτων ποιητής· εἷς ἐστιν ὁ δημιουργὸς οὐρανοῦ καὶ γῆς, ἀγγέλων τε καὶ ἀρχαγγέλων ποιητής· ὁ πολλῶν μὲν δημιουργὸς, ἑνὸς δὲ μόνου Πατὴρ πρὸ αἰώνων, ἑνὸς μόνου τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι ̓ οὗ ἐποίησε πάντα, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα.

66

5. Οὗτος, ὁ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐ περιγέγραπται ἐν τινὶ τόπῳ, οὐδέ ἐστι μικρότερος οὐρανοῦ· ἀλλ' “ ἔργα τῶν δακτύλων αὐτοῦ εἰσιν οἱ οὐρανοὶ,” καὶ ἡ γῆ πᾶσα ἐν τῇ δρακὶ αὐτοῦ κατέχεται. Οὗτος ἐν πᾶσίν ἐστι, καὶ πάντων ἐκτός. Μὴ νομίσῃς αὐτοῦ τὸν ἥλιον φωτεινότερον, ἢ ἶσον εἶναι. Ο γὰρ τὸν ἥλιον κατασκευάσας πρότερον ὀφείλει πολλῷ μᾶλλον ἀσυγκρίτως εἶναι μείζων καὶ φωτεινότερος. Προγνώστης ἐστὶ τῶν μελλόντων, καὶ πάντων δυνατώτερος εἰδὼς ἅπαντα καὶ ποιῶν ὡς βούλεται· οὐχ ὑποκείμενος πραγμάτων ἀκολουθίαις, οὐδὲ γενέσει, οὐδὲ τύχῃ, οὔθ ̓ εἱμαρμένῃ.

ἐν πᾶσι τέλειος, καὶ πᾶσαν ἀρετῆς ἰδέαν ἐν ἴσῳ κεκτημένος. οὔτε μειούμενος οὔτε αὔξων, ἀλλὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύ τως ἔχων, ἡτοιμακὼς κόλασιν τοῖς ἀμαρτωλοῖς, καὶ στέφανον τοῖς δικαίοις.

6. Ἐπεὶ οὖν ἐπλανήθησαν ἀπὸ τοῦ ἑνὸς Θεοῦ διαφόρως πολλοί, καὶ οἱ μὲν ἥλιον ἐθεοποίησαν, ἵνα, δύνοντος ἡλίου, κατὰ τὸν τῆς νυκτὸς καιρὸν ἄθεοι μένωσιν, οἱ δὲ σελήνην, ἵνα ἐν ἡμέρᾳ Θεὸν μὴ ἔχωσι, οἱ δὲ τὰ λοιπὰ μέρη τοῦ κόσμου, οἱ δὲ τὰς τέχνας, οἱ δὲ τὰς τροφάς, οἱ δὲ τὰς ἡδονάς, καὶ οἱ μὲν γυναικομανεῖς, γυμνῆς γυναικὸς εἴδωλον ἐν ὑψηλῷ στήσαντες, ̓Αφροδιτήν τε προσαγορεύσαντες, προσεκύνησαν διὰ τοῦ φαινομένου τὸ πάθος, οἱ δὲ τοῦ χρυσοῦ τὸ λαμπρὸν ἐκπλαγέντες, αὐτόν τε καὶ τὰς λοιπὰς ὅλας ἐθεοποίησαν. Ἐὰν δέ τις τὸν περὶ μοναρχίας τοῦ Θεοῦ λόγον προθεμελιώσῃ τῇ καρδίᾳ, καὶ πεισθῇ τούτῳ, πᾶσαν ὁμοῦ τῶν κακῶν τῆς εἰδωλολατρείας καὶ τῆς τῶν αἱρετικῶν πλάνης ἐκκόπτει τὴν φοράν. Τοῦτο μὲν οὖν σοι πρῶτον δόγμα τῆς εὐσεβείας ἐν τῇ ψυχῇ προθεμελίωσον, διὰ τῆς πίστεως.

ΠΕΡΙ ΧΡΙΣΤΟΥ.

7. Πίστευε δὲ καὶ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν ἕνα καὶ μόνον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· τὸν ἐκ τοῦ Θεοῦ Θεὸν γεννηθέντα, τὸν ἐκ Ζωῆς Ζωὴν γεννηθέντα, τὸν ἐκ Φωτὸς Φῶς γεννηθέντα, τὸν ὅμοιον κατὰ πάντα τῷ γεννήσαντι, τὸν οὐκ ἐν χρόνοις τὸ εἶναι κτησάμενον, ἀλλὰ πρὸ πάντων τῶν αἰώνων αϊδίως καὶ ἀκαταλήπτως ἐκ τοῦ Πατρὸς γεγεννημένον, τὴν σοφίαν Θεοῦ καὶ τὴν δύναμιν, καὶ τὴν δικαιοσύνην τὴν ἐνυπόστατον, τὸν ἐν δεξίᾳ τοῦ Πατρὸς πρὸ πάντων τῶν αἰώνων καθεζόμενον. Οὐ γὰρ, ὥς τινες ἐνόμισαν, μετὰ τὸ παθὸς στεφανωθεὶς ὥσπερ ὑπὸ τοῦ Θεοῦ, διὰ τὴν ὑπομονὴν ἔλαβε τὸν ἐν δεξιᾷ θρόνον· ἀλλ ̓ ἀφ ̓ οὗπέρ ἐστιν (ἔστι δὲ γεννηθεὶς ἀεὶ ἔχει τὸ βασιλικὸν ἀξίωμα, συγκαθεζόμενος τῷ Πατρὶ, Θεὸς ὢν καὶ σοφία καὶ

δύναμις, καθὼς εἴρηται· τῷ Πατρὶ συμβασιλεύων, καὶ πάντων διὰ τὸν Πατέρα δημιουργός· ἀλλὰ ἀνελλιπὴς εἰς θεότητος ἀξίαν, καὶ γινώσκων τὸν γεγεννηκότα, καθὼς γινώσκεται ὑπὸ τοῦ γεγεννηκότος. Καὶ ἵνα συντόμως εἴπωμεν, τοῦ ἐν εὐαγγελίοις γεγραμμένου μέμνησο, ὅτι “ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μη ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τὶς ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός.”

8. Καὶ μήτε ἀπαλλοτριώσῃς τοῦ Πατρὸς τὸν Υἱὸν, μήτε συναλοιφὴν ἐργασάμενος υἱοπατορίαν πιστεύσῃς· ἀλλὰ πίστευε ὅτι ἑνὸς Θεοῦ μονογενής εἷς ἐστὶν Υἱὸς, ὁ πρὸ πάντων τῶν αἰώνων Θεὸς, Λόγος, Λόγος, οὐ προφορικὸς εἰς ἀέρα διαχεόμενος, οὔτε λόγοις ἀνυποστάτοις ἐξομοιούμενος, ἀλλὰ Λόγος, Υἱὸς, λογικῶν ποιητὴς, Λόγος, ἀκούων τοῦ Πατρὸς καὶ λαλῶν Αὐτός. Καὶ περὶ μὲν τούτων κατὰ καιρὸν, εἰ ὁ Θεὸς παράσχοι, πλατύτερον ἡμῖν ῥηθήσεται· οὐ γὰρ ἐπιλανθανόμεθα τῆς προτάσεως, ὅτι κεφαλαιώδεις εἰσαγωγὰς πίστεως νῦν ποιούμεθα.

ΠΕΡΙ ΤΗΣ ΕΚ ΠΑΡΘΕΝΟΥ ΓΕΝΝΗΣΕΩΣ.

9. Πίστευε δὲ ὅτι οὗτος ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τὰς ἁμαρτίας ἡμῶν, ἐξ οὐρανῶν κατῆλθεν ἐπὶ τῆς γῆς, τὴν ὁμοιοπαθῆ ταύτην ἡμῖν ἀναλαβὼν ἀνθρωπότητα, καὶ γεννηθεὶς ἐξ ἁγίας Παρθένου καὶ ̔Αγίου Πνεύματος· οὐ δοκήσει καὶ φαντασίᾳ τῆς ἐνανθρωπήσεως γενομένης, ἀλλὰ τῇ ἀληθείᾳ· οὐδὲ ὥστ περ διὰ σωλῆνος διελθὼν τῆς παρθένου, ἀλλὰ σαρκωθεὶς ἐξ αὐτῆς ἀληθῶς, [καὶ γαλακτοτροφηθεὶς ἀληθῶς ἐξ αὐτῆς.] φαγὼν ὡς ἡμεῖς ἀληθῶς, καὶ πιὼν ὡς ἡμεῖς ἀληθῶς. Εἰ γὰρ φάντασμα ἦν ἡ ἐνανθρώπησις, φάντασμα καὶ ἡ σωτηρία. Διπο λοῦς ἦν ὁ Χριστὸς, ἄνθρωπος μὲν τὸ φαινόμενον, Θεὸς δὲ τὸ μὴ φαινόμενον· ἐσθίων μὲν ὡς ἄνθρωπος ἀληθῶς ὡς ἡμεῖς, εἶχε γὰρ τῆς σαρκὸς τὸ ὁμοιοπαθὲς ὡς ἡμεῖς, τρέφων δὲ ἐκ πέντε ἄρτων τοὺς πεντακισχιλίους ὡς Θεός· ἀποθνήσκων μὲν ὡς ἄνθρωπος ἀληθῶς, νεκρὸν δὲ τὸν τετραήμερον ἐγείρων ὡς

*

Θεός· καθεύδων εἰς τὸ πλοῖον ἀληθῶς ὡς ἄνθρωπος, καὶ περιπατῶν ἐπὶ τῶν ὑδάτων ὡς Θεός.

ΠΕΡΙ ΤΟΥ ΣΤΑΥΡΟΥ.

10. Οὗτος ἐσταυρώθη ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἀληθῶς. Καν γὰρ ἀρνήσασθαι βουληθῇς, ὁ τόπος ἐλέγχει σε φαινόμε νος, ὁ μακάριος οὗτος Γολγοθάς, ἐν ᾧ νύν, διὰ τὸν ἐν αὐτῷ σταυρωθέντα, συγκεκροτήμεθα. Καὶ τοῦ ξύλου τοῦ σταυροῦ πᾶσα λοιπὸν ἡ οἰκουμένη κατὰ μέρος ἐπληρώθη. Ἐσταυρώθη δὲ οὐχ ὑπὲρ ἰδίων ἁμαρτιῶν, ἀλλ ̓ ἵνα ἡμεῖς τῶν οἰκείων ἁμαρτιῶν ἐλευθερωθῶμεν. Καὶ κατεφρονήθη μὲν ὑπὸ τῶν ἀνθρώπων τότε καὶ ἐρραπίσθη ὡς ἄνθρωπος, ἐγνωρίσθη δὲ ὑπὸ τῆς κτίσεως ὡς Θεός· ὁ γὰρ ἥλιος, δεσπότην ἀτιμαζό μενον ἰδὼν, ἐξελίμπανεν τρέμων, οὐ φέρων τὴν θέαν.

ΠΕΡΙ ΤΗΣ ΤΑΦΗΣ.

11. Εν μνήματι πέτρας ἐτέθη ἀληθῶς ὡς ἄνθρωπος· ἀλλὰ πέτραι διερράγησαν τῷ φόβῳ δι' αὐτόν. Κατῆλθεν εἰς τὰ καταχθόνια, ἵνα κἀκεῖθεν λυτρώσηται τοὺς δικαίους· Ἐβούλου γὰρ, εἰπέ μοι, τοὺς μὲν ζῶντας ἀπολαῦσαι τῆς χάριτος, καὶ ταῦτα, τῶν πλείστων οὐχ ὁσίων ὄντων, τοὺς δὲ ἀπὸ ̓Αδὰμ πολυχρονίως ἀποκεκλεισμένους μὴ τυχεῖν τῆς ἐλευθερίας λοιπόν; Ησαΐας ὁ προφήτης τοσαῦτα περὶ αὐτοῦ μεγαλοφώνως ἐκήρυξεν· οὐκ ἤθελες ἵνα Βασιλεὺς κατελθὼν λυτρώσηται τὸν κήρυκα ; Δαβὶδ ἦν ἐκεῖ, καὶ Σαμουὴλ, καὶ πάντες οἱ προφῆται, καὶ αὐτὸς Ἰωάννης ὁ λέγων διὰ τῶν ἀποσταλέντων, “Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν ;” οὐκ ἤθελες ἵνα καταβὰς λυτρώσηται τοὺς τοιούτους ;

ΠΕΡΙ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ.

12. ̓Αλλ' ὁ καταβὰς εἰς τὰ καταχθόνια πάλιν ἀνῆλθε, καὶ ὁ ταφεὶς ̓Ιησοῦς πάλιν ἀνέστη τὸ τριήμερον ἀληθῶς Καν

« PoprzedniaDalej »