Obrazy na stronie
PDF
ePub

τῆς ἰδίας σαρκὸς ἀπαθῶς οἰκειούμενος πάθη. “ Χάριτι δὲ Θεοῦ καὶ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου,” διδοὺς αὐτῷ τὸ ἴδιον σῶμα, καίτοι κατὰ φύσιν ὑπάρχων ζωὴ, καὶ αὐτὸς ὢν ἡ ἀνάστασις· ἵνα γὰρ ἀῤῥήτῳ δυνάμει πατήσας τὸν θάνατον, ὡς ἔν γε δὴ πρώτῃ [fors. πρωτευούση,] τῇ ἰδίᾳ σαρκὶ, γένηται πρωτότοκος ἐκ νεκρῶν, καὶ ἀπαρχὴ τῶν κεκοιμημένων, ὁδοποιήσῃ τε τῇ τοῦ ἀνθρώπου φύσει τὴν εἰς ἀφθαρσίαν ἀναδρομὴν, χάριτι Θεοῦ, καθάπερ ἔφημεν ἀρτίως, ὑπὲρ παντὸς ἐγεύ σατο θανάτου· τριήμερος δὲ ἀνεβίω σκυλεύσας τὸν ἅδην· ὥστε καν λέγηται δι ̓ ἀνθρώπου γενέσθαι ἡ ἀνάστασις τῶν νεκρῶν, ἀλλὰ νοοῦμεν ἄνθρωπον τὸν ἐκ Θεοῦ γεγονότα Λόγον, καὶ λελύσθαι δι ̓ αὐτοῦ τοῦ θανάτου τὸ κράτος· ἥξει δὲ κατὰ καιροὺς ὡς εἷς Υἱὸς καὶ Κύριος ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἵνα “ κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,” καθὰ γέγραπται.

Z.

̓Αναγκαίως δὲ κἀκεῖνο προσθήσομεν· καταγγέλλοντες γὰρ τὸν κατὰ σάρκα θάνατον τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, τουτέστιν Ἰησοῦ Χριστοῦ, τήν τε ἐκ νεκρῶν ἀναβίωσιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν ὁμολογοῦντες, τὴν ἀναίμακτον [fors. ἀναιμάκτου] ἐν ταῖς Ἐκκλησίαις τελοῦμεν θυσίαν [fors. θυσίας λατρείαν]· πρόσιμέν τε οὕτω ταῖς μυστικαῖς εὐλο γίαις καὶ ἁγιαζόμεθα, μέτοχοι γενόμενοι τῆς τε ἁγίας σαρκὸς καὶ τοῦ τιμίου αἵματος τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ οὐχ ὡς σάρκα κοινὴν δεχόμενοι, (μὴ γένοιτο,) οὔτε μὴν ὡς ἀνδρὸς ἡγιασμένου, καὶ συναφθέντος τῷ λόγῳ κατὰ τὴν ἑνότητα τῆς ἀξίας, ἤγουν ὡς θείαν ἐνοίκησιν ἐσχηκότος, ἀλλ' ὡς ζωοποιὸν ἀληθῶς, καὶ ἰδίαν αὐτοῦ τοῦ Λόγου. Ζωὴ γάρ ὢν κατὰ φύσιν ὡς Θεός, ἐπειδὴ γέγονεν ἓν πρὸς τὴν ἑαυτοῦ σάρκα, ζωοποιὸν ἀπέφηνεν αὐτήν· ὥστε κἂν λέγῃ πρὸς ἡμᾶς, “Αμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα,” οὐχ ὡς ἀνθρώπου

τῶν καθ ̓ ἡμᾶς ἑνὸς καὶ αὐτὴν εἶναι λογιούμεθα· πῶς γὰρ ἡ ἀνθρώπου σὰρξ ζωοποιὸς ἔσται κατὰ φύσιν τὴν ἑαυτῆς; ἀλλ' ὡς ἰδίαν ἀληθῶς γενομένην τοῦ δι' ἡμᾶς καὶ υἱοῦ καὶ ἀνθρώπου γεγονότος τε καὶ χρηματίσαντος.

H.

66

Τὰς δέ γε ἐν τοῖς Εὐαγγελίοις τοῦ Σωτῆρος ἡμῶν φωνὰς οὔτε ὑποστάσεσι δυσὶν, οὔτε μὴν προσώποις, καταμερίζομεν. Οὐδὲ γάρ ἐστι διπλοῦς ὁ εἷς καὶ μόνος Χριστὸς, κἂν ἐκ δύο νοῆται καὶ διαφόρων πραγμάτων εἰς ἑνότητα τὴν ἀμέριστον συνενηνεγμένος, καθάπερ ἀμέλει καὶ ἄνθρωπος ἐκ ψυχῆς νοεῖ ται καὶ σώματος, καὶ οὐ διπλοῦς μᾶλλον, ἀλλ' εἷς ἐξ ἀμφοῖν· ἀλλὰ τάς γε ἀνθρωπίνας, καὶ πρός γε τούτῳ τὰς θεϊκὰς, παρ' [ἴσ. περὶ] ἑνὸς εἰρῆσθαι διακεισόμεθα φρονοῦντες ὀρθῶς. Οταν μὲν γὰρ θεοπρεπῶς λέγῃ περὶ ἑαυτοῦ, “ Ο ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,” καὶ, “Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,” τὴν θείαν αὐτοῦ καὶ ἀπόῤῥητον ἐννοοῦμεν φύσιν, καθ ̓ ἣν καὶ ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα διὰ τὴν ταυτότητα τῆς οὐσίας, “ εἰκών” τε καὶ “χαρακτὴρ καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ.” ὅταν δὲ τὸ τῆς ἀνθρωπότητος μέτρον οὐκ ἀτιμάζων, τοῖς Ιουδαίοις προσλαλῇ, “ Νῦν δέ με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα,” πάλιν οὐδὲν ἧττον αὐτὸν τὸν ἐν ἰσότητί τε καὶ ὁμοιότητι τοῦ Πατρὸς Θεὸν Λόγον καὶ ἐκ τῶν τῆς ἀνθρωπότητος αὐτοῦ μέτρων ἐπιγινώσκομεν. Εἰ γάρ ἐστιν ἀναγκαῖον τὸ πιστεύειν ὅτι κατὰ φύσιν Θεὸς ὢν γέγονε σὰρξ, ἤγουν ἄνθρωπος ἐψυχωμένος ψυχῇ λογικῇ, ποῖον ἂν ἔχοι λόγον τὸ ἐπαισχύνεσθαί τινα ταῖς παρ ̓ αὐτοῦ φωναῖς, εἰ γεγόνασιν ἀνθρωποπρεπῶς ; εἰ γὰρ παραιτοῖτο τοὺς ἀνθρώπῳ πρέποντας λόγους, τίς ὁ ἀναγκάσας γενέσθαι καθ ̓ ἡμᾶς ἄνθρωπον; ὁ δὲ καθεὶς ἑαυτὸν δι ̓ ἡμᾶς εἰς ἑκούσιον κένωσιν, διὰ ποίαν αἰτίαν παραιτοῖτ ̓ ἂν τοὺς τῇ κενώσει πρέποντας λόγους; ἑνὶ τοιγα

ροῦν προσώπῳ τὰς ἐν τοῖς Εὐαγγελίοις πάσας ἀναθετέον φωνὰς, ὑποστάσει μιᾷ τῇ τοῦ Λόγου σεσαρκωμένῃ [Corr. σεσαρκω μένου], Κύριος γὰρ Ἰησοῦς Χριστὸς εἶς κατὰ τὰς γραφάς.

[ocr errors]

Θ.

Εἰ δὲ δὴ καλοῖτο καὶ “ ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν, ὡς ἱερουργῶν τῷ Θεῷ καὶ Πατρὶ τὴν πρὸς ἡμῶν αὐτῷ τε καὶ δι ̓ αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ προσκομιζομένην τῆς πίστεως ὁμολογίαν, καὶ μὴν καὶ εἰς τὸ ̔́Αγιον Πνεῦμα, πάλιν αὐτὸν εἶναί φαμεν τὸν ἐκ Θεοῦ κατὰ φύσιν Υἱὸν μονογενῆ, καὶ οὐκ ἀνθρώπῳ προσνέμομεν παρ' αὐτὸν ἑτέρῳ τό τε τῆς ἱερωσύνης ὄνομα, καὶ αὐτὸ δὴ τὸ χρῆμα. Γέγονε γὰρ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, καὶ διαλλακτὴς εἰς εἰρήνην, ἑαυτὸν ἀναθεὶς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ· τοιγάρτοι καὶ ἔφασκε, “ θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας τότε εἶπον, ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ Θεός.” Προσκεκόμικε γὰρ ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τὸ ἴδιον σῶμα, καὶ οὐχ ὑπὲρ ἑαυτοῦ. Ποίας γὰρ ἐδεήθη προσφορᾶς ἢ θυσίας ὑπὲρ ἑαυτοῦ, κρείττων ἁπάσης ὑπάρχων ἁμαρτίας ὡς Θεός ; εἰ γὰρ “ πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ,” καθὸ γεγόναμεν ἡμεῖς ἕτοιμοι πρὸς παραφορὰν, καὶ κατηῤῥώστησεν ἡ ἀνθρώπου φύσις τὴν ἁμαρτίαν, αὐτὸς δὲ οὐχ οὕτω, καὶ ἡττώμεθα διὰ τοῦτο τῆς δόξης αὐτοῦ, πῶς ἂν εἴη λοιπὸν ἀμφίβολον, ὅτι τέθυται δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ ἀμνὸς ὁ ἀληθινός ; Καὶ τό λέγειν δὲ, ὅτι προσκεκόμικεν ἑαυτὸν ὑπέρ γε ἑαυτοῦ καὶ ἡμῶν, ἀμοιρήσειεν ἂν οὐδαμῶς τῶν εἰς δυσσέβειαν ἐγκλημάτων· πεπλημμέληκε γὰρ κατ ̓ οὐδένα τρόπον, οὔτε μὴν ἐποιήσεν ἁμαρτ τίαν· ποίας οὖν ἐδεήθη προσφορᾶς, ἁμαρτίας οὐκ οὔσης, ἐφ' ᾗπερ ἂν γένοιτο, καὶ μάλα εἰκότως ;

I.

Οταν δὲ λέγῃ περὶ τοῦ Πνεύματος, “Ἐκεῖνος ἐμὲ δοξάσει,” νοοῦντες ὀρθῶς, οὐχ ὡς δόξης ἐπιδεᾶ τῆς παρ' ἑτέρου φαμὲν τὸν ἕνα Χριστὸν καὶ Υἱὸν τὴν παρὰ τοῦ ̔Αγίου Πνεύματος δόξαν ἑλεῖν, ὅτι μηδὲ κρεῖττον αὐτοῦ καὶ ὑπὲρ αὐτὸν τὸ Πνεῦμα αὐτοῦ. Ἐπειδὴ δὲ εἰς ἔνδειξιν τῆς ἑαυτοῦ Θεότητος ἐκέχρητο τῷ ̔Αγίῳ Πνεύματι πρὸς μεγαλουργίαν, δεδοξάσθαι παρ' αὐτοῦ φησὶν, ὥσπερ ἂν εἰ καί τις λέγοι τῶν καθ ̓ ἡμᾶς περὶ τῆς ἐνούσης ἰσχύος αὐτῷ τυχὸν, ἢ γοῦν ἐπιστήμης τῆς ἐφ ̓ ὁτῳοῦν, ὅτι δοξάσουσί με. Εἰ γὰρ καὶ ἔστιν ἐν ὑποστάσει τὸ Πνεῦμα ἰδικῇ, καὶ δὴ καὶ νοεῖται καθ ̓ ἑαυτὸ, καθὸ Πνεῦμά ἐστι καὶ οὐχ Υἱὸς, ἀλλ ̓ οὖν ἐστὶν οὐκ ἀλλότριον αὐτοῦ. “ Πνεῦμα γὰρ ἀληθείας” ὠνόμασται, καὶ ἔστι Χριστὸς “ἡ ἀλήθεια” καὶ προχεῖται παρ ̓ αὐτοῦ, καθάπερ ἀμέλει καὶ ἐκ τοῦ Θεοῦ καὶ Πατρός. Ενεργῆσαν τοιγαροῦν τὸ Πνεῦμα καὶ διὰ χειρὸς τῶν ἁγίων ̓Αποστόλων τὰ παράδοξα μετὰ τὸ ἀνελθεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς τὸν οὐρανὸν, ἐδόξασεν αὐτόν. Ἐπιστεύθη γὰρ, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, πάλιν αὐτὸς ἐνεργῶν διὰ τοῦ ἰδίου Πνεύματος. Διὰ τοῦτο καὶ ἔφασκεν, “ ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.” Καὶ οὔτι που φαμὲν, ὡς ἐκ μετοχῆς τὸ Πνεῦμά ἐστι σοφόν τε καὶ δυνατόν· παντέλειον γὰρ καὶ ἀπροσδεές ἐστι παντὸς ἀγαθοῦ. Ἐπειδὴ δέ τῆς τοῦ Πατρὸς δυνάμεως καὶ σοφίας, του τέστι, τοῦ Υἱοῦ, Πνεῦμά ἐστιν, αὐτὸ χρῆμά ἐστι σοφία καὶ δυνάμις.

ΙΑ.

Καὶ ἐπειδὴ Θεὸν ἑνωθέντα σαρκὶ καθ ̓ ὑπόστασιν ἡ ἁγία Παρθένος ἐκτέτοκε σαρκικῶς, ταύτῃ τοι καὶ Θεοτόκον εἶναί φαμεν αὐτὴν, οὐχ ὡς τῆς τοῦ Λόγου φύσεως τὴν τῆς ὑπάρξεως ἀρχὴν ἐχούσης ἀπὸ σαρκός· ἦν γὰρ “ ἐν ἀρχῇ;” “ καὶ Θεὸς ἦν

66

ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν...” καὶ αὐτός ἐστι τῶν αἰώνων ὁ ποιητὴς, συναΐδιος τῷ Πατρὶ, καὶ τῶν ὅλων δημιουργός· ἀλλ ̓, ὡς ἤδη προείπομεν, ἐπειδὴ καθ ̓ ὑπόστασιν ἑνώσας ἑαυτῷ τὸ ἀνθρώπινον, καὶ ἐκ μήτρας αὐτῆς γέννησιν ὑπέμεινε σαρκικὴν, οὐχ ὡς δεηθεὶς ἀναγκαίως, ἤτοι διὰ τὴν ἰδίαν φύσιν, τῆς ἐν χρόνῳ καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς γεννήσεως· ἀλλ ̓ ἵνα καὶ αὐτὴν τῆς ὑπάρξεως ἡμῶν εὐλογήσῃ τὴν ἀρχὴν, καὶ τεκούσης γυναικὸς αὐτὸν ἑνωθέντα σαρκὶ, παύσηται λοιπὸν ἡ κατὰ παντὸς τοῦ γένους ἀρὰ, πέμπουσα πρὸς θάνατον τὰ ἐκ γῆς ἡμῶν σώματα· καὶ τὸ, “ ἐν λύπαις τέξῃ τέκνα,” δι ̓ αὐτοῦ καταργούμενον, ἀληθὲς ἀποφήνῃ τὸ διὰ τῆς τοῦ Προφήτου φωνῆς, “ κατέπιεν ὁ θάνατος ἰσχύσας,” καὶ πάλιν, “ ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.” Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας φαμὲν αὐτὸν οἰκονομικῶς καὶ αὐτὸν εὐλογῆσαι τὸν γάμον, καὶ ἀπελθεῖν [fors. ἀνελθεῖν] κεκλημένον ἐν Κανα τῆς Γαλιλαίας ὁμοῦ τοῖς ἁγίοις ̓Αποστόλοις. Ταῦτα φρονεῖν δεδιδάγμεθα παρὰ τῶν ἁγίων ̓Αποστόλων καὶ Εὐαγγελιστῶν, καὶ πάσης δὲ τῆς θεοπνεύστου γραφῆς, καὶ ἐκ τῆς τῶν μακαρίων Πατέρων ἀληθοῦς ὁμολογίας· τούτοις ἅπασι καὶ τὴν σὴν εὐλάβειαν συναινέσαι χρὴ, καὶ συνθέσθαι δίχα δόλου παντός. “Α δή ἐστιν ἀναγκαῖον ἀναθεματίσαι τὴν σὴν εὐλάβειαν, ὑποτέτακται τῇδε ἡμῶν τῇ ἐπιστολῇ,

66

α ́. Εἴ τις οὐχ ὁμολογεῖ Θεὸν εἶναι κατὰ ἀλήθειαν τὸν Ἐμμανουὴλ, καὶ διὰ τοῦτο Θεοτόκον τὴν ἁγίαν Παρθένον, γεγέννηκε γὰρ σαρκικῶς σάρκα γεγονότα τὸν ἐκ Θεοῦ Λόγον, ἀνάθεμα ἔστω.

β. Εἴ τις οὐχ ὁμολογεῖ σαρκὶ καθ ̓ ὑπόστασιν ἡνῶσθαι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἕνα τε εἶναι Χριστὸν μετὰ τῆς ἰδίας σαρκὸς, τὸν αὐτὸν δηλονότι Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, ἀνάθεμα ἔστω.

γ ́. Εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν, μόνῃ συνάπτων αὐτὰς συναφείᾳ τῇ κατὰ τὴν ἀξίαν,

« PoprzedniaDalej »