Obrazy na stronie
PDF
ePub

μητρὸς αὐτῆς.” Πίστεως γὰρ ἀδικουμένης, ἐῤῥέτω μὲν ὡς ἕωλος καὶ ἐπισφαλὴς ἡ προς γονέας αἰδώς, ἠρεμείτω δὲ καὶ ὁ τῆς εἰς τέκνα καὶ ἀδελφοὺς φιλοστοργίας νόμος, καὶ τοῦ ζῆν ἀμείνων ἔστω λοιπὸν τοῖς εὐσεβέσιν ὁ θάνατος, ἵνα κρείττονος ἀναστάσεως τύχωσι, κατὰ τὸ γεγραμμένον.

Β.

Ἰδοὺ τοίνυν ἅμα τῇ ἁγίᾳ Συνόδῳ τῇ κατὰ τὴν μεγάλην Ρώμην συνειλεγμένῃ, προεδρεύοντος τοῦ ὁσιωτάτου καὶ θεοσεβεστάτου ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν Κελεστίνου τοῦ ̓Επισκόπου, καὶ τρίτῳ σοι τούτῳ διαμαρτυρόμεθα γράμματι, συμβουλεύοντες ἀποσχέσθαι μὲν τῶν οὕτω σκαιῶν καὶ διεστραμμένων δογμάτων ἃ καὶ φρονεῖς καὶ διδάσκεις, ἀνθε λέσθαι δὲ τὴν ὀρθὴν πίστιν τὴν ταῖς Ἐκκλησίαις παραδοθεῖσαν ἐξ ἀρχῆς διὰ τῶν ἁγίων ̓Αποστόλων καὶ Εὐαγγελιστῶν, οἱ καὶ αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου γεγόνασι. Καὶ εἰ μὴ τοῦτο δράσειεν ἡ σὴ εὐλάβεια, κατὰ τὴν ὁρισθεῖσαν προθεσμίαν ἐν τοῖς γράμμασι τοῦ μνημονευθέντος ὁσιωτάτου καὶ Θεοσεβεστάτου ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν, τοῦ τῆς Ρωμαίων ̓Εκκλησίας Επισκόπου Κελεστίνου, γίνωσκε σαυτὸν οὐδένα κλῆρον ἔχοντα μεθ ̓ ἡμῶν, οὐδὲ τόπον ἢ λόγον ἐν τοῖς ἱερεῦσι τοῦ Θεοῦ καὶ ̓Επισκόποις. Οὐδὲ γὰρ ἐνδέχεται περιιδεῖν ἡμᾶς Ἐκκλησίας οὕτω τεθορυβημένας, καὶ σκανδα λισθέντας λαοὺς, καὶ πίστιν ὀρθὴν ἀθετουμένην, καὶ διασπώ μενα παρὰ σοῦ τὰ ποίμνια τοῦ σώζειν ὀφείλοντος, εἴπερ ἦσθα καθ ̓ ἡμᾶς ὀρθῆς δόξης ἐραστής, τὴν τῶν ἁγίων Πατέρων ἰχνηλατῶν εὐσέβειαν. Απασι δὲ τοῖς παρὰ τῆς σῆς εὐλαβείας κεχωρισμένοις διὰ τὴν πίστιν, ἢ καθαιρεθεῖσι, λαϊκοῖς τε καὶ κληρικοῖς, κοινωνικοὶ πάντες ἡμεῖς ἐσμέν· οὐ γάρ ἐστι δίκαιον τοὺς ὀρθὰ φρονεῖν ἐγνωκότας σαῖς ἀδικεῖσθαι ψήφοις, ὅτι οἱ [σοι Vet. Interp. Dionysius] καλῶς ποιοῦντες ἀντειρήκασι. Τοῦτο γὰρ αὐτὸ καταμεμήνυκας ἐν τῇ ἐπιστολῇ τῇ γραφείσῃ

παρὰ σοῦ πρὸς τὸν τῆς μεγάλης Ρώμης ἁγιώτατον καὶ συνεπίσκοπον ἡμῶν Κελεστῖνον. Οὐκ ἀρκέσει δὲ τῇ σῇ εὐλαβείᾳ τὸ συνομολογῆσαι μόνον τὸ τῆς πίστεως σύμβολον, τὸ ἐκτεθὲν κατὰ καιροὺς ἐν ̔Αγίῳ Πνεύματι παρὰ τῆς ἁγίας καὶ μετ γάλης Συνόδου τῆς κατὰ καιροὺς [abest κατὰ καιροὺς a Dionysii Interp.] συναχθείσης ἐν τῇ Νικαέων. Νενόηκας γὰρ καὶ ἡρμήνευκας οὐκ ὀρθῶς αὐτὸ, διεστραμμένως δὲ μᾶλλον, κἂν ὁμολογῇς τῇ φωνῇ τὴν λέξιν. ̓Αλλὰ γὰρ ἀκόλουθον ἐγε γράφως καὶ ἐνωμότως ὁμολογῆσαι, ὅτι καὶ ἀναθεματίζεις μὲν τὰ μιαρὰ σαυτοῦ καὶ βέβηλα δόγματα, φρονήσεις δὲ καὶ διδάξεις ἃ καὶ ἡμεῖς πάντες, οἵ τε κατὰ τὴν ἑσπέραν καὶ τὴν ἑψαν Επίσκοποι καὶ διδάσκαλοι καὶ λαῶν ἡγούμενοι· συνέθετο δὲ καὶ ἡ κατὰ τὴν ̔Ρώμην ἁγία Σύνοδος, καὶ ἡμεῖς ἅπαντες, ὡς ὀρθῶς ἐχούσαις καὶ ἀνεπιλήπτως, ταῖς γραφείσαις ἐπιστολαῖς πρὸς τὴν σὴν εὐλάβειαν παρὰ τῆς ̓Αλεξανδρέων Εκκλησίας. Ὑπετάξαμεν δὲ τούτοις ἡμῶν τοῖς γράμμασιν ἅ τε δεῖ φρονεῖν καὶ διδάσκειν, καὶ ὧν ἐπέχεσθαι προσήκει ̇ αὕτη γὰρ τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἡ πίστις, ᾗ συναινοῦσιν ἅπαντες οἵ τε κατὰ τὴν ἑσπέραν καὶ τὴν ἑφαν ὀρθόδοξοι Ἐπίσκοποι.

Γ.

Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον, Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, γεννηθέντα ἐκ τοῦ Πατρὸς, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί· δι ̓ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν, δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα παθόντα· καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς τοὺς οὐρανοὺς ἐρχόμενον κρῖναι ζῶντας

καὶ νεκρούς· καὶ εἰς τὸ Πνεῦμα τὸ ̔́Αγιον. Τοὺς δὲ λέγοντας, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας τινὸς ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, καὶ τρεπτὸν ἡ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. Επόμενοι δὲ πανταχοῦ ταῖς τῶν ἁγίων Πατέρων ὁμολογίαις, αἱ πεποίηνται λαλοῦντος ἐν αὐτοῖς τοῦ ̔Αγίου Πνεύματος, καὶ τὸν τῶν ἐν αὐτοῖς ἐννοιῶν ἰχνηλατοῦντες σκοπὸν, καὶ βασιλικὴν ὥσπερ ἐρχόμενοι τρίβον, φαμὲν, ὅτι αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ ἐξ αὐτῆς γεννηθεὶς τῆς οὐσίας τοῦ Πατρὸς, ὁ ἐκ Θεοῦ ἀληθινοῦ Θεὸς ἀληθινὸς, τὸ φῶς τὸ ἐκ φωτός, ὁ δι ̓ οὗ τὰ πάντα ἐγένετο, τὰ τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, τῆς ἡμέτερας ἕνεκα σωτηρίας κατελθὼν, καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, ἐσαρκώθη τε καὶ ἐνηνθρώπησε, τουτέστι σάρκα λαβὼν ἐκ τῆς ἁγίας Παρθένου, καὶ ἰδίαν αὐτὴν ποιησάμενος ἐκ μήτρας, τὴν καθ ̓ ἡμᾶς ὑπέμεινε γέννησιν, καὶ προῆλθεν ἄνθρωπος ἐκ γυναικὸς, οὐχ ὅπερ ἦν ἀποβεβληκώς, ἀλλ ̓ εἰ καὶ ν γέγονεν ἐν προσλήψει σαρκὸς καὶ αἵματος, καὶ οὕτω με μενηκὼς ὅπερ ἦν, Θεὸς δηλονότι φύσει τε καὶ ἀληθείᾳ· οὔτε δέ τὴν σάρκα φαμὲν εἰς θεότητος τραπῆναι φύσιν, οὔτε μὴν σαρκὸς εἰς φύσιν τὴν ἀπόῤῥητον Θεοῦ λόγου παρενεχθῆναι φύσιν, ἄτρεπτος γάρ ἐστι καὶ ἀναλλοίωτος· παντελῶς μὲν ὁ αὐτὸς ἀεὶ ὢν [47. μένων] κατὰ τὰς γραφάς· ὁρώμενος δὲ, καὶ βρέφος ἐν σπαργάνοις μένων, [fors. ὢν,] ἔτι καὶ ἐν κόλποις τῆς τεκούσης Παρθένου πᾶσαν ἐπλήρου τὴν κτίσιν, ὡς Θεὸς, καὶ συνέδρος ἦν τῷ γεγεννηκότι· τὸ γὰρ θεῖον ἄποσόν τέ ἐστι καὶ ἀμέγεθες, καὶ περιορισμὸν οὐκ ἀνέχεται.

Δ.

Ἡνωσθαί γε μὴν σαρκὶ καθ ̓ ὑπόστασιν ὁμολογοῦντες τὸν Λόγον, ἕνα προσκυνοῦμεν Υἱὸν καὶ Κύριον, Ἰησοῦν Χριστὸν, οὔτε ἀνὰ μέρος τιθέντες καὶ διορίζοντες ἄνθρωπον καὶ Θεὸν,

[ocr errors]

οὔτε [fors οὔτε ὡς Vid. Not.] συνημμένους μᾶλλον ἀλλήλοις τῇ τῆς ἀξίας καὶ αὐθεντίας ἑνότητι· κενοφωνία γὰρ τοῦτο καὶ ἕτερον οὐδέν· οὔτε μὴν Χριστὸν ἰδικῶς ὀνομάζοντες τὸν ἐκ Θεοῦ Λόγον, καὶ ὁμοίως ἰδικῶς Χριστὸν ἕτερον τὸν ἐκ γυναικός· ἀλλ ̓ ἕνα μόνον εἰδότες Χριστὸν, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον μετὰ τῆς ἰδίας σαρκός. Τότε γὰρ ἀνθρωπίνως κέχρισται μεθ' ἡμῶν, καίτοι τοῖς ἀξίοις τοῦ λαβεῖν τὸ Πνεῦμα διδοὺς αὐτὸς, καὶ οὐκ “ ἐκ μέτρου, καθά φησιν ὁ μακάριος Εὐαγγελιστὴς Ἰωάννης· ἀλλ ̓ οὐδ ̓ ἐκεῖνό φαμεν, ὅτι κατώκησεν ὁ ἐκ Θεοῦ Λόγος ὡς ἐν ἀνθρώπῳ κοινῷ τῷ ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένῳ, ἵνα μὴ Θεοφόρος ἄνθρωπος νοοῖτο Χριστός. Εἰ γὰρ καὶ “ ἐσκήνωσεν ἐν ἡμῖν ὁ Λόγος,” εἴρηται δὲ καὶ ἐν Χριστῷ κατοικῆσαι “ πᾶν τὸ πλήρωμα τῆς Θεότητος σωματικῶς, ἀλλ ̓ οὖν ἐννοοῦμεν, ὅτι γενόμενος σὰρξ, οὐχ ὥσπερ ἐν τοῖς ἁγίοις κατοικῆσαι λέγεται, κατὰ [fors. ἢ κατὰ] τὸν ἴσον καὶ ἐν αὐτῷ τροπον γενέσθαι διοριζόμεθα τὴν κατοίκησιν· ἀλλ ̓ ἑνωθεὶς κατὰ φύσιν, καὶ οὐκ εἰς σάρκα τραπεὶς, τοιαύτην ἐποιήσατο τὴν κατοίκησιν, ἣν ἂν ἔχειν λέγοιτο καὶ ἡ τοῦ ἀνθρώπου ψυχὴ πρὸς τὸ ἴδιον ἑαυτῆς σῶμα.

66

Ε.

[ocr errors]

Εἷς οὖν ἄρα Χριστὸς, καὶ Υἱὸς καὶ Κύριος, οὐχ ὡς συνάφειαν ἁπλῶς τὴν ὡς Θεὸν [fors. delendum Θεὸν,] ἑνότητι τῆς ἀξίας, ἤγουν αὐθεντίας, ἔχοντος ἀνθρώπου προς Θεόν οὐ γὰρ ἑνοῖ τὰς φύσεις ἡ ἰσοτιμία· καὶ γοῦν Πέτρος τε καὶ Ιωάννης ἰσότιμοι μὲν ἀλλήλοις, καθὸ καὶ ̓Απόστολοι καὶ ἅγιοι μαθηταὶ, πλὴν οὐχ εἷς οἱ δύο. Οὔτε μὴν κατὰ παράθεσιν τὸν τῆς συναφείας νοοῦμεν τρόπον· οὐκ ἀπόχρη γὰρ τοῦτο πρὸς ἕνωσιν φυσικήν· οὔτε μὴν ὡς κατὰ μέθεξιν σχετικὴν, ὡς καὶ ἡμεῖς κολλώμενοι τῷ Κυρίῳ κατὰ τὸ γεγραμμένον, “ ἓν πνεῦμά ἐσμεν πρὸς αὐτόν.” Μᾶλλον δὲ τὸ τῆς συναφείας ὄνομα παραιτούμεθα, ὡς οὐκ ἔχον ἱκανῶς σημῆναι τὴν ἕνωσιν. ̓Αλλ'

οὐδὲ Θεὸν, ἢ δεσπότην τοῦ Χριστοῦ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ὀνομάζομεν, ἵνα μὴ πάλιν ἀναφανδὸν τέμνωμεν εἰς δύο τὸν ἕνα Χριστὸν, τὸν Υἱὸν καὶ Κύριον, καὶ δυσφημίας ἐγκλήματι περιπέσωμεν, Θεὸν ἑαυτοῦ καὶ δεσπότην ποιοῦντες αὐτόν. Ενωθεὶς γὰρ, ὡς ἤδη προείπομεν, ὁ τοῦ Θεοῦ Λόγος σαρκὶ καθ ̓ ὑπόστα σιν, Θεὸς μέν ἐστι τῶν ὅλων, δεσπόζει δὲ τοῦ παντός. Οὔτε δὲ αὐτὸς ἑαυτοῦ δοῦλός ἐστιν, οὔτε δεσπότης· εὔηθες γὰρ, μᾶλλον δὲ ἤδη καὶ δυσσεβές, τὸ οὕτω φρονεῖν καὶ λέγειν· ἔφη μὲν γὰρ Θεὸν ἑαυτοῦ τὸν Πατέρα, καίτοι Θεὸς ὢν φύσει, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ. Ἀλλ ̓ οὐκ ἠγνοήκαμεν, ὅτι μετὰ τοῦ μεῖναι Θεὸς, καὶ ἄνθρωπος γέγονεν ὑπὸ Θεῷ, κατά γε τὸν πρέποντα νόμον τῇ τῆς ἀνθρωπότητος φύσει. Αὐτὸς δὲ ἑαυτοῦ πῶς ἂν γένοιτο Θεὸς ἢ δεσπότης; οὐκοῦν ὡς ἄνθρωπος, καὶ ὅσον ἧκεν εἴς γε τὸ πρέπον τοῖς τῆς κενώσεως μέτροις, ὑπὸ Θεῷ μεθ ̓ ἡμῶν ἑαυτὸν εἶναί φησιν, οὕτω γέγονε καὶ ὑπὸ νόμον, καίτοι λαλήσας αὐτὸς τὸν νόμον, καὶ νομοθέτης ὑπάρχων ὡς Θεός.

5.

Παραιτούμεθα δὲ λέγειν ἐπὶ Χριστοῦ, Διὰ τὸν φοροῦντα τὸν φορούμενον σέβω, διὰ τὸν ἀόρατον προσκυνῶ τὸν ὁρώμενον. Φρικτὸν δὲ πρὸς τούτῳ κἀκεῖνο εἰπεῖν, Ὁ ληφθεὶς τῷ λαβόντι συγχρηματίζει Θεός· ὁ γὰρ ταῦτα λέγων διατέμνει πάλιν εἰς δύο Χριστοὺς [ fors. addend. ex Vet. Interp. τὸν ἕνα ὄντα], καὶ ἄνθρωπον ἵστησιν ἀνὰ μέρος ἰδικῶς, καὶ Θεὸν ὁμοίως· ἀρε νεῖται γὰρ ὁμολογουμένως τὴν ἕνωσιν, καθ ̓ ἣν οὐχ ὡς ἕτερος ἐν ἑτέρῳ συμπροσκυνεῖταί τις, οὔτε μὴν συγχρηματίζει Θεὸς, ἀλλ ̓ εἷς νοεῖται Χριστὸς Ἰησοῦς, Υἱὸς μονογενὴς, μιᾷ προσε κυνήσει τιμώμενος μετὰ τῆς ἰδίας σαρκός. Ομολογοῦμεν δὲ ὅτι αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς γεννηθεὶς Υἱὸς, καὶ Θεὸς μονογενής, καίτοι κατὰ φύσιν ἰδίαν ὑπάρχων ἀπαθὴς, σαρκὶ πέπονθεν ὑπὲρ ἡμῶν κατὰ τὰς γραφὰς, καὶ ἦν ἐν τῷ σταυρωθέντι σώματι τὰ

« PoprzedniaDalej »