Obrazy na stronie
PDF
ePub

Ψαλμὸς ἑκατοστὸς τρισκαιδέκατος.

„Εν') ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ιουδαία ἁγίασμα αὐτοῦ, x. T. ε. Εἰ ἁγίασμα τοῦ θεοῦ ἡ Ἰουδαία ἐστὶν, ἡ δὲ Ἰουδαία ἐξομολογούμενος ἑρμηνεύεται, πᾶσα ἐξομολογουμένη ψυχὴ ἁγίασμα τοῦ θεοῦ ἐστι.

»Τὰ3) ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων," κ. τ. ε. Τὰ ὄρη καὶ οἱ βουνοὶ νοεραὶ φύσεις εἰσὶ, χαίρουσαι ἐπὶ τῇ σωτηρία τοῦ Ἰσραήλ. Εἰ γὰρ χαίρουσιν οἱ ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ μετανοοῦντι, πόσῳ μᾶλλον ἐπὶ τοσαύταις μυριάσιν ὁδευούσαις ἀπὸ κακίας πρὸς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ.

σε

»Τοῦ 3) στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων, κ. τ. ε. Ὡς μὲν πρὸς τὴν ἱστορίαν, ἅπαξ ἐν τῇ ἐρήμῳ στρέψας τὴν πέτραν, ἐπότισε τὸν Ἰσραήλ· ὡς δὲ πρὸς τὸ πνεῦμα, ἀεὶ στρέφει τὴν πέτραν, ἥτις ἐστὶν ὁ Χριστὸς, καὶ ποτίζει τὸν πνευματικὸν Ἰσραήλ.

Εὐλόγησε 4) τοὺς φοβουμένους τὸν κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων," κ. τ. ε. Οὐχ οἱ μεγάλοι μετὰ τῶν μικρῶν εὐλογοῦνται, ἀλλ' οἱ μικροὶ μετὰ τῶν μεγάλων, ἵνα καὶ αὐτοὶ γένωνται μεγάλοι. Τὸ δὲ μι κρὸν ἐνταῦθα καὶ τὸ μέγα οὐκ ἐπὶ τοῦ ἐκτὸς, ἀλλ ̓ ἐπὶ τοῦ ἐντὸς νοητέον.

„Οὐχ) οἱ νεκροὶ αινέσουσί σε, κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. Αλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶ

1) Psalm. CXIV, 1. 2. (CXIII.)
2) Psalm. CXIV, 4. (CXIII.)
3) Psalm. CXIV, 8. (CXIII.)
4) Psalm. CXV, 13. (CXIII, 21.)

[ocr errors]
[ocr errors]
[ocr errors]

νος," κ. τ. ε. Οὐ δύναται νεκρὸς αινέσαι τὴν ζωὴν τὴν εἰποῦσαν·,, ἐγώ ") εἰμι ἡ ζωή. Οὐδὲ ) πάντες. Οὐκ εἶπεν·„,οἱ καταβάντες· ἀλλ ̓·„,οἱ καταβαίνοντες. Αλλ' 3) ἡμεῖς οἱ ζῶντες· ὡς καὶ Παῦλος· ἔπειτα 4) ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι.

σε

Ψαλμὸς ἑκατοστὸς τεσσαρακαιδέκατος.

Ὅτι 5) ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέ ραις μου ἐπικαλέσομαι, “ κ. τ. ε. Ἐπεὶ μὴ δυνάμεθα ἑαυτοὺς ἐκτείνειν πρὸς θεὸν εὐχόμενοι, αὐτὸς τὸ οὖς αὐτοῦ κλίνει πρὸς ἡμᾶς, καὶ ἐγγίζει ἡμῖν.

[ocr errors]

Ε

Τοῦ αὐτοῦ. Ὁ τὸν ἥλιον τῆς δικαιοσύνης ἐπι καλούμενος, ἐν ταῖς ἡμέραις τούτου τοῦ ἡλίου διάγων ἐπικαλείσθω.

Περιέσχον 6) με ὠδῖνες θανάτου," κ. τ. ε. Ὁ ἐν βαρυτέροις γενόμενος πειρασμοῖς, καὶ βάσανον ἐν αὐτ τοῖς διδοὺς τῆς προαιρέσεως ἑαυτοῦ, ὡς καὶ ἐν κινδύνω τοῦ νικηθῆναι γενέσθαι, ἀλλὰ μὴ νικηθεὶς, λέγοι ἂν τό »περιέσχον') με ὠδῖνες θανάτου· κίνδυνοι ᾅδου εὕροσάν με. Οὐ ταὐτὸν δέ ἐστι τό·ΐδης, ευρέ με τῷ· κίνδυνοι ᾅδου εὕροσάν με. Ὁ ᾅδης μὲν γὰρ εὑ ρίσκει τοῦτον, οὗ κατισχύουσιν αἱ πύλαι αὐτοῦ· κίν δυνοι δὲ ᾅδου μόνον εὑρίσκουσι τὸν διὰ τὸ μέγεθος τῶν πειρασμῶν κινδυνεύσαντα μὲν κρατηθῆναι ὑπὸ τῶν τοῦ ᾅδου πυλῶν, οὐ μὲν καὶ κρατηθέντα ὑπ' αὐτῶν.

» Θλίψιν ) καὶ ὀδύνην εὗρον," κ. τ. ε. Ευρημά ἐστιν ἡ θλίψις τῷ ὑπομένοντι αὐτὴν, καὶ καυχωμένῳ

2) Cfr. pag. 54. not. 5. 4) I Thess. IV, 17.

1) Ev. Joann. XIV, 6.
3) Cfr. pag. 54. not. 5.
5) Psalm. CXVI, 2. (CXIV.)
6) Psalm. CXVI, 3. (CXIV.)
7) Psalm. CXVI, 3. (CXIV.)

ἐν ταῖς θλίψεσι, καὶ ὁδεύοντι τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν, οὖσαν στενὴν καὶ τεθλιμμένην ὁδόν. Οὕτω και λὸν δὴ εὕρημα καὶ ὀδύνη, ὅτε δὲ ἀγάπην τις ὀδυνᾶται ὡς ὁ εἰπὼν Παῦλος· λύπη ') μοί ἐστι μεγάλη, καὶ ἀδιάληπτος ὀδύνη τῇ καρδίᾳ μου, καὶ τὰ ἑξῆς.

[ocr errors]
[ocr errors]

„Καὶ 2) τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην," κ. τ. ε. Πᾶς 3) γάρ, φησὶν, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυ ρίου, σωθήσεται. Τοιγαροῦν ὁ ἐλεήμων ἐπικαλείσθω τὸν ἐλεήμονα, καὶ τὴν δικαιοσύνην ὁ δίκαιος. Ἠχώ γὰρ ὥσπερ τις ἡ ἐν ἡμῖν δικαιοσύνη τῆς πρώτης δικαιοσύνης κατὰ ἀνάκλασιν ἡμῖν ἐπισυμβαίνει.

Ελεήμων 4) ὁ κύριος καὶ δίκαιος, καὶ ὁ θεὸς ἡμῶν ἐλεεῖ," κ. τ. ε. Ἐπεὶ μετὰ δικαιοσύνης ἐλεεῖ ὁ κύριος, ἐλεήμων ἐστὶ καὶ δίκαιος. Οὐ δίκαιος δὲ ἐν τῷ ἐλεεῖν ἦν ὁ Σαούλ, ἐλεῶν τὸν ̓Αγαγ. Καὶ εἰ ἦν δὲ πᾶν τὸ ἐλεεῖν δίκαιον, οὐκ ἂν περί τινων εἶπεν ὁ νόμος τό· „ οὐκ ἐλεήσεις αὐτόν. Ἔστι δὲ καὶ τό·„, ὁ 6) ἐλεῶν

[ocr errors]

ἐν ἱλαρότητι μετὰ δικαιοσύνης ἐλεεῖ.

Επίστρεψον ") ψυχή μου εἰς τὴν ἀνάπαυσιν, κ. τ. ε. Ανάπαυσις τῆς ψυχῆς ἡ τῶν ἁμαρτημάτων ἀποκοπή· κατατείνει γὰρ αὐτὴν ἡ ἁμαρτία, καὶ πάσας αὐτῆς τὰς δυνάμεις συντρίβει. Ὅθεν καὶ τὸ βάπτισμα, ὡς ἀπαλλαγὴν ἁμαρτημάτων ἔχον, ὕδωρ ἀναπαύσεως ὁ Δαυὶδ προσηγόρευσε. Τὴν ψυχὴν τοίνυν ὡς ἐν ἁμαρ τίαις πλανηθεῖσαν ἐπιστρέψαι πρὸς τὴν ἀνάπαυσιν ἢ διὰ τοῦ βαπτίσματος, ἢ διὰ τῶν δακρύων καὶ τῆς μετανοίας προτρέπεται.

Ὅτι ἐξείλετο τὴν ψυχήν μου,

1) Rom. IX, 2.

[ocr errors]

2. T. E. Του

2) Psalm. CXVI, 4. (CXIV.)

3) Rom. X, 13. coll. Joel. II, 32. (III, 5.)

4) Psalm. CXVI, 5. (CXIV.)

5) Cfr. Deut. XIX, 13.
7) Psalm. CXVI, 7. (CXIV.)

6) Rom. XII, 8.

μηκέτι ἁμαρτάνοντος δηλονότι. Ψυχὴ') γὰρ ἁμαρ– τάνουσα ἀποθανεῖται. Ὁ δὲ ἀλυπίαν ἀναλαβὼν ἐρεῖ, ὅτι κύριος ἐξείλετο τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων. Ἐρεῖ δὲ αὐτὸ καὶ ὁ τὸ μακαριζόμενον πένθος πενθή σας, ὅταν τυγχάνῃ τοῦ γελάσονται, καὶ τοῦ παρα κληθήσονται.“ Ὁ δὲ ἀκούσας τοῦ· σὺ δὲ αὐτὸς στῆθι μετ ̓ ἐμοῦ ἐρεῖ· ἐξείλετο 3) κύριος τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.

.66

[ocr errors]

Ψαλμὸς ἑκατοστός πεντεκαιδέκατος.

Επίστευσα, 3) διὸ ἐλάλησα," κ. τ. ε. Εἰ μὴ βε βαίως τις καὶ ἀπερισπάστως ἐπίστευσε, μὴ διδασκέτω· γνησίου γὰρ διδασκάλου φωνὴ τό· „ ἐπίστευσα, διὸ ἐλάλησα. Αὐτοῦ δὲ τούτου τῆς ἀτυφίας καὶ ταπεινοφροσύνης δεῖγμα, μηδαμῶς ἐπὶ τῷ διδάσκειν φυσιουμένου ἐκ τοῦ·„ἐγὼ 4) δὲ ἐταπεινώθην σφόδρα.

[ocr errors]

66

Τοῦ αὐτοῦ. Πίστις ἐστὶ ψυχῆς αὐτεξουσίου λογικὴ συγκατάθεσις.

Ἐγὼ 5) δὲ εἶπα ἐν τῇ ἐκστάσει μου

αν

πᾶς ἄν θρωπος ψεύστης," κ. τ. ε. Εἰ ἄνθρωπος καὶ ὁ Δαυίδ, ψεύστης ἐστίνα εἰ δὲ ψεύστης ἐστὶ, λέγων σεαυτὸν ψεύστην, οὐκ ἔστι ψεύστης, ἀλλ' ἀληθής ἐστιν. Εἰ δὲ ἀληθής ἐστι, λέγων ἑαυτὸν ψεύστην, ἄνθρωπος ὢν οὐκ ἔστι ψεύστης. Περιστρέφει ἄρα ὁ λόγος εἰς ἀμφότερα, καὶ εἰς τὸ εἶναι αὐτὸν ἀληθευτὴν, ἐὰν ἄνθρωπος ᾖ, καὶ εἰς τὸ εἶναι αὐτὸν ψεύστην. Καὶ καλεῖται ὁ λόγος οὗτος παρὰ τοῖς διαλεκτικοῖς ἄπορος.

') Ezech. XVIII, 4.

2) Cfr. Psalm. CXVI, 8. (CXIV.)
3) Psalm. CXVI, 10. (CXV, 1.)
4) Psalm. CXVI, 10. (CXV, 1.)

[ocr errors]

»Τοῦ αὐτοῦ. Ἐφ ̓ ὅσον ἄνθρωπός τίς ἐστι, ψεύ στης ἐστίν· ἐὰν δὲ ἀπόθηται τὸ εἶναι ἄνθρωπος, ἀλη θευτής ἐστι. Τὸ γὰρ ἄνθρωπος“ ὄνομα, ποτὲ μὲν οὐσίαν δηλοῖ, ὡς τό·,, ἄνθρωπος 1) τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι ποτὲ δὲ χειρίστην κατάστασιν, κατὰ τό „ὑμεῖς 3) δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Τὸ μὲν γὰρ οὐσίαν, τὸ δὲ κακίστην ἕξιν δηλοῖ.

Τί) ἀνταποδώσω τῷ κυρίῳ; κ. τ. ε. Ὡς μέγα οὖν ἐν τούτοις ἀπὸ κυρίου εὐεργετηθεὶς, καὶ βουλόμενος ἀμείψασθαι τὸν εὐεργέτην, ἀπορῶν περὶ τοῦ τρόπου τῆς ἀμοιβῆς φησι·„τί) ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;“ Εἰς αἴσθησιν γὰρ ἐλθὼν τῶν μυρίων παρὰ θεοῦ δωρεῶν· ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη· ὅτι ἀπὸ γῆς διαπλασθεὶς, λόγῳ τετίμηται, ἐν ᾧ καὶ τὴν εἰκόνα φορεῖν δύναται τοῦ ἐπουρανίου· ἔπειτα καὶ πρὸς τὴν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων οἰκονομίαν ἀπιδὼν, ὅτι ἑαυτὸν ὁ κύριος ἔδωκε λύτρον ἀντὶ πολλῶν ἡμῶν, ἐπαπορεῖ καὶ ζητεῖ ἐν πᾶσι τούτοις τοῖς ὑπάρχουσιν αὐτῷ, τί ἄξιον ἐξεύροι δῶρον τῷ δεσπότῃ· οὐ θυσίας, οὐδὲ ὁλοκαυτώσεις, ἀλλ ̓ αὐτὴν πᾶσαν τὴν ἑαυτοῦ ζωήν.

» Διέρρηξας) τοὺς δεσμούς μου," κ. τ. ε. Πρὸς τό·„τί ) ἀνταποδώσω τῷ κυρίῳ;“ δοκεῖ μοι ἀποδίδοσθαι πρῶτον μέν· ποτήριον") σωτηρίου λήψομαι· δεύτερον δὲ τό· τὰς ) εὐχάς μου ἀποδώσω τρίτον

1) Job. I, 1.

[ocr errors]

رو

2) Psalm. LXXXII, 7. (LXXXI.)
3) Psalm. CXVI, 12. (CXV, 3.)
4) Psalm. CXVI, 12. (CXV, 3.)
5) Psalm. CXVI, 16. (CXV, 7.)
6) Psalm. CXVI, 12. (CXV, 3.)
7) Psalm. CXVI, 13. (CXV, 4.)

[ocr errors]
« PoprzedniaDalej »