Obrazy na stronie
PDF
ePub

Ψαλμὸς ἑκατοστὸς ἕβδομος.

Ετοίμη ') ἡ καρδία μου," κ. τ. ε. Ὁ ἀποθέμενος τὰ πάθη, οὗτος ἡτοίμασε τὴν καρδίαν τῷ θεῷ.

,,Μωαβ 2) λέβης τῆς ἐλπίδος μου," κ. τ. ε. Λέβης ἐστὶν ὁ τῷ πνεύματι ζέων, καὶ ἐλπίζων ἐπὶ τὸν κύριον· ἥτις ἐλπὶς οὐ καταισχύνει τὸν ἐλπίζοντα.

Ἐπὶ

[ocr errors]

τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου,“ κ. τ. ε. Η σάρξ ἐστι τὸ ὑπόδημα τοῦ Χριστοῦ, χρησάμενος ὁ κύριος ἐπεδήμησε τῷ βίῳ τῶν ἀνθρώπων.

Ψαλμὸς ἑκατοστὸς ὄγδοος.

[ocr errors]

Καὶ 4) διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ," κ. τ. ε. Ὧν ἐκκόπτει ὁ Σατανᾶς τὰ ἔργα τὰ δεξιὰ, τούτων ἕστηκεν ἐκ δεξιῶν. Ἐν δὲ τῷ Ζαχαρία φησί· καὶ 5) ἔδειξέ μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ· οὐχ ἁπλῶς δὲ, ἀλλά·τῷ ἀντικεῖσθαι αὐτῷ. Οὐκ ἀντίκειται δὲ τῷ Ἰούδα.

[ocr errors]
[ocr errors]

Γενηθήτωσαν °) υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα,“ κ. τ. ε. Οὐκ ἐπαρᾶσθαι ὁ δίκαιος, ἀλλὰ προσεύχεσθαί μοι δοκεῖ. Εὐλογεῖτε ") γὰρ τοὺς ἐχθροὺς ἡμῶν, φησὶν ὁ ἀπόστολος· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε. Ορφανοὶ τοίνυν εἰσὶν λογισμοὶ πονηροὶ τὸν ἑαυτῶν θάψαντες πατέρα, τὸν Σατανᾶν· χήρα δὲ ψυχή, ἡ μὴ ἐπιλαβοῦσα σπέρματα παρὰ τοῦ διαβόλου. Εὖ δὲ καὶ

1) Psalm. CVIII, 1. (CVII.)

2) Psalm. CVIII, 9. (CVII.)

3) Psalm. CVIII, 9. (CVII.)
4) Psalm. CIX, 6. (CVIII.)
6) Psalm. CIX, 9. (CVIII.)
7) Cfr. Rom. XII, 14.

5) Zachar. III, 1. 2.

ἡ τάξις ἔχει. Πρότερον μὲν γὰρ περιαιρεῖ τὰς κατ' ενέρ γειαν ἁμαρτίας· ἔπειτα δὲ καὶ τὰ τούτων φαῦλα νοήματα.

[ocr errors]

Γενηθήτω ') αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν διὰ παντὸς περιζώννυται," κ. τ. ε. Αὕτη ἡ ζώνη σημαίνει τὴν τοῦ ἐπιθυμητικοῦ ἄλογον πύρωσιν. Τα 3) γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, κ. τ. ε. Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς καταφρονοῦντας τῆς ἐγκρατείας.

[ocr errors]

Καταράσονται 3) αὐτοὶ, καὶ σὺ εὐλογήσεις," κ. τ. ε. Τοῦτον εὐλογεῖ κύριος, ὃν ἀντικείμενοι καταρῶνται.

Ψαλμὸς ἑκατοστὸς ἔννατος.

Μετὰ 4) σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων, κ. τ. ε. Εἰ ἀρχὴ τοῦ υἱοῦ ὁ πατὴρ, ἡ δὲ ἀρχὴ ἦν μετὰ τοῦ Χριστοῦ, καλῶς λέγει ἐν τοῖς εὐαγγελίοις τό· οὐκ 5) εἰμὶ μόνος, ἀλλ ̓ ἐγὼ καὶ ὁ πέμψας με πατήρ. Ημέραν δὲ δυνάμεως εἶπεν τὴν ἡμέραν τοῦ σταυροῦ, ἢ τῆς ἐνανθρωπήσεως.

Ἐκ*) γαστρὸς πρὸ Εωσφόρου ἐγέννησά σε,“ε κ. τ. ε. ̓Αντὶ τοῦ· πρὸ πάσης λογικῆς φύσεως ἐγέννησά σε. Τὸ γὰρ βαθύτερον περιεργάζεσθαι τὴν γένεσιν τοῦ Χριστοῦ καὶ τοῦ Ἑωσφόρου, οὐ τῆς ἡμετέρας ἐστὶ δυνάμεως. Πολὺς γὰρ ὁ περὶ τούτου λόγος καὶ δυσθεώρητος.

Κρινεῖ ') ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα," κ.τ. ε.

1) Psalm. CIX, 19. (CVIII.)
2) Psalm. CIX, 24. (CVIII.)
3) Psalm. CIX. 28. (CVIII.)
4) Psalm. CX, 3. (CIX.)
5) Cfr. ev. Joann. XVI, 32.

Πληροϊ πτώματα τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρο μένου κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.

Ψαλμὸς ἑκατοστὸς δέκατος.

„Ἐν) βουλῇ εὐθέων καὶ συναγωγῇ μεγάλα τὰ ἔργα κυρίου," κ. τ. ε. Μεγάλα τὰ ἔργα κυρίου διὰ τὴν ἀποκειμένην ἐν αὐτοῖς σοφίαν ὠνόμασε.

Τροφὴν) ἔδωκε τοῖς φοβουμένοις αὐτόν," κ. τ. ε. Ἡ τροφὴ τῶν φοβουμένων τὸν κύριον ἡ σοφία ἐστὶ τοῦ Θεοῦ· ἀρχὴ 3) γὰρ σοφίας φόβος κυρίου.

[ocr errors]

Ἰσχὺν 4) ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, 2. Τ. Ε. Τὴν θεωρίαν τῶν γεγονότων ἰσχὺν ἔργων αὐτοῦ ὀνομάζει· ἰσχὺς δὲ εἴρηται ἡ γνῶσις, διὰ τὸ ἰσχὺν ἐντιθέναι τῇ φύσει τῇ λογική.

Έργα ) χειρῶν αὐτοῦ ἀλήθεια και κρίσις," κ. τ. ε. Ἡ μὲν ἀλήθεια ἐν τοῖς ὀρθοῖς δόγμασι θεωρεῖται, ἡ δὲ κρίσις ἐν τῇ πρακτικῇ. Πισταὶ ) πᾶσαι αἱ ἐντολαί αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Πιστὰς εἶπε τὰς ἐντολὰς ἀντὶ τοῦ· πίστεως ἀξίας. Ὃ γὰρ ὑπισχνοῦνται, τοῦτο καὶ ποιοῦσιν· ὑπισχνοῦνται δὲ κάθαρσιν ψυχῆς λογικῆς τοῖς γνησίως φυλάττουσιν αὐτάς.

1) Psalm. CXI, 1. 2. (CX.)
2) Psalm. CXI, 5. (CΧ.)
3) Psalm. CXI, 10. (CX.)
4) Psalm. CXI, 6. (CX.)
5) Psalm. CXI, 7. (CX.)
6) Psalm. CXI, 7. 8. (CX.)

4*

Ἐν

Ψαλμὸς ἑκατοστὸς ἑνδέκατος.

ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα," κ. τ. ε. Οὗτος θέλει ἐν ταῖς ἐντολαῖς αὐτοῦ σφόδρα, ὁ μετὰ πάσης ἀκριβείας φυλάσσων αὐτάς.

Δόξα 2) καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ," κ. τ. ε. Η σοφία τοῦ Θεοῦ καθὸ μὲν ἀφθονίαν παρέχει θεω ρημάτων, πλοῦτος καλεῖται, καθὸ δὲ παρασκευάζει τοὺς ἀνθρώπους δοξάζειν τὸν κεκτημένον αὐτὴν, ὀνομά ζεται δόξα.

Εξανέτειλεν 3) ἐν σκότει φῶς τοῖς εὐθέσιν," κ. τ. ε. Ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησὶ πρὸς τοὺς μαθητάς ,, 4) ἠκούσατε ἐν τῇ σκοτίᾳ, εἴπετε ἐν τῷ φωτί.

„Οἰκονομήσει 5) τοὺς λόγους αὐτοῦ ἐν κρίσει, κ. τ. ε. Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς ἀπερισκέπτως ἐκφέροντας τὰ θεῖα μυστήρια τῆς θείας γραφῆς, καὶ ἀδιακρίτως· καὶ γὰρ ὁ Παυλός φησιν· οὕτως 6) ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους τῶν μυστηρίων θεοῦ.

[ocr errors]

Από') ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται," κ. τ. ε. Ακοῆς ἀντὶ τοῦ·„φήμης· ὡς καὶ ἐν τῷ εὐαγγελίῳ γέγραπται·ἐξῆλθεν *) ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Σύ ρίαν. Καὶ πάλιν' η μέλλετε) ἀκούειν πολέμους, καὶ ἀκοὰς πολέμων.

[ocr errors]

66

»Τὸ 10) κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ," κ. τ. ε. Οὐδὲν οὕτω φοβεῖται ὁ Σατανᾶς, ὡς νοῦν ὑψωθέντα ἐν γνώσει θεοῦ.

1) Psalm. CXII, 1. (CXI.)
2) Psalm. CXII, 3. (CXI.)
3) Psalm. CXII, 4. (CXI.)
5) Psalm. CXII, 5. (CXI.)
7) Psalm. CXII, 7. (CXI.)
8) Cfr. Matth. IV, 24.

4) Cfr. Matth. X, 27. 6) I Cor. IV, 1.

9) Cfr. Matth. xxiv, 6.

Επιθυμία ') ἁμαρτωλοῦ ἀπολεῖται," κ. τ. ε. Et ἡ ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται, ἡ δὲ ἁμαρτωλοῦ ἐπι θυμία ἐστὶ κακία, ἡ κακία ἄρα ἀπολεῖται τῶν ἁμαρ

τωλῶν.

Ψαλμὸς ἑκατοστὸς δωδέκατος.

σε

Από 3) ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ όνομα κυρίου, κ. τ. ε. ̓Ανατολαὶ μέν εἰσι φύσεις αἱ νοεραί, ἐν αἷς ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέλλει δυσμα δὲ καὶ τῶν ἀνθρώπων ψυχαὶ, ἐν αἷς ἔδυ ποτὲ ὁ πνευματικὸς καὶ ἐπουράνιος ἥλιος.

Ὁ *) ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ," κ.τ. ε. Οἰκεῖ μὲν ὁ θεὸς ἐν ταῖς ἁγίαις δυνάμεσι· προνοεῖται δὲ τῶν ταπεινῶν ἀνθρώπων, ἵνα γένηται τὸ θέλημα αὐτοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.

„04) ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα," κ. τ. ε. Ψυχὴν μὲν ἐγείρει ἀπὸ και κίας ἐπ ̓ ἀρετὴν ὁ θεὸς, νοῦν δὲ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν προτρέπεται.

[ocr errors]

»Ο 5) κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην," κ. τ. ε. Εὐφράνθητι ) στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Καὶ στεῖρα μὲν ἐγκαταλιπόντος θεοῦ γίνεται ψυχή, μήτηρ δὲ ἐνεργοῦντος.

66

1) Psalm. CXII, 10. (CXI.)
2) Psalm. CXIII, 3. (CXII.)
3) Psalm. CXIII, 5. 6. (CXII.)
4) Psalm. CXIII, 7. (CXII.)
*) Psalm. CXIII, 9. (CXII.)

« PoprzedniaDalej »