Obrazy na stronie
PDF
ePub

τρυγήσατε εἰς καιρὸν ζωῆς. Εἶθ' ἑξῆς τῷ πρακτικῷ ἐπιφέρεται „ φωτίσατε 1) ἑαυτοῖς φῶς γνώσεως.

Προνοοῦ 2) καλὰ ἐνώπιον κυρίου καὶ ἀνθρώπων. Ἐὰν ἐν σοφίᾳ ποιῇς τὸ πραττόμενον, υἱὸς ἔσῃ θεοῦ, ὡς εἴρηται· πάντα ἐν σοφίᾳ ἐποίησας.

[ocr errors]
[ocr errors]
[ocr errors]

„Τίμα 4) τὸν κύριον ἀπὸ σῶν δικαίων πόνων. Τὸ τῆς τιμῆς ὄνομα συνήθως ἐπὶ δόσεως ἡ θεία λαμβάνει γραφή χήρας 5) γὰρ, φησὶ, τίμα, τὰς ὄντως χήρας ἀντὶ τοῦ· μεταδίδουν ἵνα μὴ ταπεινώσῃ τὴν χήραν, ἐλεημοσύνην μὴ εἰπών. Καὶ ὁ σωτὴρ δέ φησι· »γέγραπται) ἐν τῷ νόμῳ· τίμα τὸν πατέρα σου, καὶ τὴν μητέρα σου· καὶ τὰ ἑξῆς. Ἀπὸ 1) δικαίων δὲ πόνων εἶπεν, ἵνα μὴ ἐξ ἁρπαγῆς εἴη καὶ πλεονεξίας. Καὶ μηδεὶς ὀκνείτω διδόναι· ἀπολογίαν γὰρ οὐχ ἕξει μετὰ τὴν ἐν τῷ ἁγίῳ εὐαγγελίῳ χήραν ὅλον ἑαυτῆς βαλοῦσαν τὸν βίον, καὶ δικαιωθεῖσαν, οὐ παρὰ τοὺς ἐξ ἁρπαγῆς, ἀλλὰ παρὰ τοὺς ἐκ περιουσίας βαλόντας. Πάντα δὲ, δόσις ἐστὶ πρὸς τὸν θεὸν, σωφροσύνης ἔργα καὶ τῶν λοιπῶν ἀρετῶν. Λεῖ γὰρ καὶ ἀπαρχὰς ἀπὸ παντὸς διδόναι γεννήματος ἐκκλησίᾳ καὶ πένησι. Καὶ ἀπὸ ὕπνου δὲ ἀνιστάμενον ἀπαρχὴν δοτέον θεῷ, τὴν εὐχήν· καὶ τῶν λόγων ἀπαρχὴν διδόναι προσήκει, ψαλ μούς. Οὕτω γάρ σοι ῥηθήσεται·,καὶ ) εὐλογημέναι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου λέγει δὲ τὰ τῆς ψυχῆς.

„0) θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε γῆν. ̓Αλλὰ καὶ ἡ ψυχὴ ἡ πιστὴ, γῆ ἐστιν ἑκατονταπλασίονα καρποφο

1) Hos. Χ, 12.
3) Psalm. CIV, 24.
4) Prov. III, 9.

6) Matth. ΧΙΧ, 19.

12. et Deut. V, 16.

7) Prov. III, 9.

2) Prov. III, 4.
(CIII.)

5) I Tim. V, 3.

Luc. XVIII, 20. coll. Exod. XX,

9) Deut. XXVIII, 5.

ροῦσα. Αὕτη δὲ ἐκ τῆς πιότητος, ἥ ἐστι σοφία, σοφὴ γίνεται, θεμελιοῦντος αὐτὴν ἐπ' αὐτῇ τοῦ θεοῦ. Εδράζει γὰρ αὐτῇ τὴν εἰσαγωγὴν τῆς διδασκαλίας, πῆξιν ἀπὸ σοφίας ποιούμενος, καὶ ἀεὶ προκόπτουσαν οὐρανὸν ἀπεργάζεται, καθαρώτατον κτίσμα, ἀγγέλων τε καὶ νοερῶν οὐσιῶν οἰκητήριον. Λαβοῦσα αἴσθησιν τοῦ ὄντος, καὶ κατανοοῦσα τὴν τῶν πραγμάτων ἀκρίβειαν, ἄρχεται διαιρεῖν καὶ ἀνατέμνειν αὐτά.

Κεφάλαιον πέμπτον.

»Μακρὰν 1) ποίησον ἀπ' αὐτῆς σὴν ὁδόν.

Οδον

φησι, τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν· ἢ καὶ τὴν ἀρετὴν κελεύει τῆς κακίας χωρίσαι.

Κεφάλαιον ἕκτον.

„Γυνὴ 3) δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. Καὶ ἡ ἀγρευομένη ὑπὸ γυναικὸς ψυχὴ, τιμία ἐστὶ τῇ φύσει οὐ γάρ ἐστι τῇ φύσει χοϊκή. Ἢ ἐπειδὴ τῶν ἀνδρείων τὸ φρόνημα καὶ ἡ ψυχὴ τιμία, ὅμως καὶ ταύτας ἀγρεύει.

[ocr errors]

Κεφάλαιον ὄγδοον.

[ocr errors]

Εγώ *) ἤμην τα προσέχαιρε. Τό„ ἤμην· ἐπὶ Θεοῦ, χρόνον οὐ προσημαίνει χρονικὸν γὰρ, ἡνίκα τι τῶν ὑπὸ χρόνον προσημαίνει, ὡς τό· ἤμην ἐν ἀγορᾷ. Εἰ δὲ παρὰ θεῷ ἦν, αρμόζουσα τῷ ἀνάρχῳ, ἀΐδιος καὶ αὐτή.

[blocks in formation]

Κεφάλαιον δέκατον.

Αὕτη ') πλουτίζει.

Εἰ πᾶς ὁ εὐλογημένος παρὰ κυρίου, πλούσιος· οἱ δὲ πορευόμενοι ἐν νόμῳ κυρίου εὐλογοῦνται ὑπὸ κυρίου· ἐπορεύθησαν δὲ ἐν νόμῳ κυ ρίου προφῆται· οὗτοι ἄρα πλούσιοι ἦσαν.

Ἐν) γέλωτι ἄφρων πράσσει κακά.

Πράττων

τὰ κακὰ ἥδεται καὶ χαίρει· ἡ 3) δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν,“ πρακτικὴν ἀρετήν.

Κεφάλαιον ἑνδέκατον.

Ο *) μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κληρονομήσει ἀνέμους.“ Οἶκος ὁ θεὸς ἡμῶν ἐστιν, ἐν ᾧ κινούμεθα καὶ ἐσμέν. Ὁ ἐν ταῖς ἐντολαῖς οὖν τοῦ Θεοῦ μὴ περιπατῶν, συγκληρονόμος ἔσται τῶν ἐναντίων δυνάμεων.

Ἐκ*) καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς. Καρπὸς δικαιοσύνης, τὸ τέλος τῆς ἀρετῆς. Τοσαῦτα δένδρα ζωῆς ἔχει τις, ὅσους καρποὺς δικαιοσύνης. Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστι τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν κωλύεται Αδάμ, τὰ σπέρματα τῆς δικαιοσύνης ἀποβαλών, ἀφ ̓ ὧν φύεται τὸ δένδρον τῆς ζωῆς.

Κεφάλαιον δωδέκατον.

Εαυτοῦ ) φίλος ἔσται. Τοῦτον ') τὸν στίχον ὅλως οὐ μέμνηται Ωριγένης· εὑρέθη δὲ ἔν τισιν ἀντι

[blocks in formation]

7) Ruaeus ad marginem: Scholion Procopii Gazaei.

γράφοις· οὔτε γὰρ παρὰ τοῖς ἑβδομήκοντα, οὐδὲ παρ ̓ ἄλλοις κεῖται.

Κεφάλαιον ἑκκαιδέκατον.

66

» Θυμὸς 1) βασιλέως ἄγγελος θανάτου, ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν. Εἴπερ ὁ ἅγιος ἀπαθής· ἢ τὸν θυμὸν ἀλληγορητέον.

[ocr errors]

Κεφάλαιον εἰκοστὸν ὄγδοον.

Ἐνα) δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι." Τόποι δὲ αὐτῶν καὶ τῶν αἱρετικῶν αἱ συνάξεις.

[ocr errors]

Κεφάλαιον τριακοστόν.

Τρία ) δέ μοί ἐστιν ἀδύνατα νοῆσαι. Αδύνατον εἰς νόησιν ἐπιστημονικὴν εἰσαγομένῳ θεώρημα, καὶ ἀδύνατον ἀνθρώπῳ θεωρεῖν τὰ ὑπὲρ ἄνθρωπον, καὶ νοεῖν, οἷον τοῦ καρκίνου τὴν θεραπείαν, κἂν ἄγγελοι ταύτην ἐπίστανται, ἀδύνατον νοηθῆναί τινι· καὶ τὸ μηδαμῶς ὑπάρχον, μηδὲ γίνεσθαι δυνάμενον, οἷον τὸ τρία τέσσαρα εἶναι. Ἔοικε τοίνυν περὶ τῶν μὴ ὑπαρ χόντων εἰρῆσθαι. Μὴ καταλιπόντος γὰρ ἀετοῦ ἴχνη ἐν τῷ πέτεσθαι περὶ τὸν ἀέρα, ἀνάλογον τοῖς καταλειπομένοις ἔχνεσιν ἐν τῇ γῇ τῇ ψαμμώδει τῶν ἐπιβάντων αὐτῆς, ἀδύνατόν ἐστι νοηθῆναι οὕτω καὶ ἐπὶ ὄφεως· ἐν μὲν εὐείκτῳ γῇ δυνατὸν νοεῖσθαι ὁδοὺς, ἐν δὲ τῇ πέτρα, μή.

') Prov. XVI, 14.

2) Prov. XXVIII, 12.

[ocr errors]
[ocr errors]

Καὶ ') τρίβους νηὸς ποντοπορούσης. Μήποτε δὲ ναῦν ἐν τούτοις λεκτέον τὸν Ἰησοῦν, καὶ τοὺς μαθητὰς αὐτοῦ, ποτὲ δὲ καὶ μόνους αὐτούς· οὐ ποντοποροῦσαν „,εὐθέως 2) γὰρ ἐγένετο τὸ πλοῖον ἐπὶ τὴν γῆν, εἰς ἣν ὑπῆγον, θείᾳ δυνάμει. Ναῦς δὲ μὴ φέρουσα τὸν Ἰησοῦν, ποντοπορεῖ, καὶ τοῦτο διὰ παντὸς, ὑπὸ τῶν ἐναντίων ἀκαταστατοῦσα πνευμάτων. Καὶ ἐπεὶ τοῦ βίου τὰ πράγματα ματαιότης, ποντοπορούντων ἀεὶ, καὶ μηδενὸς τῶν ἀνθρώπων προάγοντος εἰς ζωὴν αἰώνιον, οὐ δυνατὸν νοηθῆναι τὰς τρίβους αὐτῶν. Τοιγαροῦν τῶν ἐνδόξων τῆς γῆς βασιλέων, ἢ καὶ ἀρχόντων, ἀλλό τριον Θεοσεβείας ἔργον οὐδὲν καταλείπεται μετὰ τελευτήν· ἐσβέσθη γὰρ αὐτῶν ἡ δόξα. Οὐκ ἐπιγινώσκονται δὲ, φησὶν, οὐδὲ ὁδοὶ3) ἀνδρὸς ἐν νεότητι, ταῖς ἐπιθυμίαις πεπυρωμένου, διὰ τὸ ἄστατον τῶν τρόπων· καὶ τῆς μοιχαλίδος 4) ὁμοίως, διὰ τὸ ἀναίσχυντον. Ἢ τοῦτό ἐστιν ἡ τῶν ἐθνῶν ἐκκλησία, ἥτις μετὰ τὸ ἀπολούσασθαι διὰ τοῦ βαπτίσματος, οὐδέν φησιν ἄτοπον πεπραχέναι. Ὁ δὲ δίκαιος οὐκ ἔστιν ἐν νεότητι, ἐπεὶ „τελειωθεὶς 5) ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς. Τοιαύτη καὶ πᾶσα γυνὴ μοιχαλίς, ἢ ἀλλοτριώσασα ἑαυ τὴν τοῦ νυμφίου, καὶ ψυχὴ καταλιποῦσα τὸν ἄνδρα, καὶ ὀπίσω τῶν ἐραστῶν πορευομένη.

[ocr errors]

„Καὶ 6) ἐκστρατεύει ἀφ ̓ ἑνὸς κελεύσματος εὐτάκτως.“ Ὡς εὔτακτος ἐπαινεῖται καὶ ἡ ἀκρὶς, τῷ τοῦ θεοῦ λόγου πειθομένη κελεύσματι. Τοιαύτη τίς ἐστιν ἡ ἐκκλησία, διὰ τὸ πρὸς τῶν ἀνθρώπων καταφρονεῖσθαι ἀκρίδι, ὡς πρὸς τὸ ζῆν ἐπὶ γῆς, παραβαλλομένη. Διὰ δὲ τὸ μετὰ

') Prov. ΧΧΧ, 19. (XXIV.)
2) Cfr. ev. Joann. VI, 21.
3) Prov. ΧΧΧ, 19. (XXIV.)
4) Prov. ΧΧΧ, 20. (XXIV.)
5) Sap. Sal. IV, 13.

« PoprzedniaDalej »