Obrazy na stronie
PDF
ePub

ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ ΣΟΛΟΜΩΝΤΟΣ.

Κεφάλαιον πρῶτον.

[ocr errors]

Παροιμίαι ') Σολομῶντος υἱοῦ Δαυίδ. Υἱὸς Δαυίδ καὶ ὁ σωτὴρ λέγεται. Οὗτος εἰρηνικὸς ἡμῶν σωτὴρ ὁ γενόμενος 3) ἐκ σπέρματος Δαυίδ, τὸ κατὰ σάρκα, ἐβασίλευσεν ἐν Ἰσραήλ. Διὸ καὶ ἐπεγράφη τὴν ὑπὲρ ἀνθρώπων οἰκονομίαν τελῶν· οὗτός ἐστιν ὁ βασι λεὺς τῶν Ἰουδαίων. Ἰουδαῖοί εἰσιν ὁ Ἰσραὴλ, ὧν εἰρη νικὸς σωτὴς βασιλεύει ὡς διορατικῶν, ἐὰν ὦσιν ἀληθῶς Ἰσραήλ. Οὐ ') γὰρ ὅσοι σπέρμα τοῦ ̓Αβραάμ, πάντως καὶ τέκνα, τῷ μὴ ποιεῖν 5) τὰ ἔργα τοῦ ̓Αβραάμ.

[ocr errors]

» Τοῦ *) γνῶναι σοφίαν καὶ παιδείαν. Σοφία ἐστὶν ἐπιστήμη θείων καὶ ἀνθρωπίνων πραγμάτων κατάληψις· κατὰ δέ τινας ατμίς") ἐστι τῆς τοῦ Θεοῦ δυνάμεως, καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής· οὐδὲν γὰρ εἰς αὐτὴν σκοτεινὸν ἐμπίπτει ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. Ὁ γινώσκων ἔργα σοφίας, ταῦτα γινώσκει, τουτέστι, τὸ ἀπαύγασμα τοῦ ἀϊδίου, καὶ τὸ ἀκηλίδωτον ἔσοπτρον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ τὴν εἰκόνα τῆς ἀγαθότητος αὐτοῦ. Ταῦτα δὲ οὐδὲν ἕτερόν ἐστιν, ἢ γνῶναι τὸν υἱὸν τῆς τοῦ θεοῦ ἀγάπης, καὶ τὴν σοφίαν τὸν Χριστόν. Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ

2) Cfr. Rom. I, 3.

4) Cfr. Rom. IX, 7.
6) Prov. I, 2.

1) Prov. I, 1.
3) Luc. XXIII, 38.
5) Cfr. ev. Joann. VIII, 39.

σοφία. Τοῦτο δὲ οὐκ ἀπὸ σαρκὸς καὶ αἵματος, ἀλλ' ἀπὸ τοῦ οὐρανίου πατρὸς ἀποκαλύπτεται. Γινώσκει δὲ σου φίαν, καὶ ὁ τὴν ἐπιστήμην εἰδὼς τῶν θείων, νομικῶν καὶ προφητικῶν, εὐαγγελικῶν τε καὶ ἀποστολικῶν λογίων. Ἐπὶ τὴν πέτραν τίθησι τὸν θεμέλιον, τουτέστιν ἐπὶ τῇ πίστει Χριστοῦ, ὡς ἀντέχειν πρὸς βροχὰς, καὶ ἀνέμους, καὶ πνεύματα, δηλαδὴ τοὺς ὁθενοῦν γινομέ νους πειρασμούς. Εἰ δέ φησιν ὁ Λουκᾶς, ὡς ἐπῄνεσει) τὸν οἰκονόμον τῆς ἀδικίας, κατεχρήσατο, τὸν ἔπαινον ἐπὶ τῆς ἐντρεχείας λαβὼν, διά τε τῆς διανοίας ὀξύ. Ὅπερ ἔοικε δηλοῦσθαι κἂν τῷ· φρονιμώτατος πάντων τῶν θηρίων καὶ τόν γίνεσθε 3) φρόνιμοι ὡς ὁ ὄφις· ἄπειροι τῶν τοῦ ὄφεως πανουργημάτων.

99

[ocr errors]
[ocr errors]

„ ὁ 2) δὲ ὄφις καθ ̓ ὃ λέλεκται

οἱονεὶ μὴ

Νοήσει 4) τε παραβολὴν καὶ σκοτεινὸν λόγον, ήσεις τε σοφῶν καὶ αἰνίγματα. Τίνα διαφορὰν ἔχει ταῦτα πρὸς ἄλληλα, κατανοήσωμεν· καὶ πρῶτον, τί ποτέ ἐστι παραβολὴ, ἴδωμεν ἀφ ̓ ὧν ἔχομεν εὐαγγελικῶν ἀφορμῶν. Ἐχρήσαντο γὰρ τῷ ὀνόματι τῆς παραβολῆς ἄλλοι τε, καὶ Ματθαῖος οὕτως· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῆς οἰκίας, ἐκάθητο παρὰ τὴν θάλασσαν, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς· ἰδοὺ, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. Ἔστι τοίνυν παραβολή, λόγος ὡς περὶ γενομένου, μὴ γενομένου μὲν κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι, τροπικῶς δηλωτικός πραγμάτων ἐκ μεταλήψεως τῶν ἐν τῇ παραβολῇ λελεγ μένων. Οὐ γὰρ γέγονε κατὰ τὴν λέξιν τόν ἐξῆλθεν 6) ὁ σπείρων· ὡς λέγομεν γεγονέναι τὰ τῆς ἱστορίας· πλὴν δυνατὸν γενέσθαι κατὰ τὸ ῥητόν·,,ἰδοὺ, ') ἐξῆλθεν

2) Gen. III, 1.
4) Prov. I, 6.

1) Cfr. Luc. XVI, 8.
3) Cfr. Matth. X, 16.
5) Cfr. Matth. XIII, 1 - 3.

[ocr errors]
[ocr errors]

ὁ σπείρων," κ. τ. ε. Ἐγὼ μέντοι νομίζω τοῖς ἔξω λα λοῦντα τὸν Ἰησοῦν ἐν παραβολαῖς, οἷς, διὰ τὸ εἶναι ἔξω, οὐκ ἐδέδοτο εἰδέναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, ἐξεληλυθέναι τῆς οἰκίας, ὡς ὁ Ματθαῖος ἀνέγραψεν, οὐ χωρὶς αἰτίας καὶ λόγου ποιήσας τό· ἐν) τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας, ἐκάθητο παρὰ τὴν θάλασσαν. Επρεπε γὰρ πρὸς τοὺς μὴ χωροῦντας εἰσελθεῖν αὐτοὺς εἰς τὴν οἰκίαν, ἀλλ ̓ ὄντας ἔξω αὐτῆς, ἐξελθεῖν αὐτῆς. Ὅτι δὲ τοιοῦτόν τι τῷ Ματθαίῳ κατὰ τὸν τόπον νενόηται, σαφὲς ἔσται τῷ τετηρηκότι τὰ ἐπιφερόμενα· ἀφεὶς) γάρ, φησὶ, τοὺς ὄχλους, εἰσῆλθεν εἰς τὴν οἰκίαν αὐτοῦ, καὶ τοῖς μαθηταῖς ἀνακαλύπτει τὰ τῆς παραβολῆς. Παρατήρει γὰρ ἐν τούτοις, τίνα τρόπον τοῖς ὄχλοις ἐν παραβολαῖς ὁ Ἰησοῦς λαλεῖ, καὶ χωρὶς παραβολῆς οὐδὲν αὐτοῖς λαλεῖ. Ὃ καὶ μέχρι τῆς δεῦρο ποιεῖ· οἱ γὰρ ὄχλοι οὐ χωροῦσι παραβολῶν ἑρμηνείαν. Πρόσχες δὲ καὶ τῷ· ἀφεὶς 3) τοὺς ὄχλους, εἰσῆλθεν εἰς τὴν οἰκίαν αὐτοῦ· πάνυ συνετῶς ἀναγε γραμμένῳ, ἐπεὶ μὴ οἷόν τε ἦν τοὺς ὄχλους αὐτῷ συνελθεῖν, ἀλλὰ μόνους τοὺς διαφέροντας παρὰ τοὺς ὄχλους, οἵτινες ἦσαν μαθηταὶ αὐτοῦ, καὶ δυνάμενοι παρρησίαν ἔχειν πρὸς τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ Ἰησοῦ. Ἐκεῖ, οὐχ ὡς οἱ ὄντες ἔξω, ἀλλὰ χωρήσαντες τὸ γενέσθαι ἔσω, προσελθόντες τῷ διδασκάλῳ, τὸν ἔσω νοῦν ἀξιοῦσι τῶν παραβολῶν μαθεῖν. Καὶ ἐπείπερ ἐχώρησαν αὐτῷ ἀκολουθῆσαι εἰσιόντι εἰς τὴν οἰκίαν, διὰ τοῦτο ἀποκρι θεὶς πρὸς τό· φράσον 4) ἡμῖν τὴν παραβολήν· εἶπεν ἃ εἶπεν. Οὐ μόνον δὲ ἐξέρχεται τῆς οἰκίας αὐτοῦ ὁ Ἰησοῦς, ἵνα τοῖς ἔξω ἔξω γενόμενος λαλήσῃ τὰς παρα βολάς· ἀλλὰ καὶ παρὰ τὴν θάλασσαν καθίζεται, αίνισ σόμενος, ὅτι οἱ ὄχλοι, καὶ οἱ ἔξω, τῶν τῆς θαλάσσης κυμάτων, καὶ τοῦ ἁλμυροῦ ὕδατος αὐτῆς, οὐκ εἰσὶ

1) Matth. XIII, 1. 2) Cfr. Matth. XIII, 36.
*) Cfr. Matth. XIII, 36. 4) Matth. XIII, 36.

μακράν. Παρατήρει δὲ, ὅτι πρὸς μὲν τὸν ἐξελθόντα τῆς οἰκίας, καὶ καθήμενον παρὰ τὴν θάλασσαν Ἰησοῦν, συνήχθησαν ὄχλοι πολλοί. Οὐκ ἔτι δὲ ὄχλοι πολλοὶ, ἀλλ ̓ οἱ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύοντες ὀλίγοι, καὶ εὑρίσκοντες τὴν ἐπάγουσαν εἰς τὴν ζωὴν ὁδὸν μα θηταὶ, εἰσέρχονται πρὸς αὐτὸν εἰς τὴν οἰκίαν. Λόγῳ τοίνυν τὸ πρέπον εὐαγγελικῷ κατὰ δύναμιν ἐξετάζων, καὶ τῷ τοῦ Ἰησοῦ βουλήματι ἐμβάντος εἰς τὸ πλοῖον, καὶ λέγοντος παντὶ τῷ ὄχλῳ τῷ παρὰ τὸν αἰγιαλὸν ἐν παραβολαῖς, φημὶ, μήποτε ὁ λόγος τοῖς ὄχλοις οὐ βε βηκὼς, οὐδὲ ἑστὼς, ἀλλ ̓ ἐν ὕδατι θαλάσσης τυγχάνων, λαλεῖ ὀχούμενος ἐπὶ τοῦ, ὡς οἷόν τέ ἐστι, δυναμένου βεβηκέναι ἐπὶ ὕδατος· ὅπερ πλοῖον εἴρηται. Μὴ θαυ μάσῃς δὲ, εἰ τὰ τοιαῦτα νοήματα ὡραιότερον ἐνήνεκται, ὡς ἂν τὸν ἔξω καὶ τὸν ὄχλον μὴ νομίσαι, μηδὲ νοῦν τινα εἶναι κεκρυμμένον καὶ ἐχόμενον πυκνῆς γλαφυρό τητος τὸν τῇ εὐαγγελικῇ διαθέσει ἀποκείμενον· καὶ γὰρ ἦν τῆς οἰκονομούσης χάριτος τὸν τοῦ θεοῦ λόγον, ἔργον. Ἐγὼ δὲ καὶ τό·,,προσελθόντες) οἱ μαθηταὶ εἶπον αὐτῷ· διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;“ καὶ τό· ,, ἀφεὶς 2) τοὺς ὄχλους, ἦλθεν εἰς τὴν οἰκίαν αὐτοῦ. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· φρά σον ἡμῖν τὴν παραβολήν βαθύτερον ἀκούειν πειρῶμαι. Δεὶ γὰρ οἱ μὲν ὄχλοι, ἐὰν ἀκούωσι παραβολῆς, οὐδὲ ἐφιστᾶσιν αὐτῇ δεομένῃ ἐξηγήσεως· οἱ δὲ μαθηταὶ θεωροῦντες, ὅτι ἐν παραβολαῖς τοῖς ὄχλοις λαλεῖ, διὰ τὸ εἶναι αὐτοὺς ἔξω, ἀφιέντι τοὺς ὄχλους τῷ Ἰησοῦ ἕπονται, καὶ ἰδόντες, ὅτι οὐκ ἀλλαχοῦ δύνανται μαν θάνειν τὰ τῶν παραβολῶν, ἢ εἰσελθόντες εἰς τὴν οἰκίαν τοῦ Ἰησοῦ, καὶ εἰσέρχονται πρὸς αὐτὸν, καὶ προσελ θόντες αὐτῷ φασι·„, φράσον 3) ἡμῖν τὴν παραβολήν·

1) Matth. XIII, 10.
2) Matth. XIII, 36.

[ocr errors]

περὶ ἧς μαθεῖν βούλονται. ̓Αλλὰ τοιαύτη μὲν ἡ παρα βολή.

[ocr errors]

66

Εξῆς δέ ἐστιν ὁ σκοτεινὸς λόγος. Ἔστι τοίνυν ἐν ταῖς γραφαῖς τινα τοσοῦτον ἐπιτηδὲς σκοτεινῶς εἰρη μένα, ὥστε μηδὲ τὸ τυχὸν ἐκλαβεῖν ἄν τινα ἐν αὐτοῖς χωρὶς πολλῆς καὶ μεγάλης ἐξετάσεως, συγκεχυμένης καὶ κατὰ τὴν φράσιν, καὶ κατὰ τὸ διανόημα, καὶ κατὰ τὴν σύνθεσιν τῆς λέξεως· ἅπερ νομίζω εἶναι τὸν λεγόμενον ἐν βίβλῳ σκοτεινὸν λόγον. Παράδειγμα τῶν τοιούτων ἐκθήσομαι από ψαλμῶν ἐκ τοῦ τριακοστοῦ πρώτου ψαλμοῦ τὰ οὕτω λελεγμένα· ὅτι ') ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, καὶ τὰ ἑξῆς. Καὶ ἁπλῶς τοῦ μὲν νοή ματος νοῆσαί ἐστι τὸ ῥητὸν, ὡς δείξομεν· τοῦ δὲ σκοτεινοῦ λόγου, οὐδὲ τὸ τοιοῦτον, οἷον κἀκεῖνο ἐν Ησαΐα οὐαὶ 2) γῆς πλοίων πτέρυγες, ἐπέκεινα ποταμῶν Αἰ θιοπίας· ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. Εκαστον δὲ τούτων σαφηνίσαι, καὶ νοῆσαι φωτίζοντα τῇ διηγήσει τὸ σκοτεινὸν αὐτοῦ, οὐ τοῦ παρόντος ἐστὶ καιροῦ, ἵνα μὴ πολλὰς καὶ ἀκαίρους ποιώμεθα παρεκβάσεις. Αρκεῖ δὲ μόνον τὸ ἀπὸ τοῦ ψαλμοῦ οὕτω πως σαφηνίσαι λεγόμενον. Ὅσον γὰρ ἐκεκράγειν ὑμνῶν τὸν θεὸν, καὶ δι' ὅλης τῆς ἡμέρας θεολογῶν, οὐδέν μου ἐπαλαιοῦτο, ἀλλ ̓ ὅσον ἀνεκαι νούμην. Ὅτε δὲ ἀργήσας ἀπὸ τοῦ λέγειν τὰ τῆς θεολογίας ἐσιώπησα, τότε ἡ παλαιότης εἰσέδυ μέχρι τῶν ὀστέων μου, καὶ τῶν δοκούντων ἐν ἐμοὶ στεῤῥοτάτων. Καὶ τούτοις ἠκολούθησε τὸ βαρεῖαν γενέσθαι τὴν χεῖρά σου νυκτὸς καὶ ἡμέρας κατ ̓ ἐμοῦ, καὶ διὰ τοῦτο ἀπὸ τῆς προτέρας ἐπισκοπῆς ἐστράφη εἰς τὴν ἐμὴν ταλαι πωρίαν ἡ βαρυνομένη σου χεὶρ κατ ̓ ἐμοῦ. Καὶ ἀξίως γε ταῦτα πέπονθα, παγείσης μοι ἀκάνθης, ἡνίκα ἐκρα τήθην ὑπὸ μεριμνῶν, ἢ καὶ πλούτου, καὶ ἡδονῶν βιω

1) Psalm. XXXII, 3. (XXXI.)

« PoprzedniaDalej »