Obrazy na stronie
PDF
ePub
[ocr errors]

Αἰνεῖτε ) αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, κ. τ. ε. ̔Ως3) ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλογεῖ ἡ ψυχὴ τοῦ δικαίου τὸν θεόν· οὕτως καὶ αἰνετέον αὐτὸν καὶ ἐφ ̓ αἷς ἔστησε καὶ ἔταξε δυναστείαις ἃς νοείτωσαν, ἵνα καὶ μετέχωσιν αὐτῶν ὁ λέγων καὶ ἀκούων. Αῤῥητα γὰρ τὰ διὰ τῶν ἁγίων αὐτοῦ διηνε κῶς κατορθούμενα.

Αἰνεῖτε ) αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ," κ. τ. ε. Νοηθείσης 4) ἑκάστης μεγαλωσύνης τοῦ Θεοῦ, καὶ ἕκαστον τῶν κτισμάτων νοηθήσεται, καὶ τὸ πλῆθος τῆς μεγαλωσύνης, ἧς ἑκάστης οὐκ ἔστι πέρας.

66

Αἰνεῖτε ) αὐτὸν ἐν ἤχῳ σάλπιγγος," κ. τ. ε. Κατὰ 6) τὸν πνευματικὸν περὶ σαλπίγγων κατασκευῆς ἐν ̓Αριθμοῖς λόγον, κατασκευαστέον σάλπιγγα, ἵνα ἐν ἤχῳ αὐτῆς αἰνέσωμεν τὸν θεόν. Τοιαῦται δὲ, οἶμαι, σάλπιγγες δηλοῦνται καὶ ἐν τῷ·σαλπίσει ') γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι. Καὶ ἐν τῷ ἐν) φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι τοῦ θεοῦ καταβήσεται ἀπ ̓ οὐρανοῦ. Ἔστι δὲ καὶ ἑορτὴ νεομηνία ἑβδόμου μηνὸς μνημόσυνον σαλπίγγων· καθ' ὃ λέγεται· ,,σαλπίσατε) ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρα ἑορτῆς ἡμῶν.

[ocr errors]

Τοῦ αὐτοῦ. Σάλπιγξις ἐστὶ νοῦς θεωρητικός, ἢ νοῦς διδασκαλίαν πνευματικὴν πεπιστευμένος.

1) Psalm. CL, 2.

2) Ruaeus: Catena Corderii.

3) Psalm. CL, 2.

4) Ruaeus: Catena Corderii.

5) Psalm. CL, 3.

6) Ruaeus: Catena Corderii.

7) I Cor. XV, 52.

8) I Thess. IV, 16.

9) Psalm. LXXXΙ, 3. (LXXX.)

Αἰνεῖτε ) αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ," κ. τ. ε. Κιθάρα 3) ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη. Τύμπανον ἐστι νέκρωσις τοῦ ἐπιθυμητικοῦ δι' αὐτὸ τὸ καλόν. Χορὸς δέ ἐστι συμφωνία ψυχῶν λογικῶν τὸ αὐτὸ λεγουσῶν, καὶ μὴ ἐχουσῶν σχίσματα. Χορδαί εἰσι συμφώνησις ἀνταναιρεθείσης φωνῆς ἀρετῶν καὶ ὀργάνων. Ὄργανόν ἐστιν ἐκκλησία θεοῦ, ἀπὸ θεω ρητικῶν καὶ πραγματικῶν συνεστῶσα ψυχῶν. Κύμβα λόν ἐστιν εὔηχον, ψυχὴ πρακτικὴ τῷ πόθῳ προσηλωμένη τοῦ Χριστοῦ. Κύμβαλόν ἐστιν ἀλαλαγμοῦ, νοῦς καθαρὸς παρὰ τῆς τοῦ Χριστοῦ ἐμπνεόμενος σωτηρίας. Τοῦ αὐτοῦ. Χορδαί*) πλείους ἁρμονίως συν τεθειμέναι, καὶ μουσικῶς ἑκάστη ἐν οἰκεία χώρα τε ταγμένη, αἱ πολλαί εἰσιν ἐντολαὶ καὶ τὰ περὶ πλειόνων δόγματα, οὐδεμίαν ἔχοντα πρὸς ἄλληλα διαφωνίαν. Ὄργανον δὲ τούτων πάντων περιεκτικὸν ἡ τοῦ σοφοῦ ἐν Χριστῷ ψυχή.

[ocr errors]

»Τοῦ αὐτοῦ. Ὁ 4) μὲν ταῖς γλώσσαις τῶν ἀν θρώπων ἢ τῶν ἀγγέλων λαλῶν, ἀγάπην δὲ μὴ ἔχων, οὐκ ἔστιν εύηχον κύμβαλον.

[ocr errors]

Πᾶσας) πνοὴ αἰνεσάτω τὸν κύριον," κ. τ. ε. ΕΙ τὸ φῶς τοῦ κυρίου κατὰ τὸν Σολομῶντα ἡ πνοὴ ἀν θρώπων ἐστὶ, πᾶσα λογικὴ φύσις, ἀναπνέουσα τοῦτο τὸ φῶς, αἰνεσάτω τὸν κύριον.

1) Psalm. CL, 3. 4. 5.

2) Ruaeus: Schedae Grabii.
3) Ruaeus: Catena Corderii.
4) Ruaeus: Catena Corderii.
*) Psalm. CL, 6.

Cfr. Psalm. CL, 4.

Cfr. Psalm. CL, 5.

166

EX ORIGENE SELECTA IN PSALMOS.

ΕΚ ΤΗΣ ΩΡΙΓΕΝΟΥΣ ΟΜΙΛΙΑΣ

[ocr errors]

εἰς τὸν ψαλμὸν ὀγδοηκοστὸν δεύτερον.

Ελήλυθέ') τις ἐπὶ τοῦ παρόντος μέγα φρονῶν ἐπὶ τῷ δύνασθαι πρεσβεύειν γνώμης ἀθέου καὶ ἀσεβε στάτης, καλουμένης ̔Ελκεσαϊτῶν,) νεωστὶ ἐπανισταμένης ταῖς ἐκκλησίαις. Ἐκείνη ἡ γνώμη οἷα λέγει κακὰ, παραθήσομαι ὑμῖν, ἵνα μὴ συναρπάζησθε. ̓Αθετεῖ τινα ἀπὸ πάσης γραφῆς. Κέχρηται ῥητοῖς πάλιν ἀπὸ πάσης παλαιᾶς τε καὶ εὐαγγελικῆς, τὸν ἀπόστολον τέλεον ἀθετεῖ· φησὶ δὲ, ὅτι τὸ ἀρνήσασθαι ἀδιάφορόν ἐστι. Καὶ ὁ μὲν νοήσας, τῷ στόματι ἐν ἀνάγκαις ἀρνήσεται, τῇ δὲ καρδίᾳ οὐχί. Καὶ βίβλον τινὰ φέρουσιν, ἣν λέγουσιν ἐξ οὐρανοῦ καταπεπτωκέναι. 3) Καὶ τὸν ἀκηκούτα ἐκείνης και πιστεύοντα, ἄφεσιν λήψεσθαι τῶν ἁμαρτημάτων, ἄλλην ἄφεσιν παρ ̓ ἣν Χριστὸς Ἰησοῦς ἀφῆκε.

1) Cfr. de hoc fragmento, quod frustra desideratur in ed. Ruaei, edd. Huetii coll. Eusebii Histor. Eccles. Lib. VI. cap. 38.

2) Cfr. Theodoretus in libr. II. haereticarum fabularum cap. 7., Epiphanius in haeresi Ebionaeorum, in haeresi Ossenorum, itemque in haeresi Sampsaeorum. Vide porro Augustinum de haeresibus cap. 10., nec non Methodium in lib. VIII. convivii.

3) Huet. in margine: „ Robert. Stephanus: πεπτωκέναι.

ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ

ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΑΙ)

ΕΙΣ Θ Ρ Η Ν Ο Υ Σ.

Κεφάλαιον πρῶτον.

Ὁ Ἱερες

»Καὶ) ἐγένετο μετὰ τὸ αἰχμαλωτισθῆναι. μίας αἰχμαλωτισθέντος τοῦ λαοῦ, καὶ ὄντος ἐν Βαβυλ λῶνι, θρηνεῖ τὴν πόλιν, καὶ τὴν χώραν, καὶ τὸν λαὸν ἐπὶ τοῖς συμβεβηκόσιν, καὶ θρηνεῖ περικοπάς τινας, καὶ διαστολὰς περιγράφων, ἀρχομένας ἑξῆς ἀπὸ τῶν παρ' Εβραίοις στοιχείων. Καὶ μετὰ τὸ τελέσει τὸν ἐφ' ἑκάστου στοιχείου θρῆνον, καὶ ἐπὶ πᾶσιν τὸν ἀπὸ τοῦ ἡ ἀρχόμενον, ὅπερ ἐστὶ τελευταῖον τῶν Ἑβραίων γράμμα, επανέρχεται ἐπὶ τὸ Αλεφ, καὶ πάλιν θρηνεῖ, καὶ τοῦτο ποιεῖ τετράκις, τὰ εἴκοσι δύο στοιχεῖα ἐπεξιών.

Τοῦ αὐτοῦ. Διὰ τοῦτό φασιν Ἑβραῖοι τῆς παλ λαιᾶς γραφῆς ἰσαρίθμους τοῖς στοιχείοις εἶναι τὰς βία βλους, ὡς εἶναι πρὸς θεογνωσίαν πᾶσαν εἰσαγωγὴν, καθάπερ τὰ στοιχεῖα πρὸς ἅπασαν τοῖς μανθάνουσι σοφίαν. Διὰ τοῦτο τετραπλασιάζεται τάχα, διότι καὶ τῶν σωμάτων τὰ στοιχεῖα καθέστηκε τέσσαρα. Καὶ μετ' ὀλίγα· ἔκδοσις δὲ ̓Ακύλα καὶ Θεοδοτίωνος ἐν τοῖς Θρήνοις οὐ φαίνεται, μόνου δὲ Συμμάχου καὶ τῶν Ἑβδομήκοντα. Καὶ πάλιν· ζητήσειε δ ̓ ἄν τις, πῶς τῆς

lerii.

1) Depromta sunt haec fragmenta e Catena GhisCfr. Prolegomena coll. ed. Ruaei Tom. III.

ἐπιγραφῆς τοῦ βιβλίου πληθυντικῶς ἐχούσης θρῆνοι, ἑνικῶς ἐν τῷ προοιμίῳ τὸν θρῆνον τοῦτόν φησιν. ̓Αλλὰ μερικοὶ μὲν πλείους ὑπάρχουσιν, τοῖς στοιχείοις διηρη μένοι, εἰς ἕνα δὲ πάντως ἀνάγονται πρὸς μίαν ὑπό θεσιν τὸν Ἰσραὴλ ἀναγόμενοι.

[ocr errors]
[ocr errors]

Τοῦ αὐτοῦ κατὰ θεωρίαν. Ἐὰν ἴδωμεν ὑποχείριον γινομένην τὴν ψυχὴν τῷ διαβόλῳ, ἢ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ἀπαξαπλῶς ταῖς ἐχθραῖς δυνάμεσι τὴν τῇ φύσει θεωρητικὴν καὶ συνορᾷν τὰ ὄντα καὶ ἐπιστῆσαι δυναμένην, νοήσομέν πως τὴν αἰχμαλωσίαν καὶ τὸν αἰχμαλωτεύσαντα. ̓Αλλὰ καταφυγόντες ἐπὶ τὸν Χριστὸν, τὸν κηρύξαντα κατὰ τὸν προφήτην Ησαΐαν αἰχμαλώτοις ἄφεσιν, ἐλευθερωθησόμεθα ἀπὸ τῆς αἰχμα λωσίας, καν μέχρι τοῦ δῆσαι φθάσῃ ὁ αἰχμαλωτεύσας. Ἦλθε γὰρ Ἰησοῦς ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.

[ocr errors]
[ocr errors]

Εκάθισεν ') Ἱερεμίας κλαίων. Τὸν ἐξ ἀγάπης κλαυθμὸν μακαριζόμενον. Τοῦ γὰρ ἁγίου ἐστὶν κλαίειν”) μετὰ κλαιόντων, καὶ χαίρειν μετὰ χαιρόντων. Τοῦ αὐτοῦ. Ἐγγίζων 3) τῇ Ἱερουσαλὴμ ὁ κύριος ἔκλαυσεν, καὶ εἶπεν· εἰ ἔγνωκας σὺ τὰ εἰς εἰρήνην σου! Ἱερουσαλήμ,4) Ιερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε!

[ocr errors]
[ocr errors]

Τοῦ αὐτοῦ.

Εἰ τοίνυν, μακάριοι 5) οἱ κλαίοντες, ὅτι γελάσετε,“ ἔδει Ἱερεμίαν τὸν μυστικὸν τοῦτον κλαύσαι κλαυθμὸν, καὶ κατὰ τό·,,μακάριοι) οἱ πενθοῦντες: πενθῆσαι τοὺς τοῦ πενθεῖσθαι ἀξίους.

[ocr errors]

1) Thren. I, 1. 2) Cfr. Rom. XII, 15.

3) Cfr. Luc. XIX, 41.

4) Cfr. Matth. XXIII, 37.

[ocr errors]
« PoprzedniaDalej »