Obrazy na stronie
PDF
ePub
[ocr errors]

Πεσοῦνται ') ἐπ' αὐτοὺς ἄνθρακες πυρός, κ.τ. ε. Τοῦτο 2) τὸ πῦρ καὶ οἱ ἄνθρακες κατακαίουσι ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις καταναλίσκοντα.

Έγνων,3) ὅτι ποιήσει κύριος τὴν κρίσιν τοῦ πτωχοῦ, καὶ τὴν δίκην τῶν πενήτων," κ. τ. ε. Προφητεία) τοῦτο περὶ τῆς μελλούσης κρίσεως, καθ ̓ ἣν τῶν ἀσεβῶν τῷ πυρὶ παραδιδομένων εἰς ἄνεσιν οἱ δίκαι οι παραληφθήσονται. Ἐντεῦθεν καὶ Σολομών ὠφε ληθεὶς εἶπεν· ὅτι πᾶν τὸ ποίημα ὁ θεὸς ἄξει εἰς κρίσιν. Εἰς χρηστὸν δὲ τέλος κατέληξεν, ἐπεὶ καὶ εἰς τέλος ἐπιγέγραπται, τὴν ἀποκειμένην τοῖς δικαίοις λέγων ἐλπίδα. Κατοικήσουσιν ) εὐθεῖς σὺν τῷ προσώπω σου. 'Αντὶ δέσὺν τῷ προσώπῳ σου ὁ Σύμμαχος παρὰ τῷ προσώπῳ σου λέγει, τὸ κεκαθαρμένη διανοίς πρόσωπον πρὸς πρόσωπον ὁρᾷν τοῦ θεοῦ.

[ocr errors]

Ψαλμὸς ἑκατοστός τεσσαρακοστός.

Κατευθυνθήτω ") ή προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, Κ. Τ. Ε. Τούτου ) κατευθύνεται ἡ προσευχὴ ὡς θυμίαμα, τοῦ δυναμένου εἰπεῖν· Χριστοῦ ) εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις.“

1) Psalm. CXI, 10. (CXXXIX.)
2) Ruaeus: Schedae Grabii.
3) Psalm. CXL, 12. (CXXXIX.)
4) Ruaeus: Catena Corderii.
5) Ecclesiast. XII, 14.

6) Psalm. CXL, 13. (CXXXIX.)
7) Psalm. CXLI, 2. (CXL.)
8) Ruaeus: Schedae Grabii.

,,Θοῦ, 1) κύριε, φυλακὴν τῷ στόματί μου," κ. τ. ε. Οὐδὲν 2) οὕτω φυλάσσει τὴν καρδίαν ἡμῶν ὡς ὁ φόβος τοῦ θεοῦ, εἴγε τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.

Ελαιον3) δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφα λήν μου," κ. τ. ε. Ἔλαιον *) λέγει ἁμαρτωλοῦ τὴν εὐποιΐαν, τὴν μὴ διὰ γνῶσιν θεοῦ γενομένην, ἀλλὰ διὰ δόξαν τὴν παρὰ ἀνθρώπων. Τοῦτο γάρ ἐστι καὶ τὸ σαλπίζειν τὸν τὴν ἐλεημοσύνην ποιοῦντα.

[ocr errors]

Πεσοῦνται *) ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί, κ. τ. ε. Αμφίβληστρον ἐστι κόλασις ποικίλη ἐκ βυθοῦ κακίας ἀνιμωμένη. ̓Αλλὰ τοῦτο τὸ ἀμφίβληστρον τοῦ μέλλοντός ἐστιν αἰῶνος· τοῦ δὲ ἐνεστῶτος αἰῶνος ἐστιν ἀμφίβληστρον διδασκαλία πνευματικὴ, τοὺς ἀποπλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπὶ τὴν ἀρετὴν ἀνά γουσα.

[ocr errors]

Ψαλμὸς ἑκατοστὸς τεσσαρακοστὸς πρῶτος.

Φωνῇ') μου προς κύριον ἐκέκραξα, φωνῇ μου πρὸς κύριον ἐδεήθην, κ. τ. ε. Ὡς *) φύσιν ἔχει τὸ πῦρ ἀνώφορον, οὕτως ἡ τοῦ δικαίου φωνὴ, τὸ πρὸς κύριον γίνεσθαι, καὶ οἱονεὶ προκαλεῖσθαι αὐτὸν ἐπὶ τὸ παρέχειν ὧν τις δεῖται ἀπὸ θεοῦ.

[ocr errors]

Εκχεῶ °) ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ, κ. τ. ε. Ὁ10)

1) Psalm. CXLI, 3. (CXL.)
2) Ruaeus: Schedae Grabii.
3) Psalm. CXLI, 5. (CXL.)
4) Ruaeus: Schedae Grabii.
5) Psalm. CXLI, 10. (CXL.)
6) Ruaeus: Schedae Grabii.
7) Psalm. CXLII, 1. (CXLI.)
8) Ruaeus: Catena Corderii.
9) Psalm. CXLII, 2. (CXLI.)
*) Ruaeus: Catena Corderii.

μόνα μεγάλα καὶ ἐπουράνια αἰτῶν, καὶ προσευχόμενος πνεύματι καινῷ, θαῤῥεῖ ἐνώπιον κυρίου ἐκχέαι τὴν δέησιν ἑαυτοῦ, οὐδὲν ταπεινὸν, οὐδὲ αἰσχρόν τι ἐν ἑαυτῇ ἔχουσαν· ὁποῖα ἐστιν ἐν ταῖς δεήσεσι τῶν βαττολογούντων, καὶ οὐκ ἄξια θεοῦ αἰτούντων, ἢ ἀπὸ καθαρᾶς καρδίας ἐκχεόντων. Αγίου οὖν παῤῥησίας ἔχεται ὁ στίχος, ὃν οὐκ εὐλόγως ἐρεῖ ὁ ἁμαρτωλός· καὶ τὸν ἑξῆς δὲ ὁ ἐν παντὶ θλιβόμενος, ἀλλ' οὐ στενοχωρούμενος, καυχώμενος ἐν ταῖς ὑπομονὴν κατεργαζομέναις θλίψεσι· τῷ ὁδεύειν τὴν στενὴν καὶ τεθλιμμένην ἀπάγουσαν ἐπὶ τὴν ζωὴν ὁδόν.

[ocr errors]

Ἐν') ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι," κ. τ. ε. Πάσαις) οἱ ἐχθροὶ ἡμῶν ἐπιβουλεύουσι ταῖς ἀρεταῖς. Καὶ ἐν μὲν τῇ ἀνδρείᾳ κρύπτουσι τὴν τῆς δειλίας παγίδα, καὶ ἐν τῇ πραότητι ἐμβάλλουσι τὴν θρασύτητα, καὶ ἐν τῇ ἐλεημοσύνῃ τὸ μὴ διὰ τὸν θεόν, ἀλλὰ διὰ τοὺς ὁρῶντας ἐλεεῖν· καὶ ἐν τῇ νηστεία τὸ διὰ τοὺς ἀνθρώπους νηστεύειν. Καὶ ταῦτα μὲν ἐπὶ τῆς πρακτικῆς. Τί δ ̓ ἄν τις εἴποι καὶ ἐπὶ τῆς θεωρίας, ὁπόσας παγίδας οἱ ἐχθροὶ διὰ τῶν αἱρέσεων τοῖς ὀρθοδόξοις δόγμασι;

[ocr errors]

Απώλετο 3) φυγὴ ἀπ ̓ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκ ζητῶν τὴν ψυχήν μου, κ. τ. ε. (4) ἀπολέσας τὴν φυγὴν ταύτην, οὐ δύναται εἰπεῖν· ἐν 5) θλίψει ἐπλάτυνάς μοι.

Εκέκραξα *) πρὸς σὲ, κύριε· εἶπα· σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἰ ἐν γῇ ζώντων,

1) Psalm. CXLII, 3. (CXLI.)

2) Ruaeus: Schedae Grabii.
3) Psalm. CXLII, 4. (CXLI.)
4) Ruaeus: Schedae Grabii.
5) Psalm. IV, 1.

6) Cfr. Psalm. CXLII, 5. (CXLI.)

κ. τ. ε. Εἰ ὁ

κύριος ἡμῶν σοφία ἐστὶ, καὶ μερὶς δὲ τῶν ζώντων αὐτ τός· ἡ μερὶς ἄρα τῶν ζώντων ἡ σοφία ἐστὶ, καθ' ἣν καὶ χρηματίζουσι ζῶντες, ἥτις ἐστὶν ὁ Χριστός.

Ρυσαί) με ἐκ τῶν καταδιωκόντων με, x. T. E. Πειρασμοί) συνεχεῖς καταδιώκουσι τὸν νοῦν ἀπὸ γνώσεως.

[ocr errors]

Εξάγαγε3) εκ φυλακῆς τὴν ψυχήν μου," κ. τ. ε. Οὐ4) πάντων ἐστὶ τὸ λέγειν· ἔκβαλε 5) ἐκ φυλακῆς τὴν ψυχήν μου εἰ μὴ τῶν δυναμένων διὰ καθαρότητα καὶ χωρὶς τοῦ σώματος τούτου ἐπιβαλεῖν τῇ θεωρία τῶν γεγονότων.

Ψαλμὸς ἑκατοστὸς τεσσαρακοστὸς δεύτερος.

«Κύριε, *) εἰσάκουσον τῆς προσευχῆς μου, ενώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου," κ. τ. ε. (ι) θαῤῥῶν, ὅτι ἐν πνεύ ματι καὶ ἀληθείᾳ προσκυνεῖ τὸν θεὸν, καὶ οὐκέτι ἐν τύπῳ, λέγοι ἂν τό· ἐνώτισαι ) τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου.

[ocr errors]

»Καὶ ) μὴ εἰσέλθης εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, κ. τ. ε. Επαν 10) κρίνηται μετὰ τοῦ ἀνθρώπου ὁ κύ

1) Psalm. CXLII, 6. (CXLI.)
2) Ruaeus: Schedae Grabii.
3) Psalm. CXLII, 7. (CXLI.)
4) Ruaeus: Schedae Grabii.
5) Cfr. Psalm. CXLII, 7. (CXLI.)
6) Psalm. CXLIII, 1. (CXLII.)
7) Ruaeus: Catena Corderii.
6) Psalm. CXLIII, 1. (CXLII.)
9) Psalm. CXLIII, 2. (CXLII.)

10 *

ριος, καὶ λέγῃ· λαός ") μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε; οὐδεὶς ζῶν δικαιωθήσεται. Ενώπιον μὲν γὰρ κυρίου οὐ δικαιωθήσεται πᾶς ζῶν· ἐνώπιον δὲ ἀν θρώπων οὐ μόνον ἀδίκων, ἀλλὰ καὶ ἄλλων δικαίων ἔσθ' ὅτε. Τὰ δὲ αἴτια τοῦ μὴ δικαιοῦσθαι, ἐπιφέρει συγγενῶς τῷ στίχῳ τούτῳ·

رو

ὅπως 2) ἂν δικαιωθῇς ἐν

τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

[ocr errors]

Η ψυχή μου ὡς γῆ ἄνυδρός σοι," κ. τ. ε. Γῇ4) ἄνυδρός ἐστι ψυχὴ καθαρά, πνευματικὴν γνῶσιν ἐπιζητοῦσα.

»Ταχὺ 5) εἰσάκουσόν μου, κύριε, ἐξέλιπε τὸ πνεῦμά %. T. E. Ἐπὶ πλεῖον ἀκηδιῶν ἐκλείπει τὸ μου, σε πνεῦμα τοῦ ἀνθρώπου. Τούτῳ δὲ ὅμοιον τό·„ ἐν) τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου.

66

Ακουστὸν) ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου," κ. τ. ε. Τὴν ) θεωρίαν ἐπιζητεῖ τοῦ μέλλοντος αἰῶνος, ἣν καὶ βασιλείαν οὐρανῶν ἔθος ὀνομάζειν τῇ θείᾳ γραφῇ.

[ocr errors]
[ocr errors]

Τοῦ αὐτοῦ. Δύναται 10) τοῦτο εἰπεῖν περὶ γνωρισμοῦ ὁδοῦ φερούσης ἐπ ̓ ἀρετὴν, ἢ τῆς, ἣν μετὰ τὴν ἔξοδον ὁδεύει τις, ἥτις ἐστὶν ὁδὸς τοῦ ξύλου τῆς ζωῆς, ἣν φυλάσσει τὰ Χερουβὶμ καὶ φλογίνη ῥομφαία.

1) Mich. VI, 3.

2) Psalm. LI, 4. (L.)

3) Psalm. CXLIII, 6. (CXLII.)
4) Ruaeus: Schedae Grabii.
5) Psalm. CXLIII, 7. (CXLII.)
6) Ruaeus: Catena Corderii.
7) Psalm. CXLII, 3. (CXLI.)
8) Psalm. CXLIII, 8. (CXLII.)
9) Ruaeus: Schedae Grabii.

1) Ruaeus: Catena Corderii. Cfr. Psalm. CXLIII,

« PoprzedniaDalej »