Obrazy na stronie
PDF
ePub

κύκλῳ τῆς τραπέζης σου," κ. τ. ε. Οὐδεὶς ') ἀλλότριος τοῦ θεοῦ τούτων τεύξεται· οὐ γάρ ἐστι σωματικὰ, ἀλλὰ πνευματικά, περὶ ὧν ταῦτα λέλεκται. Ὅτε ἀμπελῶνες καὶ ἐλαιῶνες εὐλογοῦνται τῶν δικαίων, τροπολογητέον εἰς γυναῖκα καὶ υἱοὺς τὸν λόγον, ἤτοι αὐτολέξει. Ἢ ὅτι σοφία μὲν ἡ γυνὴ, πράξεις δὲ οἱ υἱοί· γυνὴ δὲ, οὖσα μερὶς ἀγαθὴ, ἢ ἡ παρὰ τῷ Σολομῶντι ἀνδρεία, ἄμπελός ἐστιν εὐθηνοῦσα, καὶ μάλιστα, ὅτε οἰκουρός ἐστιν ἀγαθή. Ἡ δὲ μὴ τοιαύτη γυνὴ, ἐξ ἀμπέλου ἐστὶ Σοδόμων. Καὶ λέγοιτο δ ̓ ἂν πρὸς μεταβάλλουσαν εἰς τὸ χεῖρον γυναῖκα· πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; “

[ocr errors]
[ocr errors]

»Τοῦ αὐτοῦ. Γυνὴ 3) τοῦ νοῦ ἡ σοφία ἐστίν. Ἐράσθητι 4) γὰρ, φησὶν, αὐτῆς, καὶ τηρήσει σε τι μησον 5) αὐτὴν, ἵνα σὲ περιλάβῃ, καὶ κτήσῃ ἀπ' αὐτῆς λόγους σοφούς. Εἰπὸν ) τὴν σοφίαν ἀδελφὴν σὴν εἶναι. Αδελφὴν δὲ αὐτὴν ὀνομάζει, διότι καὶ αὐτὴ ἐκ τοῦ πατρὸς πάντων ἐστί. Μνημονευτέον δὲ καὶ τοῦ Αβραάμ, πῶς τὴν ἰδίαν γυναῖκα ὠνόμασεν ἀδελφὴν, πάντως τοῦ βουλομένου τὴν σοφίαν εἶναι διδάσκων.

[ocr errors]

Ἰδοὺ, 7) οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον," κ. τ. ε. Ὁ δ) λεγόμενος ἄνθρωπος, διὰ τὸ φοβεῖσθαι τὸν κύριον, ἀγρὸν ἔχει· ἄμπελον δὲ ἐν ταῖς κλίτεσι τῆς οἰκίας αὐτοῦ τὴν γυναῖκα· νεόφυτα δὲ ἐλαιῶν κύκλῳ τῆς τραπέζης ἑαυτοῦ τοὺς υἱούς.

') Ruaeus: Catena Corderii.

2) Jerem. II, 21.

3) Ruaeus: Schedae Grabii. Cfr. Psalm. CXXVIII,

3. (CXXVII.)

4) Prov. IV, 6.

5) Cfr. Prov. IV, 8.

6) Prov. VII, 4.

[ocr errors]

7) Psalm. CXXVIII, 4. (CXXVII.)

Καὶ ') ἴδοις υἱοὺς τῶν υἱῶν σου," κ. τ. ε. Καὶ 2) ὁ Σολομών φησιν· ἀγαθὸς 3) ἀνὴρ κληρονομήσει υἱοὺς

[merged small][ocr errors][merged small]
[ocr errors]

Πλεονάκις 4) ἐπολέμησάν με ἐκ νεότητός μου, εἰ πάτω δὴ Ἰσραήλ, κ. τ. ε. Ὁ 5) ἐκ παίδων ἀγωνιζόμενος, ταῦτα ἐρεῖ, καὶ ἐν τῷ πολλάκις πεπολεμῆσθαι νικήσας τοὺς πολεμίους· καὶ ὁ φάσκων·„, ὁ ) θεὸς ὁ τρέφων με ἐκ νεότητός μου.

[ocr errors]

Ἐμάκρυναν 7) τὴν ἀνομίαν αὐτῶν," κ. τ. ε. Χρή σιμον) εἰς τοῦτο τό·,, οὐαὶ ) οἱ ἐπισπώμενοι ἁμαρ τίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας. Ὅσῳ δέ τις μακρύνει τὴν ἀνομίαν ἑαυ τοῦ, τοσούτῳ μακρύνει ἑαυτὸν ἀπὸ τοῦ θεοῦ,

σε

Γενηθήτωσαν 10) ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη," κ. τ. ε. Η διδασκαλία τῶν κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρουμένων ὑψωμάτων χόρτος ἐστὶ δωμάτων, ξηραινόμενος πρὸ τοῦ ἐκσπασθῆναι· μήτε πλήρεις ποιῶν τὰς χεῖρας ἐν πράξεσιν ἀγαθαῖς, μήτε τὸν κόλπον ἐν γνώσει· περὶ ἧς οὐ φασὶν

1) Psalm. CXXVIII, 6. (CXXVII.)
2) Ruaeus: Schedae Grabii.

3) Prov. XIII, 22.

4) Psalm. CXXIX, 1. (CXXVIII.)
5) Ruaeus: Catena Corderii.

6) Cfr. Gen. XLVIII, 15.

7) Psalm. CXXIX, 3. (CXXVIII.)
8) Ruaeus: Catena Corderii.

9) Cfr. Jesai. V, 18.

10) Psalm. CXXIX, 6. (CXXVIII.)

οἱ παράγοντες ὁμοίως τῷ εἰπόντι·παρελθὼν ') ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο.“

Ψαλμὸς ἑκατοστὸς εἰκοστὸς ἔννατος.

[ocr errors]

Ἐκ βαθέων ἐκέκραξα σοι, κύριε, κ. τ. ε. Οὐκε) ἐξ ἐπιπολῆς, ἀλλ ̓ ἐκ τῶν ἐν ἑαυτῷ βαθέων κέκραγε πρὸς κύριον. Τὸ δέ· ἐκέκραξα σοι ἕτερον τυγχάνον τοῦ· ἐκέκραξα πρὸς σέ· δύναται σημαίνειν, ὅτι μεγά λως καὶ μεγάλη φωνῇ, νοητῶς δὴ μεγάλῃ, ἐθεολόγησα. Ὁ μὲν οὖν φαῦλος τοῖς χείλεσι τιμᾷ κύριον, πόῤῥω ἀπέχων ἀπ' αὐτοῦ τῇ καρδίᾳ· ὁ δὲ μακάριος τῷ τὸ πνεῦμα κράζειν ἐν τῇ καρδίᾳ αὐτοῦ, ἐκ βαθέων ἐκέκραγε πρὸς τὸν κύριον.

Τοῦ αὐτοῦ. Ὁ 4) τὰ βάθη ἐρευνῶν τοῦ θεοῦ, οὗτος ἐκ βαθέων κράζει προς κύριον.

Γενηθήτω 5) τὰ ὦτά σου προσέχοντα," κ. τ. ε. Τὰ ) ὦτα κυρίου καλεῖ τὴν ἐπακουστικὴν εὐχῶν δύναμιν αὐτοῦ.

Ἐὰν ἀνομίας παρατηρήσης κύριε, κύριε, τίς ὑποστήσεται;“ κ. τ. ε. Ἐὰν 8) αἱ κατὰ διάνοιαν ἁμαρ τίαι, τὸν νοῦν ἀκάθαρτον ποιοῦσαι, τῆς τοῦ θεοῦ γνώσεως αὐτὸν ἀφιστῶσιν, οὐδεὶς ἀνθρώπων καταξιωθήσεται γνώσεως. Τις) γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρ

[ocr errors]

1) Exod. III, 3.

2) Psalm. CXXX, 1. (CXXIX.)

3) Ruaeus: Catena Corderii.

4) Ruaeus: Schedae Grabii.

1. (CXXIX.)

5) Psalm. CXXX, 2. (CXXIX.)
6) Ruaeus: Schedae Grabii.
7) Psalm. CXXX, 3. (CXXIX.)
8) Ruaeus: Schedae Grabii.

Cfr. Psalm. CXXX,

δίαν; Ἢ τις παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρ τιῶν; Καὶ ') οὐδεὶς, φησὶ, καθαρὸς ἀπο ῥύπου, οὐδ ̓ ἂν ἐν μιᾷ ὥρᾳ ἡ ζωὴ αὐτοῦ.

[ocr errors]

Ότι 2) παρὰ σοὶ ὁ ἱλασμός ἐστι," κ. τ. ε. Ὁ 3) παρὰ τῷ κυρίῳ ἱλασμὸς τῶν ἀνομιῶν ὁ Χριστός ἐστιν· „αὐτὸς 4) γὰρ ἕλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Ενεκεν) τοῦ ὀνόματός σου ὑπέμεινα σε, κύριε, κ. τ. ε. 7) διὰ τοῦ θεοῦ ὄνομα ὑπομονὴ, κρείττων τῆς δὲ ἄλλο τι. Καὶ εἰς λόγον τοῦ κυρίου γενομένη ἡ ψυχή, ἐπαινετῶς ὑπομένει.

[ocr errors]
[ocr errors]

Υπέμεινεν ') ἡ ψυχή μου εἰς τὸν λόγον σου· ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον," κ. τ. ε. Η*) ἐλπὶς ἐκ δοκιμῆς πέφυκε γίνεσθαι, ἡ δὲ δοκιμὴ ἐκ τῆς ὑπομονῆς, ἡ δὲ ὑπομονὴ ἐκ τῆς θλίψεως, ἡ δὲ θλίψις ἐκ τῆς ἐγκρατείας καὶ τῶν πειρασμῶν. Τούτων δὲ αἴτιος ὁ φόβος τοῦ Θεοῦ, ὅστις τῇ ὀρθῇ πίστει συνέζευ κται. Πίστις δέ ἐστιν ἡ πρὸς τὰ μὴ κατειλημμένα συγκατάθεσις.

Καὶ 9) αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ," κ. τ. ε. Τοτηνικαῦτα 10) ὁ νοῦς ἀπαλλάσσεται τῶν κατὰ διάνοιαν ἁμαρτιῶν, ἢ ἀνομιῶν, ὁπηνίκα ἂν γνώσεως καταξιωθῇ ἡ γὰρ πρακτικὴ οὐ τὰ νοήματα τῆς καρδίας περιαιρεῖ, ἀλλὰ τὰ ἐμπαθῆ νοήματα.

1) Cfr. Job. XIV, 4. 5.

2) Psalm. CXXX, 4. (CXXIX.)
3) Ruaeus: Catena Corderii.
4) I Joann. II, 2.

5) Psalm. CXXX, 4. 5. (CXXIX.)

6) Ruaeus: Catena Corderii.
7) Psalm. CXXX, 5. 6. (CXXIX.)
8) Ruaeus: Schedae Grabii.
9) Psalm. CXXX, 8. (CXXIX.)

Ψαλμὸς ἑκατοστὸς τριακοστός.

Κύριε, ') οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμε τεωρίσθησαν οἱ ὀφθαλμοί μου," κ. τ. ε. Αὗται 3) φωναὶ δικαίου ἐν χαρίσμασι μεγάλοις καὶ θαυμασίοις μὴ τετυφουμένου, μηδὲ ὑπεραιρομένου, μηδὲ φυσιουμένου, ἀλλὰ καὶ ἐν τούτοις ταπεινοφρονοῦντος.

[ocr errors]

„Εἰ3) μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου· ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου, κ. τ. ε. Ὡς 4) ὁ Ἰσαὰκ καὶ ὁ Σαμουὴλ ἀπεγαλακτίσθησαν, οὕτως καὶ οὗτος ἐκείνους καὶ τοὺς ὁμοίους αὐτοῖς μιμησάμενος. Οὐχ ὑψοῦται δὲ ἡ ψυχὴ τοῦ ἀπογαλακτισθέντος τινὸς ὑψοῦντος αὐτὴν, ἀλλ ̓ ὑψοῦται ἐπὶ τὴν ἑαυτοῦ μητέρα· περὶ ἧς εἴρηται· „ ἡ5) δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν, καὶ τὰ ἑξῆς.

[ocr errors]
[ocr errors]

Τοῦ αὐτοῦ. Τῇ τοῦ ἀπογεγαλακτισμένου ψυχῇ ἀποδίδωσιν ὁ κύριος μισθὸν τῆς ἐπὶ τοσοῦτον ἀναβάσεως.

Ελπισάτω ') Ἰσραὴλ ἐπὶ τὸν κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ε. Ἐν *) μὲν τῇ πρὸ ταύτης ᾠδῇ λέλεκται·, ἀπὸ ) φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν κύριον· ἐν δὲ ταύτῃ καὶ ἕως πότε; Δια τό ἀπὸ 10) τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.“ Μετ ̓ ἐκεῖνον γάρ τις ἀπολαύει τὰ ἐλπιζόμενα.

1) Psalm. CXXXΙ, 1. (CXXX.)
2) Ruaeus: Catena Corderii.

3) Psalm. CXXXI, 2. (CXXX.) .

4) Ruaeus: Catena Corderii.

5) Galat. IV, 26.

6) Ruaeus: Catena Corderii. Cfr. Psalm. CXXXI,

2. (CXXX.)

1) Psalm. CXXΧΙ, 3. (CXXX.)

8) Ruaeus: Catena Corderii.

9) Cfr. Psalm. CXXX, 6. 7. (CXXIX.)

« PoprzedniaDalej »