Obrazy na stronie
PDF
ePub

ἡ ψυχὴ ἡμῶν τοῦ μυχθισμοῦ τῶν ὀνειδιζόντων, τοῦ ἐξουθενισμοῦ τῶν ὑπερηφάνων.

Ψαλμὸς ἑκατοστὸς εἰκοστός τρίτος.

[ocr errors]

„Εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ," κ. τ. ε. Εἰκὸς 3) τῶν ἱερέων τινὰ ἑστῶτα ἐπί τινος τῶν ἀναβαθμῶν λέγειν ἐλθόντι τῷ λαῷ ἐπὶ τὸν ναὸν ἕωθεν τοιοῦτόν τι·„εἰπάτω 3) δὴ Ἰσραήλ· εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν· εἶτα ποιοῦντα τὸ προςταχθὲν τὸν Ἰσραὴλ, ἄρχεσθαι μὲν ἀπὸ τοῦ· κύριος 4) ἦν ἐν ἡμῖν... συνάπτειν δὲ τὰ ἑξῆς τοῦ ψαλμοῦ. Με γέτω δὴ τό· εἰ5) μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν οὐχ ὁ τυχῶν, ἀλλ' ὁ ἀληθινὸς Ἰσραὴλ, ᾧ κύριος ἐστιν εἰπόντι „ ἡμῖν) εἷς κύριος Ἰησοῦς Χριστός, δι ̓ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ· ὅπερ καὶ Παῦλος εἶπε· »,καὶ 7) γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί. Καὶ τό· Ισραηλίται ") εἰσὶ, κἀγώ. Καὶ τοῦτόν γε εἰκὸς ὑπὸ τοῦ λαοῦ λέγεσθαι τὸν ψαλμὸν ἐκ προστάξεως ἱερέως, εἴποτε κινδυνεύσας ὁ λαὸς ἐν πολέμῳ, ἤ τινι ἀπὸ τῶν ἐθνῶν ἐπιβουλῇ διεσώθη, νικήσας τοὺς πολεμίους· μάλιστα εἰ μετά τινος παραδόξου ἐπιφανείας ἀνδραγαθήσαντες ἐπανήεσαν. Εἰπάτω δὲ ὁ Ἰσραὴλ καὶ τό πλεονάκις 9) ἐπολέμησαν με ἐκ νεότητός μου ὡς ἐν ἑκατοστῷ εἰκοστῷ ὀγδόῳ ψαλμῷ λέγεται.

66

σε

1) Psalm. CXXIV, 1. (CXXIII.)

2) Ruaeus: Catena Corderii.

3) Cfr. Psalm. CXXIV, 1. 2. (CXXIII.)
4) Psalm. CXXIV, 2. (CXXIII.)

5) Psalm. CXXIV, 1. 2. (CXXIII.)
6) 1 Cor. VIII, 6. 7) Rom. XI, 1.

8) Cfr. II Cor. XI, 22.

Αρα ') ζῶντας ἂν κατέπιον ἡμᾶς," κ. τ. ε. Τον 2) προδότην Ἰούδαν ζῶντα κατέπιον· εἶχε γὰρ πρὸ τῆς παραδόσεως τὴν ζωὴν τὴν εἰποῦσαν·„ ἐγώ 3) εἰμι ἡ ζωήν τοὺς δὲ ἀπ' ἀρχῆς τῇ κακίᾳ ἐντρεφομένους νεκροὺς

καταπίνουσιν.

σε

Αρα 4) τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς," κ. τ. ε. Ὕδωρ5) τροπικῶς λέγει τοὺς πειρασμοὺς τοὺς κατα ποντίζοντας τὴν ψυχήν· οἱ δὲ αὐτοὶ πειρασμοὶ καὶ λογισμοὶ καλοῦνται.

Χείμαρρον ") διῆλθεν ἡ ψυχὴ ἡμῶν," κ. τ. ε. Χείμαρρον) δὲ πάλιν λέγει τοὺς λογισμοὺς, διὰ τὸ μὴ χρονίζειν, αὐτοὺς, ἀλλὰ ἀθρόως ἐπιπηδῶν εἰς τὸν νοῦν, καὶ πάλιν ξηραίνεσθαι.

„Καὶ)

Τοῦ αὐτοῦ. Καὶ ) ἐγένετο ῥῆμα κυρίου πρὸς Ἠλιού· πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς, καὶ κρύβηθε ἐν τῷ χειμάρδῳ Χοῤῥὰς τοῦ ἐπὶ προσώπου τοῦ Ἰορ δάνου. Καὶ ἔσται, ἐκ τοῦ χειμάῤῥου πίεσαι ὕδωρ· καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ. Καὶ ἐποί ησεν Ἠλιοὺ κατὰ τὸ βῆμα κυρίου, καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ Χορδὰς ἐπὶ προσώπου τοῦ Ἰορδάνου. Καὶ οἱ κόρακες έφερον αὐτῷ ἄρτους πρωΐ, καὶ κρέα τὸ δεί λης, καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ. Καὶ ἐγένετο μεθ' ἡμέρας, καὶ ἐξηράνθη ὁ χείμαρρος, ὅτι οὐκ ἐγέ νετο νετὸς ἐπὶ τῆς γῆς.

[ocr errors][merged small]

1) Psalmn. CXXIV, 3. (CXXIII.)

3) Ruaeus: Schedae Grabii.

3) Ev. Joann. XIV, 6.

4) Psalm. CXXIV, 4. (CXXIII.) *) Ruaeus: Schedae Grabii. 6) Psalm. CXXIV, 4. (CXXIII.) 7) Ruaeus: Schedae Grabii. 6) Ruaeus: Catena Corderii. 2-7. (III Regg.)

[ocr errors]

Cfr. I Regg. XVII,

8*

παγίδος τῶν θηρευόντων," κ. τ. ε. Εῤῥύσθημεν ') τῶν θηρευτῶν δαιμόνων τῆς παγίδος, συντρίψαντος Χριστοῦ τὸν διάβολον, δόντος τε πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, ὡς πρὸς μόνους αὐτὴν ἰσχύουσαν τοὺς ῥᾳθυμοῦντας· πνεύματος γάρ τε ἐλάβομεν χάριν, καὶ τρεφόμεθα τῷ τοῦ Χριστοῦ αἵματί τε καὶ σώματι.

[ocr errors]

Τοῦ αὐτοῦ. Θηρεύουσιν ἐπὶ ψυχὴν δικαίου αἱ ἀντικείμεναι δυνάμεις, ὧν παγίδες οἱ ὑπ' αὐτῶν ἐνεργούμενοι, καὶ ἐρεθίζοντες προσκαλούμενοι ἡμᾶς εἰς τὸ ἁμαρτεῖν, καὶ πᾶσα ὕλη ἐπὶ τὸ ἁμαρτάνειν προκαλουμένη. Οὐ πίπτει δὲ στρουθίον εἰς παγίδα ἄνευ τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς.

[ocr errors]

Η παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν,“ κ. τ. ε. Ἡ4) μὲν παλαιά διαθήκη τὰς κατ' ἐνέργειαν συντρίβει παγίδας, νομοθετοῦσα τό· οὐ 5) μοιχεύσεις ἡ δὲ καινὴ τὰς κατὰ διάνοιαν φθείρει παγίδας, παραγγέλλουσα τό·,, οὐκ 6) ἐπιθυμήσεις. Πλὴν ἐπὶ μὲν τοῦ ̓Αβιμέλεχ τῶν Γεραρῶν τὴν κατ' ἐνέργειαν παγίδα διέφθειρε, μὴ συγχωρήσας τῆς ἀλλοτρίας αὐτὸν ἅψασθαι γυναικός· ἐπὶ δὲ Ἰωσὴφ τὴν κατὰ διάνοιαν. Οὐ γὰρ εἰσάγει ἡ γραφὴ ἐπιθυμήσαντα τῆς ἀλλοτρίας αὐτ τὸν γυναικός. Καὶ μακάριος μεν, οὗ συνέτριψε κύριος τὴν κατ' ἐνέργειαν παγίδα, μακαριώτερος δὲ, οὗ τὴν κατὰ διάνοιαν παγίδα διέφθειρεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.

1) Ruaeus: Schedae Grabii; simile autem quidpiam anonymo tribuit Catena Corderii.

2) Ruaeus: Catena Corderii.
3) Psalm. CXXIV, 7. (CXXIII.)

4) Ruaeus: Schedae Grabii.

5) Exod. XX, 13.

6) Rom. XIII, 9.

Ψαλμὸς ἑκατοστὸς εἰκοστός τέταρτος.

» Οἱ ') πεποιθότες ἐπὶ κύριον ὡς ὄρος Σιών, κ. τ. ε. (2) προσερχόμενοι Σιών ὄρει, καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, φοροῦσι τὴν εἰκόνα του ἐπουρανίου, καὶ πεποιθότες ἐπὶ κύριον γίνονται, ὡς ἐκεῖνο τὸ Σιὼν ὄρος.

[ocr errors]

66

Τοῦ αὐτοῦ. Εἰ3) ἐκ τοῦ πεποιθέναι ἐπὶ κύριον, γίνεταί τις ὡς ὄρος Σιων, ἄλλος ἂν ἐξ ἄλλου τινὸς γένοιτ' ἂν ὡς ὄρος Χωρήβ, καὶ ἄλλος ὡς ὄρος Σινά· καὶ ἐκ τῶν ἐναντίων εἴη ἄν τις ὡς ὄρος Αιγύπτου, καὶ ὡς ὄρος Βαβυλῶνος, καὶ τοιούτων τῶν παρὰ τοῖς ἐχθροῖς ὀρῶν. Ἢ ὥσπερ οἱ πεποιθότες ἐπὶ κύριον ὡς ὄρος εἰσὶ Σιών, οὕτως οἱ ὑποδεέστεροι ὡς τὰ κύκλῳ αὐτῆς ὄρη.

Όψη 4) κύκλῳ αὐτῆς, καὶ ὁ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ," κ. τ. ε. Ὄρη*) κύκλῳ Ἱερουσαλὴμ δυνάμεις, οἶμαι, θεῖαί εἰσι. Παρεμβάλλει ) γὰρ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν κύκλῳ7) δὲ τοῦ λαοῦ αὐτοῦ αὐτὸς ὁ κύριος. Ἕτερος οὖν ὁ λαὸς κυρίου τῶν φοβουμένων τὸν κύριον. "Αλλο γάρ, οἶκος *) Ἰσραὴλ εὐλογήσατε τὸν κύριον ἄλλο,οἱ9) φοβούμενοι τὸν κύριον εὐλογήσατε τον κύριον.

66

Ὅτι 1) οὐκ ἀφήσει κύριος τὴν ῥάβδον τῶν ἁμαρ τωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων," κ. τ. ε. Εργον 1)

') Psalm. CXXV, 1. (CXXIV.)

2) Ruaeus: Catena Corderii.
3) Ruaeus: Catena Corderii.

4) Psalm. CXXV, 2. (CXXIV.)
5) Ruaeus: Catena Corderii.

6) Cfr. Psalm. XXXIV, 7. (XXXIII.)
2) Cfr. Psalm. CXXV, 2. (CXXIV.)
8) Psalm. CXXXV, 19. (CXXXIV.)
9) Psalm. CXXXV, 20. (CXXXIV.)
10) Psalm. CXXV, 3. (CXXIV.)

κυρίου κύκλῳ ὄντος τοῦ λαοῦ αὐτοῦ, τὸ μὴ ἀφιέναι τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον φθάνει τῶν δικαίων. Δίκαιος δὲ ὁ λαὸς κυρίου.

[ocr errors]

Τοῦ αὐτοῦ. Εἰ ') κλῆρος δικαίων ἐστὶν ἡ γνῶσις τοῦ θεοῦ, οὐκ ἀφήσει τους δικαίους ἐν ἀγνωσία, ἵνα μὴ γένηται αὐτοῖς πρόξενος ἀγνωσίας.

[ocr errors]

Όπως”) ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν," κ. τ. ε. Τήρεις) τὸ ἐκτείνωσιν, ὅτι ἐν ἀνομία γίνεται. Πλὴν εἰ καθ ̓ ὑπόθεσιν ἀφεθείη ἡ ῥάβδος ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ἐκτε νοῦσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν. Χρησόμεθα δὲ τοῖς ῥητοῖς, ἐὰν ἐν διωγμῷ πολλοὶ τὸν θεὸν ἀρνῶνται, καὶ τοῖς εἰδώλοις ἐπιθύωσι, λέγοντες, ὅτι, ἐπεὶ μὴ ἦσαν δίκαιοι οἱ ἀρνούμενοι, ἀφῆκε κύριος τὴν ῥάβ δον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον αὐτῶν, ὅπως ἐκτείνωσιν ἐν ἀνομίας χεῖρας ἑαυτῶν· ἀπὸ 4) γὰρ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται.

99

Ψαλμὸς ἑκατοστὸς εἰκοστὸς πέμπτος.

Ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι," κ. τ. ε. Οἱ6) ἀπόστολοι ταῦτα προφητεύονται λέξειν περὶ ἑαυτῶν, καὶ τῶν ἐν τοῖς ἔθνεσι. Καὶ μετὰ ταῦτα ἀποφαίνεται περὶ σπόρου καὶ θερισμοῦ.

[ocr errors][merged small][merged small]
« PoprzedniaDalej »