Obrazy na stronie
PDF
ePub

μελλούσας αὐτοῖς προλέγει τιμωρίας διὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν.

Ἐξι) οἴκου δουλείας. Καὶ γὰρ ἀληθῶς τὰ σωματικὰ πράγματα καὶ ὑλικὰ, οἶκός ἐστι δουλείας, ὥσπερ ἐκ τῶν ἐναντίων οἶκός ἐστιν ἐλευθερίας.

Ὑμεῖς 2) γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη. Καλῶς τοῖς ἀπὸ τῆς μερίδος εἴρηται,ὀλιγοστοί 3) ἐστε παρὰ πάντα τὰ ἔθνη, Συγγενῶς τε τό·„,ὀλίγοι 4) οἱ σωζόμενοι καὶ τό· ἀγωνίζεσθε 5) εἰσελθεῖν διὰ τῆς στενῆς πύλης.

[ocr errors]

Ὅτι ) οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι, καὶ τὰ ἑξῆς. Πάλιν τε αὖ ὅτι τὸ μάννα λόγος ἦν, εἰ καὶ ἄρτος δηλοῦται ἐν τῇ Ἐξόδῳ. Οὗτος") γάρ, φησὶν, ὁ ἄρτος, ὃν ἔδωκε κύριος ὑμῖν φαγεῖν. Τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε κύριος. Διὰ τοῦτο δὲ τὸ μάννα „λεπτὸν ἦν ὡσεὶ κόριον λευκὸν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς ἐπειδήπερ ὁ λόγος, οὗ σύμβολον ἦν τὸ μάννα ἐκεῖνο, λεπτόν ἐστι τῇ αὐτοῦ φύσει, καὶ διῆκον διὰ πάντων πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων. Ἔστι δὲ καὶ ἡ σοφία πνεῦμα νοερὸν, ἅγιον, μονογενές, πολυμερές, λεπτὸν, καὶ τὰ ἑξῆς. Ην δὲ καὶ ὡσεὶ κόριον πρὸς τὸ εἶναι λευκόν. Φασὶ δὲ τὴν τοῦ κορίου φύσιν ὅλην δὲ ὅλων λόγον ἔχειν σπέρματος, ὡς μηδὲ ἐν τῷ κατακόπτεσθαι τὸ τοῦ κορίου σπέρμα, ἐξαφανίζεσθαι αὐτοῦ τὴν δύναμιν, ὡς οὐκ ἔτι δυναμένην σπείρεσθαι. Τοιοῦτος δὲ δι' ὅλου ὁ λόγος· καὶ πᾶν μόριον αὐτοῦ γεωργεῖσθαι πέφυκεν ἐν καλῇ καὶ ἀγαθῇ, τουτέστι ψυχῆς. Ἔστι δὲ τὸ μάννα λευκόν. Φῶς γὰρ ὁ λόγος καὶ λαμπρὸν, καὶ

') Deut. VI, 12.

2) Deut. VII, 7.

3) Deut. VII, 7. coll. pag. huj. not. 2.

4) Luc. XIII, 23.

5) Luc. XIII, 24.

6) Deut. VIII, 3.
*) Exod. XVI, 14.

7) Exod. XVI, 15. 16.

κατὰ τοῦτο λευκὸν, τῷ αὐτὸν συνιέντι καὶ τρεφομένῳ ὑπ' αὐτοῦ. Ἔστι δὲ καὶ ὡσεὶ πάγος" συνεστραμμένος γάρ, καὶ οὐδαμοῦ πλαδῶν, οὐδὲ διεβδνηκώς, ἀλλὰ πάγιος, ὃ δὴ οὐρανοῦ λόγος, καὶ ἀπαγγέλλων ἡμῖν τὰ οὐράνια.

01) γὰρ κύριος ὁ Θεός σου εἰσαγάγῃ σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν. Ἡμῖν ὁ Χριστὸς οὐ ταῦτα δώσειν ὑπέσχετο, ἀλλὰ οὐρανῶν βασιλείαν, καὶ γῆν ἀγαθὴν καὶ ἀΐδιον, ἧς χείμαρρος ὁ Χριστὸς, ποτίζων τοῖς τῆς σοφίας νάμασιν. Ἐκπορεύονται δὲ οἱ χείμαρροι διὰ τῶν πεδίων καὶ ταπεινῶν καὶ γονίμων ἀνθρώπων, καὶ διὰ τῶν ὑψηλῶν ὀρέων, τῶν ἀνατεινομένων διὰ τὸ ὕψος τῆς θεωρίας εἰς οὐρανούς. Ἐκεῖ ὁ σῖτος ὁ στηρίζων καρ δίαν ἀνθρώπου, καὶ κριθὴ τοὺς ὑποδεεστέρους τρέ φουσα. Ἐκεῖ ἡ ἀληθινὴ ἄμπελος ὁ Χριστός. Ἐκεῖ τὸ ἔλαιον τὸ λιπαῖνον τῶν ὁσίων τὰς κεφαλάς. Ομοίως καὶ ῥοαὶ, τὸ γλυκὺ μὲν ἔνδοθεν φέρουσαι, τῆς πολιτείας δὲ τὸ αὐστηρὸν ἔξωθεν ἐνδυσάμεναι. Ἐκεῖ ἡ συκῆ, οὐχ ἡ ἄκαρπος καὶ φύλλοις κομῶσα, ἀλλ ̓ ἡ πλουτοῦσα τοῦ πνεύματος τὴν γλυκύτητα. Ἐκεῖ ὁ γλυκασμὸς τοῦ φάρυγγος τοῦ Σωτῆρος ὁ ἐπιθυμητὸς, καὶ τὰ χείλη της ἐν τῷ ᾄσματι νύμφης κηρίον ἀποστάζοντα, καὶ οἱ λίθοι οἱ ἅγιοι, οἱ ἐπὶ τῆς γῆς κυλισθέντες πρὸς πειρασμούς ἀνένδοτοι, καὶ φύσιν σιδήρου ἀπομιμούμενοι. Ἐκεῖ τὰ μέταλλα τοῦ χαλκοῦ, ἐξ οὗ τὴν νοητὴν πανοπλίαν κατε σκεύασαν. Καὶ τὸ τούτων κεφάλαιον ἀπαύστως εὐλογεῖν τὸν θεόν.

»Τοῦ 2) αὐτοῦ. Οὐχ ἔστι, φησὶ, πηλῷ καὶ πλιν θεία μοχθεῖν, καὶ ταλαιπωρεῖν, ἀλλὰ λίθους ἔχειν καὶ τούτους ιταμωτάτους, καὶ μὴ ῥαδίως διαλυομένους, ὡς καὶ οἰκοδομίαις ἐξαρκεῖν καὶ ἐπὶ πολὺ διαμένειν. Ταῦτα δὲ λέγει τὴν διάνοιαν αὐτῶν ἀποστῆναι τῆς Αἰγύπτου

LXX. viri: εἰσάξει.

') Deut. VIII, 7.
3) Cfr. pag. huj. not. 1.

βουλόμενος. Διὰ γὰρ τοῦ εἰπεῖν· ἀγαθήν 1) τὸ γόνι

μον ἔδειξε διὰ δὲ τοῦ• „πολλήν

τὸ μέγεθος καὶ τὸ πλάτος. Οι 2) χείμαρροι υδάτων, — τοῦτο οὐκ ἐν

Αἰγύπτῳ, --,,καὶ πηγαὶ ἀβύσσων·

ὅπερ ἐξαίρετον τῇ

γῇ τῆς ἐπαγγελίας. Προσέθηκε δὲ καί· διὰ τῶν ὀρέων ὅπερ τῇ Αἰγύπτῳ οὐ πρόσεστιν, ἀλλ ̓ οὐδὲ ἀμπέλοις κομᾷ, οὐδὲ ἀφθονίαν ἔχει ἐλαίου· ἡ δὲ τῆς ἐπαγγελίας γῆ πάντα πλουσίως.

Πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου. Μετὰ τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν εἰς νῆψιν αὐτοὺς διανίστησιν, τοῦ εὐεργέτου μεμνῆσθαι, καὶ μὴ ἐξω βρίζειν τῷ κόρῳ, μηδὲ περιφρονεῖν τοῦ ταῦτα δωρη σαμένου, καὶ ὅτι ἐκ τῆς ἐν Αἰγύπτῳ δουλείας εἰς ἐλευ θερίαν αὐτοὺς μετεκόμισεν.

Οὐ 4) ποιήσεις οὕτως κυρίῳ τῷ θεῷ σου. Αιτια ται τὸ θύειν τὰ ἑαυτῶν τέκνα τοὺς ἀνθρώπους τοῖς θεοῖς τῶν ἐθνῶν, ὡς ὠμὸν καὶ ἀπάνθρωπον, ὡς βδε λυκτόν. Καὶ τοὺς λέγοντας θύσαι θεοῖς τῶν ἐθνῶν οὐ μόνον ἀποστρέφεσθαι δεῖ, ἀλλὰ καὶ τὴν ἀκοὴν τοῖς λόγοις αὐτῶν μὴ ὑπέχειν.

„Οὐ *) προσθήσεις ἐπ' αὐτὸ, οὐδὲ ἀφελεῖς ἀπ' αὐτοῦ. Οἱ ἄνθρωποι ἁμαρτάνοντες γενικῷ λόγῳ διχῶς ἁμαρτάνουσιν, ἢ ὑπερβαίνοντες τὰς ἐντολὰς, ἢ ὑποκενοῦντες. Ὅταν γὰρ μὴ ἀπὸ ἐπιστήμης πολιτευόμεθα, μηδὲ γινώσκοντες τὰ μέτρα τῆς δικαιοσύνης σφαλλόμεθα, καὶ ἔσθ' ὅτε ὑπερβαίνοντες τὴν κανόνα, φαντασία τοῦ ποιεῖν τι κρεῖττον, ἐκπίπτομεν τοῦ προκειμένου. Τοῦ αὐτοῦ. Οἱ οὖν μὴ ποιοῦντες πάντα, ἢ οἱ πλεῖόν τι ποιοῦντες, παράνομοι.

σε

1) Deut. VIII, 7.

2) Deut. VIII, 7.

3) Deut. VIII, 11.

4) Deut. XII, 4. coll. Lxx. virorun versione.

5) Deut. XII, 32.

6) Cfr. pag. huj. not. 5.

Πᾶν ') κτῆνος διχηλοῦν ὁπλὴν, καὶ ἀνάγον μη ρυκισμόν. Τὸ μὲν διχηλεῖν ἐπὶ τῆς ὁπλῆς, τὴν που ρείαν, καθ ̓ ἣν πρὸς πᾶν ὁτιοῦν ἐρχόμεθα τῶν ἀγαθῶν σπουδασμάτων, ἐμφάνειεν· ὁ δὲ μηρυκισμὸς, τὸ ἄνω τε καὶ κάτω ποιεῖν τῆς θεοπνεύστου γραφῆς τοὺς λόγους, καὶ οἷον ἀναμασᾶσθαι καὶ καταλεπτύνειν ἐρεύναις τὰ κεκρυμμένα τῶν θεωρημάτων.

Πάντα 3) ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια και λεπί δες, φάγεσθε. Τῶν πτηνῶν, οἶμαι, ὅσα μὲν σκόλοπας ἔχει κατωτέρω τῶν γονάτων ὑπὲρ τὰς βάσεις, καθαρά εἶναι βούλεται· ὅσα δὲ μὴ, ἀκάθαρτα.

[ocr errors]

Ἑορτὴν ) σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας Εὑρίσκομεν ἐν ταῖς γραφαῖς τὸ ὄνομα τῆς ἑορτῆς καὶ τῆς πανηγύρεως, ὥσπερ παρὰ τῷ προφήτῃ λέγοντι ,,τί 4) ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως, καὶ ἐν ἡμέρᾳ ἑορτῆς κυρίου;“ Ζητητέον τὴν διαφορὰν ἑορτῆς καὶ πανηγύρεως. Πᾶσα μὲν οὖν, ἵν ̓ οὕτως εἴπω, ἱλαρὰ ἡμέρα, ἐν ᾗ προστέτακται ὡς ἐν ἁγίᾳ τάδε τινὰ παρὰ τὰς λοιπὰς ποιεῖν ἐξαίρετα, ἑορτὴ καλεῖται· οὐ πᾶσα δέ ἔστι πανήγυρις, ἀλλὰ κατὰ τὸ ὄνομα, ὅτε ἐπὶ τὸ αὐτὸ συναθροίζονται οἱ πανταχόθεν Ἑβραῖοι, ὥστε κατὰ τοῦτο τὴν μὲν πανήγυριν εἶναι ἑορτὴν, οὐκέτι δὲ πάντως τὴν ἑορτὴν πανήγυριν οἷον σάββατα καὶ νεομηνίας, ἑορταί εἰσιν· ἄζυμα δὲ καὶ ἡμέραι τῶν ἑβδομάδων καὶ σκηνοπηγίαι οὐ μόνον αἱ ἑορταὶ, ἀλλὰ καὶ πανηγύρεις, ὅτε προστέτακται πᾶν ἀρσενικὸν φαίνεσθαι ἐνώπιον κι ρίου τοῦ θεοῦ σου εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται.

„Οὐ5) μετακινήσεις ὅρια τοῦ πλησίον σου. Πλη στον πολλαχοῦ πᾶς ἄνθρωπος εἴρηται.

1) Deut. XIV, 6.

2) Deut. XIV, 9.

3) Deut. XVI, 13.
4) Hos. IX, 5.
*) Deut. XIX, 14.

[ocr errors]

»Τοῦ 1) αὐτοῦ. Οὔτε γὰρ δεῖ τοὺς πέλας πλεονεκτεῖν, οὐδὲ τοὺς τῶν πατέρων ὅρους ὡς καλῶς παγέντας παρακελεύειν. Τοῦτο γὰρ αἴτιον πάσης συγχύ σεως ἔσται, τῶν μὲν ὁμορούντων ὡς ἀδικουμένων, περιφρονουμένων δὲ τῶν ὁρισάντων. Πλησίον δέ τινες πᾶντα ἄνθρωπον λέγουσιν.

[ocr errors]

Ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου. Ταῦτα μὲν ὁ νόμος πρὸς ἀσθενεῖς τοὺς Ισραη λίτας· ὁ δὲ κύριος ὁ ταῦτα νομοθετήσας, τοῖς ἑαυτοῦ μαθηταῖς φησιν· „,ἠκούσατε3) ὅτι ἐῤῥήθη· ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ τὰ ἑξῆς· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ. ,,Τοῦ 4) αὐτοῦ.

66

Ταῦτα μὲν ἐπὶ αἰσθητοῦ καὶ τῶν κατὰ κόσμον· ἐπὶ δὲ τῶν ἡμαρτημένων ἡμῖν, οὐδενὸς δεῖται θεός. Αὐτὸς γὰρ ἐπόπτης ἁπάντων καὶ κριτής.

»Τίς*) ὁ ἄνθρωπος ὁ φοβούμενος. Ὁ τοῖς γηΐνοις ἐγκείμενος, καὶ οἰκίαν οἰκοδομῶν, καὶ φυτεύων ἀμπε λῶνας, ταῖς φιλοσαρκίαις ἡδονῶν ἡττώμενος, ἔσται πάντως δειλός τε καὶ ἄναλκις.

Ἐὰν δέ τινι υἱὸς ἀπειθής ᾖ. Οὐχ ἁπλῶς βούλεται ἀναιρεῖσθαι αὐτοὺς παραπικραίνοντας τοὺς γονεῖς ἀλλ ̓ ὅταν ἀμφότεροι συμφωνήσωσιν οἱ γονεῖς κατὰ τοῦ παιδός. Ἐπειδὴ γὰρ ἄν τε ὁ πατὴρ ὀργισθῆ, καὶ ἀνελεῖν ὁρμήσῃ τὸν υἱὸν, ἡ μήτηρ ἐπέχει· ἄν τε αὐτὴ παροξυνθῇ, ὁ πατὴρ οὐκ ἐς· καὶ σπάνιον ἔσται συμφωνῆσαι τοὺς γονεῖς κατὰ τοῦ ἰδίου αὐτῶν τέκνου, προστάττει ὁ θεὸς, ὅταν ἀμφότεροι συμφωνήσωσι κατὰ

1) Cfr. pag. 376. not. 5.

2) Deut. XIX, 16.

3) Matth. V, 38. 39. coll. Exod. XXI, 24.

4) Cfr. pag. huj. not. 3.

5) Deut. XX, 8.

*) Deut. XXI, 18.

« PoprzedniaDalej »