Obrazy na stronie
PDF
ePub

κατὰ φύσιν ἔχει. Ἔστι γὰρ τάχα τινὰ καὶ προστάγματα κυρίου, ἃ οὐ δεῖ ποιεῖν κατὰ τό„ἔδωκα 1) αὐτ τοῖς προστάγματα οὐ καλά.“ Ψυχὴ οὖν ἁμαρτάνει ἀκουσίως, ὅτε προφάσει εὐσεβείας τὸ μὴ δέον τηρεῖ. Καὶ δεῖται θυσίας πρὸς ἄφεσιν· οὐ δεομένου θυσίας τοῦ δρῶντος ἐξεπίτηδες· ὡς ὁ γεγονώς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσῃ, καὶ περιτεμὼν τὸν Τιμόθεον.

„H) ψυχὴ ἐκείνη ἥτις ἐὰν ἅψηται παντὸς πρά γματος ἀκαθάρτου, ἢ θνησιμαίου. Θνησιμαῖον δέ φησι τὸν ἀποθανόντα τῷ θεῷ ἄνθρωπον, ᾧ χρὴ μηδὲ συνε σθίειν· ὁ γὰρ ἁπτόμενος αὐτοῦ ἀκάθαρτός ἔστι. Καὶ τοῦτο ἀκάθαρτόν ἐστι τὸ θηρευθὲν ὑπὸ τοῦ ἀντιδίκου ἡμῶν διαβόλου. Κτήνη ἀκάθαρτα εἴη ἄν, οἱ προσελ θόντες μὲν τῷ λόγῳ κτηνώδεις, πρὸς θάνατον δὲ ἁμαρ τήσαντες, καὶ μὴ γενόμενοι ἄξιοι σωθῆναι καν μετὰ κτηνῶν, κατὰ τὸ λέγον ῥητόν· ἀνθρώπους *) καὶ κτήνη σώσεις, κύριε.

66

Πᾶς 4) ὃς ἐὰν ἅψηται αὐτῶν, ἁγιασθήσεται.“ Τινὲς τὸ „ἁγιασθήσεται" μολυνθήσεται“ φασὶν, οὐ διὰ τὴν θυσίαν, οἶμαι, ἀλλὰ διὰ τὸ τολμηρὸν αὐτοῦ ἁπτομένου. ̓Αγγαῖος γάρ φησιν· ὃς 5) ἂν ἅψηται, μιαν θήσεται."

Τοῦ αὐτοῦ. Λέγομεν ὡς διατροφῆς ἀφορμὴ μᾶλλον τοῖς ἱερεῦσιν ἦσαν αἱ θυσίαι καὶ σκιὰ τῆς εἰ σεβείας. Διπλοῦν δέ ἐστι τὸ κέρδος τὸ ἀπὸ τοῦ θύειν καὶ ὅτι θεῷ προσάγεται τιμὴ, καὶ ὅτι ἃ θύει τις, οὐκ ἂν προσκυνήσειεν, οὐδὲ ἂν οἰηθείη θεὸν εἶναι.

66

Καὶ 6). οὐ μὴ ἀποθάνητε. Θάνατον ὁ λόγος ἔοι κεν ἀπειλεῖν ἱερεῦσιν, οἶνον καὶ σίκερα πίνουσιν, ἡνίκα ἂν εἰς τὴν σκηνὴν εἰσπορεύωνται. Δεῖ γὰρ τοὺς ὑπὲρ

[blocks in formation]
[ocr errors]

τοῦ λαοῦ εὐχομένους ἐπισκόπους ἀποστρέφεσθαι ἀπὸ μέθης, οὐ μόνον τῆς ἀπὸ οἴνου, ἀλλὰ καὶ τῆς τῶν πραγμάτων, καὶ διαλογισμῶν ἀνθρωπίνων. Οὐχ ὡς ἄτοπον δὲ ἀπαγορεύει τοῦτο, ἀλλ ̓ ὅτι ᾔδει τὸ ἀκρατὲς τῶν Ἰσραηλιτῶν, ὅτι ὁπόταν ἅψοιντο, εἰς ἀμετρίαν ἐχώρουν {ν ὅτε εἰς τὰ ἅγια εισπορεύονται, νηφάλιον τὸ τῆς ψυ χῆς ἀκριβὲς ἔχωσι, καὶ λεπτὸν τοῦ Θεοῦ μνημόσυνον. Διὰ ') τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; Δείκνυσι δὲ, ὅτι μὴ τῶν ἱερέων ἐσθιόντων, ἀτέλεστος ἡ θυσία, καὶ ἡ ἁμαρτία μένει· ἐχρῆν γὰρ καὶ ἐκ τοῦ αἵματος εἰσενεχθῆναι, καὶ αὐτοὺς φαγεῖν.

[ocr errors]

„Εί) σήμερον προσαγηόχασι τὰ περὶ τῆς ἁμαρ τίας αὐτῶν. Ἐπεὶ συνέβη, φησὶ, τοῖς περὶ Ναδὰβ καὶ Αβιούδ προσκρούσασι τῷ θεῷ ἀποθανεῖν, ὅτε καιρὸς ἦν φαγεῖν αὐτοὺς τὸ περὶ ἁμαρτίας τοῦ λαοῦ, τοῦ ἀφε θῆναι ἃ ἥμαρτε, πῶς οἱ ἐν ἁμαρτίαις ἡμεῖς σήμερον ἐλεγχθέντες, διὰ τοῦ φαγεῖν τὴν ἄφεσιν προξενήσομεν; Χρὴ γὰρ τὸν ἱερέα πρότερον περὶ αὐτοῦ ἐξιλάσασθαι.

[ocr errors]

66

Ταῦτα 3) τὰ κτήνη, ἃ φάγεσθε. Θηρία μὲν οὖν οὐδαμῶς ἐστι καθαρά πάντα γὰρ ἀκάθαρτα κατὰ τὸν εἰπόντα νόμον πᾶν4) ὃ ἐὰν πορεύηται ἐπὶ χειρῶν αὐτοῦ ἐν πᾶσι τοῖς θηρίοις, ἀκάθαρτα ἔσται ὑμῖν. Εἴη δ ̓ ἂν γενικῶς θηρία πάντες οἱ ὠμότατοι τῶν ἀν θρώπων, περὶ ὧν φησιν ὁ προφήτης ἐν τῷ ἐγγί ζειν ἐπ ̓ ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου, σ καὶ τὰ ἑξῆς.

[ocr errors]
[ocr errors]

Πᾶν ) κτήνος διχηλοῦν ὁπλήν. Διχηλῆ τὸν εὐω σεβῶς ἐν τῷ αἰῶνι τούτῳ πολιτευόμενον, καὶ διὰ τὸν

1) Levit. Χ, 17.

3) Levit. XI, 2.

5) Psalm. XXVII,
6) Levit. XI 3.

κηλή 6

2) Levit. Χ, 19.

4) Cfr. Levit. ΧΙ, 27.

2. (XXVI.)

Ed. Ruaei: „,δικηλοῦν,“ et Δι

μέλλοντα αἰῶνα ἐπ ̓ ἐκεῖνον σπεύδοντα. Πρὸς δὲ τὸ διχηλεῖν καὶ ὀνυχιστῆρας ὀνυχίζειν, περιαιρούμενον τὰ περιττὰ καὶ νεκρὰ, ἀπὸ τῶν χειρῶν, τοῦτ ̓ ἔστι πράξεων· καὶ ποδῶν, τουτέστι τῆς πορείας. Πρὸς τούτοις καὶ ἀνὰ μηρυκισμὸν οὐκ ἀποτιθέμενον μόνον τὴν πνευματικὴν τροφὴν, ἀλλὰ καὶ ἀναμιμνησκόμενον, καὶ συνεχῶς αὐτὴν μελετῶντα.

Οὗτος ') ὁ νόμος περὶ τῶν κτηνῶν καὶ τῶν πε τεινῶν καὶ πάσης ψυχῆς. Πολὺν ποιεῖται λόγον περὶ καθαροῦ καὶ ἀκαθάρτου. Πρῶτον ἁγίαν εἶναι τὴν ψυ χὴν ἐκπαιδεύει. Εἰ γὰρ τὸ φυσικὸν τοιοῦτον οἷον ἐκ προστάγματος θεοῦ γέγονεν, ἀκάθαρτον, πόσῳ μᾶλλον τὸ ἀπὸ μοχθηρᾶς προαιρέσεως, καὶ οὐκ ἐκ προστάγματος θεοῦ γεγονός; Εἰ τὸ, οὗ θεὸς ποιητής, ἀκάθαρτον εἶναι νομίζοι τις, πόσῳ μᾶλλον τὸ ἐναντίως ἔχον πρὸς τὸ τοῦ θεοῦ βούλημα, καὶ ποιοῦν ὅπερ ἀπηγόρευσεν.

Ανθρώπῳ2) ἐάν τινι γένηται ἐν δέρματι χρωτός αὐτοῦ οὐλή. Ανάγεται ταῦτα ἐπί τινας μώμους τῆς ψυχῆς. Καὶ ὥσπερ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων, μετὰ τὴν θεραπείαν, ἔσθ' ὅτε ἴχνος τοῦ πεπονθέναι τοὺς τόπους καταλείπεται ἐν τῇ καλουμένῃ οὐλῇ· τὸν αὐτὸν τρόπον ἡ λαβοῦσα τραῦμα ἁμαρτίας ψυχὴ, κἂν τυχῇ θεραπείας, οἱονεὶ οὐλὴν ἐνίοτε ἔχει καταλειπομένην. Δεῖ δὲ καὶ τὸν τρόπον τοῦ ἀπ ̓ αὐτῆς καθαρισμοῦ ἢ οὐ και θαρισμοῦ ἐξεπίστασθαι.

66

Ανδρὶ 3) ἢ γυναικι, ᾧ ἐὰν γένηται ἐν αὐτοῖς ἁφὴ λέπρας. Παρατηρητέον, ἐφ ̓ ὧν μὲν λέγεται ἀνθρώ πων· ἐάν 4) τινί γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ *·,,ἀνδρὶ5) ἢ γυναικὶ, ᾧ ἐὰν γένηται ἐν αὐτοῖς ἀφὴ

1) Levit. XI, 46. 2) Levit. XIII, 2.

3) Cfr. Levit. XIII, 29. — Ed. R. hoc loco, cfr. pag. huj. not. 5. : γένηται αὐτῷ ἀφή" κτλ.

4) Levit. XIII, 2.

Ed. Ruaei hoc loco, cfr.

5) Cfr. Levit. XIII, 29. pag. huj. not, 3.: „γένηται ἐν αὐτοῖς ἁφή" κτλ.

[ocr errors]

σε

πρας ἐφ ̓ ὧν δέ· σὰρξ, ') ἐὰν γένηται ἐν τῷ δέρματί αὐτοῦ ἕλκος ή σαρξ; 3) ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρός. Ταῦτα δὲ θραῦμά ἐστιν. Τὰ ἱμάτια αὐτοῦ ἔσται παραλελυμένα. Δια τούτων αἰνίττεται, μὴ δεῖν συγκρύπτειν τὰ ἁμαρτήματα, καὶ σκεπάζειν αὐτὰ τὸν τὴν ψυχὴν λελεπρωμένον. Ὥς περ τοῦ παραλελυμένου τὰ ἱμάτια οὗ [οὐκ] ἐσκέπασται ἡ ἀσχημοσύνη· οὕτως βούλεται πᾶσιν ἐκκεῖσθαι μὴ γενόμενον τάφον κεκονιαμένον. Τὸ δέ γε περιβεβλήσθαι τὸ στόμα, ἔστι τὸ μὴ ἔχειν παῤῥησίαν ἀνοῖξαι τὸ στόμα· τὸ δὲ τῆς παρεμβολῆς ἐξοίχεσθαι, τὸ μηκέτι τοῖς τῶν ἁγίων αὐτὸν συναυλίζεσθαι χοροῖς.

66

Καὶ 4) σφάξουσι τὸ ὀρνίθιον τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον. Θύεται τὸ ὀρνίθιον εἰς ἀγγεῖον ἐστράκινον, προεμβληθέντος εἰς αὐτὸ ὕδατος ζῶντος, ἵνα γένηται ὁ καθαρισμὸς ὕδατι καὶ αἵματι· ἅπερ ἐξῆλθεν ἀπὸ τῆς πλευρᾶς τοῦ Σωτῆρος. Ξύλον δὲ κέδρινόν φησι τὸ τῆς σωτηρίας ἡμῶν ξύλον. Τὸ δὲ κεκλωσμένον κόκκινον τύπος ἦν τοῦ τιμίου αἵματος, δι' οὗ καθαίρεται ὁ κόσ σμος όλος. Οἶμαι δὲ τὸν ὕσσωπον, τὴν διὰ τοῦ πνεύ ματος θερμότητα· τὸ δὲ σπαρτίον τὸ κόκκινον τὴν πρὸς σάρκα σύμβασιν τοῦ λόγου δηλοῖ.

[ocr errors]
[ocr errors]

Τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν πώγωνα ξυρηθή σεται. Ευρᾶται τὴν κεφαλὴν, κατὰ τὰ κεφαλαιωδέ στερα καὶ ἀρχικώτερα τῶν δογμάτων· κατὰ δὲ τὸν πώ γωνα, ὅπερ σύμβολόν ἐστι τοῦ ἀνδρὸς, ἀποτιθέμενος τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα· κατὰ δὲ τὰς ὀφοῦς, πᾶσαν οἴησιν, καὶ ἵν ̓ οὕτως ὀνομάσω, ὀφρύωσιν ἀποτιθέμενος. Σύμβολον δέ φησι ταῦτα προσφύντα καὶ ἐξανθήσαντα τῇ ψυχῇ, νεκρότητος τρίχες ὀνομαζόμενα.

Λήψεται 6) δύο ἀμνοὺς ἀμώμους ἐνιαυσιαίους.

') Levit, XIII, 18.
3) Levit. XIII, 45.
5) Levit. XIV, 9.

3) Levit. XIII, 24.
4) Levit. XIV, 5.
6) Cfr. Levit. XIV, 10.

[ocr errors]

Εἰς τρία ὁ λόγος διαιρεῖ τὰ ἀναφερόμενα· ἓν μὴν τὴν λύσιν τῶν προημαρτημένων· ἓν δὲ, τὸ ὅλον ἀναφέρε σθαι τῷ θεῷ· ἕτερον δὲ, τὸ ἀναφερόμενον ἐπ ̓ αὐτὸν τὸν καθαριζόμενον τῶν ὑπ ̓ αὐτοῦ γινομένων. Τάχα δὲ καὶ τὰ τρία τῆς σεμιδάλεως δέκατα παραλαμβάνεται, ἣν ἓν μὲν τῶν δεκάτων τῷ σφαζομένῳ ἀμνῷ συναχθῇ, καὶ τὸ δεύτερον τῷ λοιπῷ, καὶ τὸ τρίτον τῷ προβάτῳ. Ἤδη τοίνυν ἐπὶ τῷ πέμπτῳ καθαρισμῷ ἔχει οὐχὶ ἄλευρον, ἀλλὰ σεμίδαλιν, ὅπερ σύμβολόν ἐστιν ὕλης ἄρτου καθαροῦ, καὶ ταύτην ἐλαίῳ πεφυραμένην· ὅπερ ὡς τρέ φον φῶς, φωτὸς χρείαν καὶ οὐ πυρὸς ἐπιτελοῦν παραλαμβάνεται. Ἔχει δὲ καθ ̓ ἑαυτὸ, χωρὶς τοῦ εἰς φύρα σιν τῆς σεμιδάλεως παραλαμβανομένου ἐλαίου, ἔλαιον, ὃ διὰ τοῦ ἱερέως ἀναφέρεται μέτρου κοτύλης τυγχάνον. Καὶ πάνυ δοκεῖ μοι ἱερέως δεέσθαι τό„στήσει ') ὁ δε ρεὺς ὁ καθαρίζων τὸν ἄνθρωπον τὸν καθαριζόμενον, καὶ ταῦτα ἔναντι κυρίου.

Καὶ ?) ἥξει τίνος αὐτοῦ ἡ οἰκία, καὶ ἀναγγελεῖ τῷ ἱερεῖ. Καὶ οὐδέποτέ φαμεν κατηγορήσοντα τῆς οἰκίας τῆς ἑαυτοῦ δεῖν ἰέναι τινὰ πρὸς τὸν ἱερέα, τὸν νομοθέτην εἰπεῖν· ἀλλ ̓ ὥσπερ δὴ μᾶλλον ἐξ ἰατροῦ τῷ συμβεβηκότι φάρμακον ἐξαιτήσοντα. Λελεπρῶσθαι δὴ οὖν φαμεν τὴν τῶν Ἰουδαίων συναγωγήν. Τὸ δὲ τοῦ ἀναγ γέλλοντός ἐστι πρόσωπον, ὁ τῶν ἁγίων προφητῶν χορός· οἳ καὶ ἐξαγγέλλονται τῷ μεγάλῳ ἀρχιερεῖ, τουτέστι πρὸ τῆς ἀγανακτήσεως, τῆς ἀπονοίας τῶν Ἰουδαίων τὰ πάθη, οὐ μίσει, οὐδὲ ἀπεχθείς, ἀλλ ̓ αἰδοῖ τῇ περὶ τὸν εὐεργέτην συνομολογοῦντες μὲν τὰ ἐκείνων πλημμελή ματα, ἐλεεῖσθαι δ ̓ οὖν ὅμως παρακαλοῦντες.

1) Levit. XIV, 11. 2) Levit. XIV, 35.

« PoprzedniaDalej »