Obrazy na stronie
PDF
ePub

στηρίῳ συμμερίζεσθαι. Δεκάτας ἐδίδου ὁ λαὸς τοῖς Λευίταις, καὶ οἱ Λευίται τοῖς ἱερεῦσιν.

„Μὴ') ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; Ο Μωυσῆς μὴ δοξάσας τὸν θεὸν ἐπὶ τοῦ λαοῦ, ἐκωλύθη παρελθεῖν μετ' αὐτοῦ. Ἵνα γὰρ μὴ ὅν ἐτίμων ζῶντα, ἐν θεοῦ θεραπείαις τιμήσωσιν ἀπελθόντα, ἀφανῆ τὸν τόπον πεποίηκεν.

[ocr errors]

„Νῦν 2) ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν. Τοῦτο παράδειγμα ἔλαβεν· ὥσπερ ὁ μόσχος ἐν τῷ στόματι τὰ χλωρά, οὕτω καὶ ὁ ἅγιος λαὸς τοῖς χείλεσι στρατευόμενος ἐν τοῖς στόμασιν ἔχει τὰ ὅπλα διὰ τῶν εὐχῶν. Καὶ τοῦτο εἰδὼς ὁ Βαλὰκ ἐν τοῖς προτέροις πολέμοις· ἐναργῶς γινόμενον, βούλεται καὶ αὐτὸς τοῖς διὰ χειλέων ὅπλοις στρατεύεσθαι, καὶ καλεῖ τὸν Βαλαὰμ τὸν ἔχοντα τὰ ὅπλα τῆς ἐναντίας δυνάμεως ἐν τοῖς χείλεσι, τὰς ἀράς. Οἱ γὰρ ἅγιοι ἄγ γελοι συμπράττουσι τοῖς δικαίοις εἰς τὰ σωτήρια, καὶ ἀγαθὰ ἔργα, καὶ οἱ πονηροί δαίμονες τοῖς ἀσεβέσιν ἁμαρτωλοῖς ἀνθρώποις εἰς τὰ πονηρὰ καὶ βλαβερὰ τῆς σωτηρίας τῶν ἀνθρώπων ἔργα. Οἱ μὲν γὰρ ἅγιοι στρα τεύονται λόγοις εὐχῶν, οἱ δὲ ἀσεβεῖς καὶ ἁμαρτωλοί λόγοις μαγειῶν.

Τοῦ αὐτοῦ. Καὶ ἡ κατ' αἴσθησιν τῶν πραγμά των ἱστορία μεγάλης ὠφελείας πεπλήρωται. Ἐκ δὲ τῆς προκειμένης ἱστορίας μανθάνομεν πολλὰ, καὶ ὅτι ἔστι στρατεύεσθαι λόγοις, καὶ μεγάλα πράγματα οἰκονομεῖ σθαι, καὶ κατορθοῦσθαι διὰ λόγων. Καὶ οἱ μὲν ἅγιοι στρατεύονται λόγοις εὐχῶν· οἱ δὲ ἀσεβεῖς λόγοις μα γειῶν..

[ocr errors]
[ocr errors]

Τοῦ αὐτοῦ. Ἡ ἐναντία δύναμις οὐδέποτε ποιεῖ ἔργον καλὸν, ἀλλὰ πάντα χείριστα ἐνεργεῖ. Καὶ ὅπερ ἐνεργήσει κακὸν, οὐ δύναται ἀποκαταστῆσαι εἰς τὸ βέλτιον, οὐ γὰρ ἔχει τάξιν τοῦ κρείττονος. Τῇ δὲ κρείτ

1) Num. ΧΧ, 10. 2) Num. XXII, 4.

τονι δυνάμει πάντα δυνατά. Ὁ γὰρ θεὸς ἡμῶν ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν, ἐνεργῆσαι δὲ κακὸν οὐκ ἔχει· οὐ γὰρ καθ' ἕξιν μόνον, ἀλλὰ καὶ κατ ̓ οὐ σίαν ἀγαθός ἐστιν.

[ocr errors]

4

Τοῦ αὐτοῦ. Ἐν τοῖς ἀνθρωπίνοις ἐστί τινα καὶ μαντεῖα τετελεσμένα, καὶ θυσίαι, καί τινα δῶρα προςφερόμενα τοῖς δαίμοσιν· ὥστε διὰ τούτων προσφερο μένων μαντεύεσθαι τοὺς βουλομένους. Μαντεῖα δέ ἐστιν ἕκαστον πρᾶγμα. Οὐ γὰρ ἀληθὴς πρόβῥησις.

,,Καὶ ') ἦλθεν ὁ κύριος πρὸς αὐτόν. Κατὰ ἀλή θειαν θεία δύναμις παρεγένετο πρὸς Βαλαὰμ οὐ κληθεῖσα ὑπ ̓ αὐτοῦ. Παρεγένετο οὖν, ἵνα ἀποτροπιασμὸν ποιήσῃ τῶν καλουμένων ὑπὸ τοῦ Βαλαὰμ δαιμόνων, καὶ τὰς θείας προβῥήσεις οἰκονομήσῃ.

Καὶ 2) ἀνέστη ὁ ἄγγελος τοῦ Θεοῦ ἐνδιαβάλλειν αὐτὸν ἐπὶ τῆς ὁδοῦ. Ὁ ἐνδιαβάλλων ἐν τῇ ὁδῷ ἄγ γελος τὸν Βαλαάμ, ἆρα μὴ οὗτός ἐστι, περὶ οὗ εἶπεν ὁ θεὸς πρὸς τὸν Μωυσῆν, ὅτι ἄγγελός μου προπορεύε ·ται ἔμπροσθεν ὑμῶν, διαφυλάσσων ὑμᾶς ἐν τῇ ὁδῷ;

Συμπορεύθητι 3) μετὰ τῶν ἀνθρώπων τούτων. Οὐκ ἐπέτρεψε τῷ Βαλαὰμ ὁ θεὸς ἀπελθεῖν πρὸς τὸν Βαλάκ. Ἐπειδὴ δὲ ἀπελθεῖν ἐβούλετο, συγχωρεῖ. Παραγγέλλει δὲ αὐτῷ μόνα τὰ ἀποκαλυπτόμενα εἰπεῖν. Καὶ ὁ ἄγγελος δὲ φανεὶς καὶ φοβήσας τοῦτο βεβαιοῖ.

66

,,Οικοδόμησόν 4) μοι ἑπτὰ βωμούς. Ἔστι δὲ καὶ διὰ σώματος ἑτέρου ἔργα γινόμενα, καὶ ἐν τοῖς κρείτ τοσι καὶ ἐν τοῖς χείροσιν. Οἷον ὡς τὰ γινόμενα ἐν Αἰ γύπτῳ ὑπὸ Μωυσῆ καὶ Ααρὼν καὶ τῶν ἐπαοιδῶν, ̓Αλλὰ συγκρινομένη ἡ θεία δύναμις πρὸς τὴν ἀντικειμένην κατὰ πρόσωπον τῶν ἀμφιβαλλόντων αὕτη ἡ θεία δύ

1) Cfr. Num. XXII, 9.

2) Cfr. Num. XXII, 22. coll. LXX. virorum edd. 3) Num. XXII, 35.

4) Num. XXIII, 1.

ναμις νικῷ· ὡς ἡ ῥάβδος Μωυσῆ τὰς τῶν ἐπαοιδῶν ῥάβδους κατέπιεν.

»Τοῦ αὐτοῦ. Εἰώθει ὁ Βαλαὰμ ταῖς αὐταῖς θυσίαις θεραπεύων προσκαλεῖσθαι τοὺς δαίμονας. Τοι αῦται γὰρ αἱ θυσίαι ἐτελοῦντο ἐν κόσμῳ τοῖς δαίμοσι. Διὰ τοῦτο οὖν ὁ θεὸς θυσίαις ἀπαιτεῖ τὸν πρῶτον λαὸν, ἵνα διὰ τὸ προσφέρεσθαι τῷ θεῷ, καταργηθῇ τὸ προςφέρεσθαι τοῖς δαίμοσιν· εἰ καὶ τὰ μάλιστα σύμβολα ἦσαν.

Τοῦ αὐτοῦ. Ἐνανθρωπήσας οὖν ὁ Σωτὴρ ἀπέ στειλε τοὺς μαθητὰς αὐτοῦ, ἵνα λύσωσι τὴν ὄνον, τουτέστιν ἐκ τῶν δεσμῶν ὧν ἔδησεν ἡ ἀντικειμένη δύνα μις, ὁ νοητὸς Βαλαάμ καὶ λύσαντες ἤγαγον πρὸς τὸν Ἰησοῦν· καὶ ἐπιθέντες τῇ ὄνῳ τὰ ἱμάτια, τουτέστι τὰς ἀρετὰς τοῦ εὐαγγελίου· καὶ ἐπικαθήσας αὐτῇ ὁ Σωτὴρ εἰσῆλθεν εἰς τὴν ἁγίαν πόλιν.

Καὶ ') παρέλαβε Βαλακ τὸν Βαλαὰμ ἐπὶ τὴν κοι ρυφὴν τοῦ Φογώρ. Υπελάμβανεν ὁ Βαλὰκ μεμετρη μένην τὴν τέχνην τοῦ Βαλαὰμ ἐν τοῖς τόποις. Διό παρελάμβανεν αὐτὸν εἰς τὴν κορυφὴν τοῦ Φογώρ, ολό μενος ἰσχύειν τὸν μάγον ἐκεῖθεν ἀράσασθαι τὸν λαὸν τοῦ Θεοῦ τὸν Βαλαάμ. Φογὼς δὲ ἑρμηνεύεται ἡδυσμὸς, ἢ στόματος δέρμα, τουτέστιν, ἀκρότης φιληδονίας, καὶ νεκρότης λόγου. Ἐξ ὧν ἐπειρᾶτο ἀράσασθαι τὸν λαὸν τοῦ Θεοῦ ὁ Βαλαάμ.

[ocr errors]

Τοῦ αὐτοῦ. Δύο εἰσὶ κορυφαί, τουτέστιν ἀκροτάτης ἀρετῆς καὶ τῆς κακίας. Καὶ ὁ μὲν Μωυσῆς ἐπὶ τὸ ἄκρον τῆς ἀρετῆς ἀναβέβηκεν, ὁ δὲ Βαλαὰμ ἐπὶ το ἄκρον τῆς κακίας.

[ocr errors]

„Οὐκ ἐπορεύθη κατὰ τὸ εἰωνὸς αὐτῷ εἰς συνάν τησιν τοῖς οἰωνοῖς. Σύμβολόν ἐστιν ὁ Βαλαὰμ οὗτος τοῦ ἐκ τῶν ἐθνῶν λαοῦ, ὅστις ἐπηκολούθει τοῖς οἰωνοῖς τὸ πρότερον, γνοὺς δὲ, ὅτι ἀκόρεστόν ἐστι κυρίῳ, οὐ προσέθετο. ̓Αλλὰ μὴν καὶ ἑρμηνεύεται μάταιος

1) Num. ΧΧΙΙΙ, 28. 2) Num. XXIV, 1.

σε

λαὸς, υἱὸς δὲ Βεως ἑρμηνεύεται,δερμάτινος. Τὸ μὲν μάταιος“ ἦν κατὰ τὸ πρότερον τῶν ἐθνῶν, Βεὼρ δὲ τοῦ ἐν ματαιότητι καὶ ἐν νεκρότητι κατὰ τὸ πρότερον δηλονότι.

«Ε

Ανθρωπος ) ὁ ἀληθινῶς ὁρῶν. Ἐγω ὁ ποτὲ Βαλαάμ, ὁ λαὸς ὁ μάταιος, διανοίξας τοὺς ἔσω μου ὀφθαλμοὺς τοῦ νοὸς, καὶ ἰδὼν τὸν πνευματικόν ποτε Ἰσραὴλ, καὶ τὴν κατ' αὐτὸν οἰκονομίαν, τῆς τοῦ ἁγίου πνεύματος ἀξιοῦμαι. Οὐχ ἁρμόζει τῷ ποτε Βαλαάμ τό·„φησὶν 2) ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν καὶ τὰ ἑξῆς, ἀλλ ̓ ἁρμόζει τῷ νῦν Βαλαάμ.

[ocr errors]

Ὡς 3) καλοὶ οἱ οἶκοί σου Ἰακώβ, αἱ σκηναί σου Ἰσραήλ, Τὸ ὄνομα τοῦ Ἰακώβ, οὐ τοῦ ἐνοικοῦντός ἐστιν, ἀλλὰ τοῦ οἴκου· τὸ δὲ τοῦ Ἰσραήλ ὄνομα, τοῦ ἐνοικοῦντός ἐστι· τοῦ γὰρ σωματικοῦ πράγματός ἐστι τὸ Ἰακώβ.

[ocr errors]

Ωσεί 4) νάπαι σκιάζουσαι. Νάπαι νοηταί εἰσι σκιάζουσαι τὸ ἐν ᾧ λογικὰ ἔγκαρπα καὶ κατάκομα τῆς πραγματικῆς· ἀρετῆς. Παράδεισοι ἐπὶ ποταμόν εἰσι νοητοὶ τόπος, ἐν ᾧ λογικὰ πεφύτευται, ἀρδόμενα ἤτοι τῇ θεωρίᾳ τῶν γεγονότων, ἢ τῇ θεωρίᾳ τῆς ἁγίας τριάδος.

[ocr errors]
[ocr errors]

Τοῦ αὐτοῦ. Οἱ ἐν σκηναῖς οἰκοῦντες, τῶν ὁδευόντων εἰσὶ, καὶ ἔστιν ἔξω τοῦ κόσμου τούτου ὁδὸς μεγάλη καὶ πολλαὶ σκηναί. Οἱ ἐνοικοῦντες, οὐκ εἰσὶ τῶν ὁδευόντων, ἀλλὰ τῶν ἱσταμένων.

Ωσεί 5) κέδροι παρ' ὕδατα. Κέδροι εἰσὶ νοηταί παρ ̓ ὕδατα φυεῖσαι ψυχαὶ λογικαί, ἀρδόμεναι τῇ γνώσει τῆς ἀληθείας.

Καὶ 6) κυριεύσει ἐθνῶν πολλῶν. Κύριος ἐστιν ὁ ἐξουσιαστικῶς προστάσσων, δοῦλος δὲ ὁ δουλικῶς

1) Num. XXIV, 3.

a) Num. XXIV, 5.
5) Num. XXIV, 6.

2) Cfr. Num. XXIV, 3.
4) Num. XXIV, 6.
6) Num. XXIV, 7.

ὑπακούων. Κύριός ἐστιν ὁ τοῖς ἰδίοις πόνοις ὀνούμενος, καὶ τῇ κυριότητι πεποιημένος Ελεύθερος πάθους. Δοῦλός ἐστιν ὁ ἐμπαθὴς καὶ ἐπιδεὴς τοῦ κρείττονος, καὶ χρήζων τῆς ἐπιστασίας τοῦ ἰδίου κυρίου. Εἰσὶ δὲ κύριοι πολλοί, μακάριοι δὲ οἱ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχοντες κύριον.

,,Καὶ !) ὑψωθήσεται ἡ Γωγ βασιλεία αὐτοῦ. Βα σιλεία Γωγ ἑρμηνεύεται δόματα. Κατὰ μίαν μὲν ἐκδοχὴν δόματά ἐστιν αἱ δωρεαὶ τοῦ ἁγίου πνεύματος κατὰ δὲ ἄλλην „,ὁ 2) ἐπὶ τοῦ δώματος, μὴ καταβάτω εἰς τὴν οἰκίαν αὐτοῦ. Ἔστιν οὖν βασιλεία τῆς τοιαύτης ἕξεως.

66

Ὁ Θεὸς 3) ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου. Και τὸν Σωτῆρα κατά τό ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου καὶ τὸν Ἰσραήλ. Τὸν μὲν ἐκβάλλει, τὸν δὲ καλεῖ.

Τοῦ αὐτοῦ. Ὁ χρηματισμὸς, τὸν κύριον ἥξειν εἰς Αἴγυπτον, ἐδήλου τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διακομιδὴν τὴν ἅμα τοῖς γονεῦσιν αὐτοῦ γενησομένην. Αἰγύπτῳ δὲ καὶ ὁ κόσμος οὗτος παραβάλλεται.

Ως 5) δόξα μονοκέρωτος αὐτῷ. Μονόκερος ἐστιν νοητῶς ὁ Χριστὸς κατὰ τὸ συμβεβηκός· ἐξ οὗ μονόκε ροι πολλοί. ̓Απὸ γὰρ ἑνὸς Ἰησοῦ Χριστοῦ πολλοὶ με τέσχον εἶναι Χριστοί. Τινές φασι καὶ τὸν ἔλαφον μου νόκερον εἶναι.

Ἔδεται) ἔθνη τῶν ἔχθρῶν αὐτοῦ. Περὶ τοῦ Χριστοῦ· ἐχθρῶν αὐτοῦ ἔθνη ἡμέν ποτε ἡμεῖς. Ἔδεται οὖν ἡμᾶς ὁ Χριστὸς, ἡ ουσιώδης ἀρετὴ νεμομένη ἡμᾶς,

1) Num. XXIV, 7.

3) Num. XXIV, 8.

2) Marc. XIII, 15.

4) Cfr. Matth. II, 15. coll. Hos. ΧΙ, 1.
5) Num. XXIV, 8:

6) Num. XXIV, 8.

« PoprzedniaDalej »