Obrazy na stronie
PDF
ePub

τοῦ ἔθνους πολὺν διατρίψαντες χρόνον μεμαθήκαμεν, καὶ πεπληροφορήμεθα. Καίτοι γε ὑπὸ 1) Ῥωμαίοις δύο φυλαὶ μόναι εἶναι ἱστόρηνται, ἥ τε Ἰούδα καὶ Βενιαμήν· ἔστω δὲ καὶ λευιτική· 2) ὁ δὲ, παρὰ τὸν λαὸν Ἰούδα, Ἰσραὴλ, 3) δέκα ἦσαν φυλαί. Καὶ εἰκὸς ἀρκεσθέντας τοὺς ̓Ασσυρίους τῷ ὑποχειρίους αὐτοὺς ἔχειν, ἐπιτετραφέναι αὐτοῖς τὰ οἰκεῖα δικαστήρια.

15. Εὗρόν σου ἐν τῇ ἐπιστολῇ καὶ τοῦτο αὐταῖς λέξεσι τό·„ἐπὶ δὲ πᾶσι τοσούτων προωδοιπορηκότων προφητῶν, τῶν τε ἑξῆς οὐδεὶς ἕτερος ἑτέρου κέχρηται ῥητῷ 4) νοήματι· οὐ γὰρ ἐπτώχευσεν ὁ λόγος αὐτῶν 5) ἀληθὴς ὤν· οὑτοσὶ “) δὲ ἐκείνων θατέρῳ ἐπαπειλῶν, ὑπομιμνή σκει ") σε λέγοντος τοῦ κυρίου· ἀθῶον 8) καὶ δίκαιον οὐκ ἀποκτενεῖς. Καὶ ἐθαύμασα, πῶς πολλὰς διατριβὰς ἔχων ἐν ταῖς ἐξετάσεσι καὶ μελέταις τῆς γραφῆς, οὐ τετήρηκας συγχρωμένους προφήτας προφητῶν λόγοις σχεδὸν αὐταῖς λέξεσι. Τίς γὰρ οὐκ οἶδε καὶ τῶν πολλῶν πιστῶν κείμενον ἐν τῷ Ἠσαΐς τό·,,ἔσται ) ἐν ταῖς ἐσχά ταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου· καὶ ὁ οἶκος του 10)

1) Wetst. in notis: „Leo Gastrius legendum putat: ὑπὸ Βαβυλωνίοις. "

[ocr errors]
[ocr errors]

2) Wetstenius: „λευιτική· οἱ παρὰ τόν κτλ. 3) Wetst. in textu: „ἠσραήλ, ad marg. vero: „,lege: υἱοὶ Ἰσραήλ.

[ocr errors]
[ocr errors]

4) Wetst. in textu: „ῥητῶν, ad marg. vero: „lege: ῥητῷ.

[ocr errors]

5) Wetst. in textu:,,αὐτῆς, ad marg. vero: „lege:

αὐτῶν.

66

6) Wetstenius: „,ούτωσί.

[ocr errors]

7) Wetst, in textu: „,υπομιμνήσκησε, ad marginem: ὑπομιμνήσκη σε R. ut nos in textu, in notis vero: ,,in ep. Africani deest oɛ, et abesse quoque hoc loco potest sine sensus dispendio."

8) Exod. XXIII, 7. coll. hist. Sus. vers. 53. (Dan. XIII, 53.).

9) Cfr. Jesai. II, 2-4.

10) Unus Cod. Mscr. „,τοῦ κυρίου. Κ.

Θεοῦ ἐπ ̓ ἄκρων 1) τῶν ὀρέων, καὶ ὑψωθήσεται ') ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν 3) ἐπ' αὐτὸ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι· δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιών ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐν 3) Ἱερουσαλήμ. Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ κρινεῖ 4) λαὸν πολύν· καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔθνος ἐπ ̓ ἔθνος μάχαιραν· καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Τὸ δὲ παραπλήσιον τούτοις ὅλοις, καὶ τῇ αὐτῇ λέξει ἐν τῷ Μιχαίς οὕτως ἐστὶ γεγραμμέ νον·,,καὶ 5) ἔσται ἐπ ̓ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος τοῦ κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν ἐπ' αὐτῷ λαοὶ, καὶ προεύσονται ἔθνη πολλά, καὶ ἐροῦσι· δεῦτε, ἀναβῶμεν εἰς *) τὸ ὄρος τοῦ κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ· καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτ τοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ιερουσαλήμ. Καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει 7) ἐπὶ ἔθνη ἰσχυρὰ ἕως εἰς μακράν καὶ κατακόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ )

1) W. ad marg., R. in notis: „Aldus : ἄκρου. 2 W. ad marg., R. in notis: „Aldus: ἥξουσιν ἐν αὐτῇ πάντα

66

66

3) W. ad marg., R. in notis: Aldus: ἐξ Ιερουσαλήμ. 4) W. ad marg., R. in notis: „Aldus: ἐξελέγξει. R. insuper ibidem: „Cod. Basileensis: ἐλέγξει λαὸν πολύν.“ 5) Cfr. Mich. IV, 1—3.

6) W. ad marg., R. in notis: ,,Aldus: els tòv oixov:“ 7) W. ad marg., R. in notis: „Aldus: ἐξελέγξει

ἔθνη ἰσχυρὰ ἕως μακράν.

*) V. ad marg., R. in notis: „Aldus: καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα.

[ocr errors]
[ocr errors]
[ocr errors]

τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐκέτι μὴ ἄρῃ ἔθνος ') ἐπ ̓ ἔθνος ῥομφαίαν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν. Ἔτι δὲ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων ὁ τεταγμένος ἐν χειρὶ ̓Ασάφ, καὶ τῶν ἀδελφῶν αὐτοῦ ψαλμὸς, τοῦ αἰνεῖν τὸν κύριον· οὗ ἡ ἀρχή· ἐξομολο γεῖσθε 2) καὶ ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ· ἐν μὲν τοῖς πλείστοις κατὰ τὴν ἀρχὴν ἰσοδυναμεῖ τῷ ἑκατοστῷ 3) τετάρτῳ ψαλμῷ· ἕως τοῦ·„,καὶ 4) ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε· μετὰ δὲ τοῦτο τῷ ἐνενηκοστῷ πέμπτῳ, ἀπὸ τῆς ἀρχῆς αὐτοῦ ἐγγύς πως ἐχούσης τόᾄσατε 5) τῷ κυρίῳ πᾶσα ἡ γῆ ἕως τοῦ· ὅτι ) ἔρχεται κρῖναι τὴν γῆν. Ἐπεὶ δὲ ἦν τὸ παραθέσθαι αὐτὰς τὰς λέξεις πολὺ,") διὰ βραχέων πρὸς τὸ προκείμενον ταῦτα εἰρήκαμεν. Εὑρήσεις δὲ καὶ περὶ τοῦ μὴ αἴρειν βάσταγμα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, οὐ μόνον παρὰ Μωϋσεῖ ) γεγραμμένον, ἀλλὰ καὶ ἐν Ἱερεμία. 9) Καὶ περὶ τοῦ Πάσχα καὶ νόμων ἱερατικῶν εὑρήσεις παρά τε Μωϋσεῖ, 10) καὶ ἐν τοῖς τελευταίοις τοῦ Ἰεζεκιήλ. 11) Καὶ αὐτὰς δ ̓ ἂν παρεθέμην τὰς λέξεις, καὶ ἄλλας πλείονας, εἰ μὴ ἑώρων ὑπὸ τῆς ὀλιγό τητος τῶν ἐν Νικομηδείᾳ ἡμερῶν ἡμῶν ἀποκλειόμενον τὸν χρόνον τῆς (2) πρὸς σὲ γραφῆς.

1) W. ad marg., R. in notis: „Aldus: ἔθνος πρὸς ἔθνος.

[ocr errors]

3) Cfr. I Chron. XVI, 8-22.

3) Cfr. Psalm. CV, 1—15. (CIV.)

4) I Chron. XVI, 22. coll. Psalm. CV, 15. (CIV.) 5) Cfr. I Chron. XVI, 23 33. coll. Psalm. XCVI, 1—13. (XCV.)

6) I Chron. XVI, 33. coll. Psalm. XCVI, 13. (XCV.) 7) Wetst. in textu: „πολύς, ad marginem: „forte legendum: πολύ.

[ocr errors]

*) Cfr. Exod. XXXV, 2. coll. Num. XV, 32.

") Cfr. Jerem. XVII, 21. 24. 10) Cfr. Leviticus. 11) Cfr. Ezech. XLIII. XLIV. XLV. XLVI.

12) Ed. Wetstenii: τῆς προσγραφῆς.

16. Πρὸς τούτοις ἔφασκες καὶ τὸν τῆς φράσεως χαρακτῆρα διαλλάσσειν ὅπερ ἐμοὶ οὐ πάνυ τι ἐφάνη.

Καὶ ταῦτα μὲν ἀπελογησάμην. Ην δ' ἂν προηγουμένως μετὰ τὰ ἐγκλήματα ἐγκώμιον εἰπεῖν τῆς περὶ Σωσάνναν γραφῆς ἐπιβαίνοντα ἑκάστῃ λέξει, καὶ δει κνύντα τὸ ἐξαίρετον τῶν νενοημένων· ὅπερ ἰδίᾳ τις τῶν φιλομαθῶς καὶ ἱκανῶς μεμελετηκότων τὰ θεῖα συντά ξαι δυνήσεται.

Ταῦτα πρὸς τὰ, ὡς φῂς, κρούματα ἀπεκρινάμην, καὶ ἀντιγράφω· εἴθε καὶ παιδεύειν δυναίμην· νυνὶ δὲ οὐ τηλικαῦτα ἐμαυτῷ δίδωμι. Προσαγορεύει σε ὁ συναγωνισάμενος τῇ ὑπαγορεύσει τῆς ἐπιστολῆς, καὶ παρατυχὼν πάσῃ αὐτῇ, ἐν οἷς βεβούληται, διορθωσάμενος κύριός μου καὶ ἀδελφὸς, ἱερὸς ̓Αμβρόσιος. Ασπά ζεται δέ σε καὶ ἡ πιστοτάτη σύμβιος αὐτοῦ Μαρκέλλα ἅμα τοῖς τέκνοις, καὶ ̓Ανίκητος. Σὺ τὸν καλὸν ἡμῶν πάπαν Απολινάριον ἄσπασαι, καὶ τοὺς ἀγαπῶντας ἡμᾶς.

ΩΡΙΓΕΝΟΥΣ

ΠΡΟΣ ΓΡΗΓΟΡΙΟΝ

ΕΠΙΣΤΟΛΗ,

Πότε καὶ τίσι τὰ ἀπὸ φιλοσοφίας μαθήματα χρήσιμα εἰς τὴν τῶν ἱερῶν γραφῶν διήγησιν· μετὰ γραφικῆς μαρτυρίας. ')

ου

A

1. Χαῖρε ἐν θεῷ, κύριέ μου σπουδαιότατε καὶ αἰδεσι μώτατε υἱὲ Γρηγόριε, 2) παρά Ωριγένους. Η εἰς σύνεσιν, ὡς εὖ οἶσθα, εὐφυΐα ἔργον φέρειν δύναται ἄσκησιν προσλαβοῦσα, ἄγον ἐπὶ τὸ κατὰ τὸ ἐνδεχόμενον, ἵν ̓ οὔ τως ὀνομάσω, τέλος ἐκείνου, ὅπερ ἀσκεῖν τις βούλεται. Δύναται οὖν ἡ εὐφυΐα σου Ρωμαῖόν σε νομικὸν ποιεῖν τέλειον, καὶ Ἑλληνικόν τινα φιλόσοφον τῶν νομιζομέ νων ἐλλογίμων αἱρέσεων. ̓Αλλὰ ἐγὼ τῇ πάσῃ τῆς εὐ φυΐας δυνάμει σου ἐβουλόμην καταχρήσασθαί σε, τελι κῶς μὲν εἰς Χριστιανισμὸν, ποιητικῶς 3) δέ. Διὰ τοῦτ ̓ ἂν ηὐξάμην παραλαβεῖν σε καὶ φιλοσοφίας Ἑλλήνων τὰ οἱονεὶ εἰς Χριστιανισμὸν δυνάμενα γενέσθαι ἐγκύκλια μαθήματα, ἢ προπαιδεύματα, καὶ τὰ ἀπὸ γεωμετρίας καὶ ἀστρονομίας χρήσιμα εσόμενα εἰς τὴν τῶν ἱερῶν γραφῶν διήγησιν· ἵν, ὅπερ φασὶ φιλοσόφων παῖδες

') Cfr. Orig. opp. ed. de la Rue Tom. I. pag. 30 - 32. Philocal edd. Cantabrig. 658. et 677. cap. XIII. pag. 41 - 43. coll. ed. nostrae Tom. I. pag. 1-4.

[ocr errors]
[ocr errors]

2) Idem, qui Thaumaturgus dictus est 3) Ed. Ruaei: ποιητικῶς δὲ διὰ τοῦτ ̓ ἄν κτλ. ORIGENIS OPERA. TOM. XVII.

4

« PoprzedniaDalej »