Obrazy na stronie
PDF
ePub
[ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors]
[ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][ocr errors][merged small][merged small][merged small][ocr errors][ocr errors][merged small][merged small]

ἁμάρτημα, τὸ ') φθείρειν τὸν ναὸν τοῦ Θεοῦ; Οὐ τολ μήσει τις, διὰ τὸ ἐκκεῖσθαι πᾶσι, σαφῶς τὰ κατὰ τὸν τόπον εἰπεῖν. Νοσῶν δὲ τίς τοὺς εἰς τὸ φθείρειν 2) τὸν ναὸν τοῦ Θεοῦ ἐρεθισμοὺς ἐκπέφευγε, σχολάζων κατ' ἐκεῖνο καιροῦ, καὶ πάνυ τι δεχόμενος τοὺς περὶ τῶν ἀκαθάρτων πραγμάτων λογισμούς; Αλλ' ὅσα παρὰ τούτους ταράττει αὐτὸν, ἐὰν μὴ πάσῃ) φυλακῇ τηρῇ τὴν καρδίαν, τί δεῖ καὶ λέγειν; Πολλοὶ γὰρ ὑπὸ τῶν πόνων νικώμενοι, καὶ ἀνδρείως νόσους φέρειν οὐκ ἐπιστάμενοι, μᾶλλον τὴν ψυχὴν ἠλέγχθησαν τότε νενοση κότες, ἢ τὰ σώματα· πολλοὶ δὲ καὶ διὰ τὸ φεύγειν τὴν ἀδοξίαν, ἐπαισχυνόμενοι 4) τὸ Χριστοῦ εὐγενῶς ὄνομα φέρειν, εἰς αἰσχύνην αἰώνιον καταπεπτώκασιν. Αλλ οἴεταί τις ἀναπαύεσθαι ὡς μὴ πειραζόμενος, ὅτε δεδόξασται παρὰ τοῖς ἀνθρώποις· καὶ πῶς οὐ χαλεπὸν τό· ἀπέχουσι 5) τὸν μισθὸν ἀπὸ τῶν ἀνθρώπων·“ ἀπαγ γελλόμενον τοῖς ἐπαιρομένοις, ὡς ἐπ ̓ ἀγαθῷ, τῇ παρὰ τοῖς πολλοῖς δόξῃ; Πῶς δ ̓ οὐκ ἐπιπληκτικὸν τό· πῶς 6) δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρ' ἀλλήλων λαμβάνον τες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; “ Καὶ τί με δεῖ καταλέγειν τὰ τῶν νομιζομένων εὐγενῶν ἐν ὑπερηφανία πταίσματα, καὶ τῶν λεγομένων δυσγε νῶν, διὰ τὸ ἀνεπιστῆμον, τὴν πρὸς τοὺς ὑπερέχειν νομιζομένους ὑπόπτωσιν θωπευτικὴν ἀφιστᾶσαν Θεοῦ, τοὺς γνησίαν μὲν φιλίαν οὐκ ἔχοντας, τὸ δὲ κάλ λιστον τῶν ἐν ἀνθρώποις, τὴν ἀγάπην ὑποκρινομέ

1) Cfr. I Cor. III, 17.

3) Cfr. Prov. IV, 23.

2) Cfr. I Cor. III, 17.

4) Cod. Mscr. ἐπαισχυνόμενοι. Ed. Oxoniensis: „ἀπαισχυνόμενοι."

66

*) Cfr. Matth. VI, 2.

6) Ev. Joann. V, 44.

* Cod. Mscr. ἔχοντας. Ed. Oxoniensis: „ἔχον

τες. R.

νους;') Πᾶς τοίνυν ὁ βίος,) καθώς προείρηται, τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἐστι πειρατήριον· διόπερ εὐχώ μεθα ῥυσθῆναι πειρατηρίου, οὐκ ἐν τῷ μὴ πειράζε σθαι τοῦτο γὰρ ἀμήχανον, μάλιστα τοῖς ἐπὶ γῆς· - ἀλλὰ ἐν τῷ μὴ ἡττᾶσθαι πειραζομένους. Τὸν δὲ ἡττώμενον ἐν τῷ πειράζεσθαι εἰσέρχεσθαι εἰς τὸν πειρασμὸν, ἐνεχόμενον τοῖς δικτύοις αὐτοῦ, ὑπολαμβάνω· εἰς ἅπερ δίκτυα διὰ τοὺς προκατειλημμένους ἐν αὐτοῖς εἰσελθὼν ὁ σωτήρ, ἐκκύπτων 3) „,διὰ τῶν δικτύων, κατὰ τὸ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων εἰρημένον, απο κρίνεται τοῖς προκατειλημμένοις ὑπ' αὐτῶν, καὶ εἰσελ θοῦσιν εἰς τὸν πειρασμὸν, καὶ λέγει οὖσι νύμφῃ αὐτοῦ· ἀνάστα, 4) ἐλθὲ ἡ πλησίον μου, καλή μου, περιστερά μου. Προσθήσω δὲ, εἰς τὸ πειρασθῆναι πάντα και ρὸν πειρασμοῦ εἶναι τοῖς ἀνθρώποις, καὶ ταῦτα· οὐδὲ ὁ τὸν νόμον τοῦ θεοῦ μελετῶν ἡμέρας καὶ νυκτὸς, καὶ ἀσκῶν κατορθῶσαι τὸ εἰρημένον· στόμα) δικαίου μελετήσει σοφίαν· τοῦ πειράζεσθαι ἀπήλλακται. Ὅσοι γοῦν παρεκδεξάμενοι, ἐν τῷ ἀνατεθεικέναι αὐτοὺς τῇ ἐξετάσει τῶν θεῶν γραφῶν, τὰ ἐν νόμῳ καὶ προφή ταις ἀπηγγελμένα, ἀθέοις καὶ ἀσεβέσι δόγμασιν ἑαυ τοὺς ἀνατεθείκασιν, 6) ἢ ἠλιθίοις καὶ γελοίοις, τί δεῖ

[ocr errors]

1) Cod. Mscr. ὑποκρινομένους. Ed. Oxoniensis : ὑποκρινόμενοι." R. - Anglus: „Habet hic quidem Cod. Mscr. υποκρινόμενοι. Nos vero in re manifesta syntaxi potius, quam dormitanti scribae, obsequendum judicaviAd quae tamen Angli verba Ruaeus haec iterum respondet: „Cod. Mscr. teste Walkero habet: ύποκρινο μένους.

mus."

[ocr errors]

2) Cfr. Job. VII, 1. 3) Cantic. Canticor. II, 9.
4) Cantic. Canticor. II, 10. 5) Cfr. Prov. Χ, 31.

6) Edd. Oxon. et Ruaei in textu: „ἀνατεθείκασιν, ἠλιθίοις κτλ., ed. vero R. in notis: „Lege cum Bent lejo: ἀνατεθείκασιν, ἢ ἠλιθίοις" κτλ. - Item Anglus: Lege: ἀνατεθείκασιν, ἢ ἠλιθίοις. Duo enim hic notat dogmatum genera, unum impium, alteram stultum et ri

καὶ λέγειν· τῶν δοκούντων τῷ τῆς ἀμελείας τῶν ἀναγνωσμάτων ἐγκλήματι μὴ εἶναι ἐνόχων, μυρίων ὅσων τὰ τοιαῦτα πταιόντων; Τὸ δ ̓ αὐτὸ καὶ ἐπὶ τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν ἀναγνωσμάτων πολλοὶ πεπόνθασι, διὰ τὰς ἰδίας ἀνοίας, ἀναπλάττοντες ') ἕτερον παρὰ τὸν θεολογούμενον καὶ κατὰ τὴν ἀλήθειαν νενοη μένον τοῖς ἁγίοις υἱὸν ἢ 3) πατέρα. Ο γὰρ μὴ τὰ ἀληθῆ φρονῶν περὶ θεοῦ ἢ 3) Χριστοῦ αὐτοῦ, τοῦ μὲν ἀληθινοῦ ἀποπέπτωκε θεοῦ, καὶ τοῦ μονογενοῦς αὐτοῦ· ὃν4) δὲ ἀνέπλασεν ἡ ἄνοια αὐτοῦ νομίζουσα εἶναι πατέρα καὶ υἱὸν, οὐκ ὄντως προσκυνεῖ· τοῦτο παθὼν διὰ τὸ τὸν ἐν τῷ ἀναγινώσκειν τὰ ἅγια πειρασμὸν μὴ νενοηκέναι, μηδὲ ὡς πρὸς ἀγῶνα καὶ τότε αὐτῷ ἐνεστη κότα ὁπλισάμενος καὶ στάς. Χρὴ τοίνυν εὔχεσθαι, οὐχ ἵνα μὴ πειρασθῶμεν, τοῦτο γὰρ ἀδύνατον, ἀλλ'

с

ἵνα μὴ ὑπὸ τοῦ πειρασμοῦ περιβληθῶμεν· ὅπερ πά σχουσιν οἱ ἐνεχόμενοι αὐτῷ καὶ νενικημένοι.

Ἐπεὶ

diculum; quorum alterutro implicari solent istiusmodi Scripturarum lectores. Particula vero ab eadem insequenti vocali absorpta est."

1) Anglus:,,Marcionitas vult, quos eodem fere modo in lib. VIII. contra Celsum num. 16. his verbis depingit: Εἴσονται δὲ οἱ ἄλλην ὁδὸν καὶ ἄλλα κέλευθα βαδίζοντες, καὶ τοῦτον μὲν (scil. δημιουργὸν) ἀρνούμενοι, και νοειδεῖ δὲ ἀναπλάσματι καὶ ὀνόματι μόνον θεοῦ ἑαυ τοὺς, ὡς μείζονι τοῦ δημιουργοῦ, ἐπιδεδωκότες, καὶ εἴ τις ἄρ ̓ ἐστὶ, λέγων ισχυρότερον εἶναι τὸν υἱὸν καὶ κύ ριον τοῦ κρατοῦντος θεοῦ. Confer vero Just. Mart. Apol. I. Sect. 35. 75. Irenaeum I, 29. Epiphan. Haeres 42. Theod. Haer. Fab. 1. 24. et Tertull. advers. Marcion."

3) Anglus: „,Lege: καὶ πατέρα.

3) Anglus: „,Lege: καὶ Χριστοῦ αὐτοῦ.

[ocr errors]

4) Anglus: „Lege: οὓς δέ, scil. πατέρα καὶ υἱόν.

« PoprzedniaDalej »