Obrazy na stronie
PDF
ePub

4. Εἶτα προσελθὼν ὁ θεῖος ἱεράρχης τὴν εὐχὴν ἱερὰν ἐπὶ τῷ κεκοιμημένῳ ποιεῖται καὶ μετὰ τὴν εὐχὴν αὐτός τε ὁ ἱεράρχης αὐτὸν ἀσπάζεται καὶ ἑξῆς οἱ παρόντες ἅπαντες . ἡ μὲν οὖν εὐχὴ τῆς θεαρχικῆς ἀγαθότητος δεῖται πάντα μὲν ἀφιέναι τὰ δι' ἀνθρωπίνην ἀσθένειαν ἡμαρτημένα τῷ κεκοιμημένῳ, κατατάξαι δὲ αὐτὸν ἐν φωτὶ καὶ χώρα ζώντων, εἰς κόλπους ὁ Ἀβραὰμ καὶ Ἰσαὰκ και Ιακώβ, ἐν τόπῳ οὗ ἀπέδρα οδύνη καὶ λύπη καὶ στεναγμός.

5. Ταῦτα μὲν οὖν, ὡς οἶμαι, δῆλα τὰ τῶν ἁγίων μακαριώτατα γέρα. τί γὰρ ἂν γένοιτο τῆς παντελῶς ἀλύπου καὶ φωτιστικῆς ἀθανασίας ἰσόρροπον; εἰ καὶ τὰ μάλιστα ταῖς ἡμῶν ἀναλόγοις σημασίαις αἱ παντὸς ὑψηλότεραι νοὸς ἐπαγγελίαι σημαινόμεναι τῆς | πραγματικῆς αὐτων Fol. 261 a. ἀληθείας ἀποδεούσας ἔχουσι τὰς ονομασίας. ἀληθὲς γὰρ εἶναι τὸ λόγιον οιητέον “ὅτι οφθαλ- I. Corinth. 2, 9. 10 μὸς οὐκ εἶδεν καὶ οἷς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. κόλποι δέ εἰσιν, ὡς οἶμαι, τῶν μακαρίων πατριαρχῶν καὶ τῶν λοιπῶν ἁγίων ἁπάντων αἱ θειόταται καὶ μακάριστοι λήξεις αἱ τοὺς θεοειδεῖς ὑποδεχόμεναι πάντας εἰς τὴν ἐν αὐταῖς ἀγήρω καὶ μακαριωτάτην τελείωσιν.

6. Φαίης δ' ἂν ἴσως ταῦτα μὲν ὀρθῶς εἰρῆσθαι παρ' ἡμῶν, ἀπορεῖν δέ, ὅτου ἕνεκα τῆς 15 θεαρχικῆς ἀγαθότητος ὁ ἱεράρχης δεῖται τῶν ἡμαρτημένων αὐτῶν τῷ κεκοιμημένῳ τὴν ἄφεσιν καὶ τὴν τοῖς θεοειδέσιν ὁμοταγῆ καὶ φανοτάτην ἀποκλήρωσιν. εἰ γὰρ ἀμοιβὰς ἀπολήψεται πᾶς ὑπὸ τῆς θείας δικαιοσύνης, ὧν ἐν τῇ παρούσῃ ζωῇ χρηστῶν ἢ ἑτέρων ἔδρασεν, ἐτέλεσε δὲ τὰς κατὰ τὸν τῇδε βίον οἰκείας ἐνεργείας ὁ κεκοιμημένος, πρὸς τίνος ἱεραρχικῆς εὐχῆς ἐφ' ἑτέραν λήξιν μεταχθήσεται παρὰ τὴν ἀξίαν αὐτοῦ καὶ τῆς ἐνθάδε ζωῆς ἀμοιβαίαν; ἐγὼ δέ,

20 ὅτι μὲν ἀμοιβαίαν ἕξει τὴν ἀποκλήρωσιν ἕκαστος, εὖ οἶδα τοῖς λογίοις ἀκολουθῶν· ἀπέ- II. Corinth. 5, 10. κλεισε γὰρ ὁ κύριος κατ' αὐτοῦ καὶ κομίσεται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. ὅτι δὲ καὶ τῶν δικαίων αἱ προσευχαὶ κατὰ τὸν τῇδε βίον, μή τί γε

μετὰ θάνατον, εἰς τοὺς ἀξίους ἱερῶν εὐχῶν ἐνεργοῦσι μόνον, αἱ τῶν λογίων ἡμᾶς ἐκδιδάσκου- Cord. I. p. 268. σιν ἀληθεῖς παραδόσεις. ἢ τί πρὸς τοῦ Σαμουὴλ ὁ Σαοὺς ἀπώνατο; τί δὲ τὸν Ἑβραῖον λαὸν 25 ὤνησεν ή προφητική προσευχή; καὶ γὰρ ὡς εἴ τις, ἡλίου τὰ οἰκεῖα δωρουμένου φῶτα τοῖς ἀβλαβέσιν ὀφθαλμοῖς, ἐν μετουσίᾳ τοῦ ἡλιακοῦ φωτὸς αἰτεῖ γενέσθαι τὰς οἰκείας ὄψεις εξα φανίζων, οὕτως πρὸς ἀδυνάτους ἤρτηται καὶ περιττὰς ἐλπίδας ὁ τὰς τῶν ἁγίων ἐξαιτῶν προσευχὰς καὶ τὰς κατὰ φύσιν αὐτῶν ἱερὰς ἐνεργείας ἐλαύνων ἀπροσεξίᾳ τῶν θείων δώρων καὶ τῶν φανοτάτων καὶ ἀγαθοδοτίδων ἐντολῶν ἀποφοιτήσει. φημὶ δὲ τοῖς λογίοις ἑπόμενος ὡς 30 ὠφέλιμοι πάμπαν εἰσὶν ἐν τῷδε τῷ βίῳ τῶν ἁγίων αἱ προσευχαὶ κατὰ τόνδε τὸν τρόπον, εἴ τις ἱερῶν ἐφιέμενος δώρων καὶ πρὸς μετοχὴν αὐτῶν ἕξιν ἱερὰν ἔχων ὡς τῆς οἰκείας ἐπιγνώμων || βραχύτητος ἐλθὼν ἐπί τινα τῶν ὁσίων ἀνδρῶν ἀξιώσειεν γενέσθαι συλλήπτορα Fol. 261 b. καὶ συνικέτην, ὠφεληθήσεται πάντως ἐκ τούτου τὴν πάσης υπερκειμένην ὠφέλειαν · ἐπιτεύξεται γὰρ ὧν αἰτεῖ θειοτάτων δώρων, ἀποδεχομένης αὐτὸν τῆς θεαρχικῆς ἀγαθότητος, τῆς τε 35 οἰκείας εὐλαβοῦς ἐπιγνωμοσύνης καὶ τῆς ἐπὶ τοῖς ὁσίοις αἰδοῦς καὶ τῆς τῶν αἰτηθεισῶν ἱερῶν αιτήσεων ἐπαινετῆς ἐφέσεως καὶ καταλλήλου καὶ θεοειδοῦς ἔξεως. ἔστι γὰρ καὶ τοῦτο τοῖς θεαρχικοῖς κρίμασι νενομοθετημένον, τὸ τὰ θεῖα δῶρα τοῖς ἀξίοις τοῦ μετασχεῖν ἐν τάξει θεοπρεπεστάτη δωρεῖσθαι διὰ τῶν ἀξίων τοῦ μεταδοῦναι. ταύτην οὖν εἴ τις ατιμάσειε τὴν ἱερὰν

μακαριωτάτων (*

1 τὴν om. C 3 ἀφιέναι VC*] ἀφεῖναι Ο
11 πατριαρχῶν καὶ τῶν λοιπῶν ἁγίων om. V
(de coniect.)] αὐτῶν C 16 φανοτάτην G]
18 οἰκεῖας ν πρὸς C] προς V πῶς διὰ (*
ὁ κύριος α] γὰρ ὁ κύριος, φησὶν, ν γάρ, φησιν, ὁ κύριος Ο
τὸν βίον (* 24 προς ν

27 ἡττᾶται ν 28 κατα ν
γενέσθαι Ο αὐτὸν γενέσθαι (*

γέρατα Ο παντελούς (* 9 ὅτι ἂν 10 ἴδεν V2 ἤκουσε V2 ανέβει ν
12 πάντων C
μακαρισται V μακαρισταὶ C* λήξεις γι 13 αγήρων γι 15 αἰτῶν VC
φανωτάτην VC 17 τὰς (* θεῖας ν ήν ἔδρασεν VC] ἔπραξεν ἐτέλεσεν γι
19 μεταχθήσεται VC*] μεταταχθήσεται Ο ἀμοιβήν; (* 20 απέκλεισεν γι
21 γὰρ
φησὶ 2 κομήσεται ν
σώματος ν
22 εἴτε bis
τόνδε
τὸν Ἑβραῖον V γρ C] τὸν Ἑβραίων 12 τὸν τῶν Ἑβραίων Ο 25 εὐχή (* 26 ἐξαφανίζον· οὕτω C
29 φανωτάτων 31 οἰκεῖας ν 32 ἀξίως εἶεν γι
γενέσθαι G] γενέσθαι αὐτὸν V αὐτὸν οἱ
33 πάσας ν γρ C et C* 35 ὁσίοις VC] θείοις C* 38 μεταδιδόναι C*

Iob. 14, 4.

εὐκοσμίαν καὶ πρὸς ἀθλίαν οἴησιν ἐληλυθὼς ἱκανὸν ἑαυτὸν οἰηθείη πρὸς τὴν θεαρχικὴν ὁμιλίαν καὶ τῶν ὁσίων ὑπερφρονήσοι καὶ μὴν εἰ τὰς αἰτήσεις ἀναξίας τε θεοῦ καὶ μὴ ἱερὰς αἰτήσοι καὶ τὴν ἔφεσιν τῶν θείων εἰ μὴ σύντονον ἔχοι καὶ ἑαυτῷ κατάλληλον, αποτεύξεται δι' ἑαυτὸν τῆς ἀνεπιστήμονος αἰτήσεως . περὶ δὲ τῆς εἰρημένης εὐχῆς, ἣν ὁ ἱεράρχης επεύχεται τῷ κεκοι5 μημένῳ, τὴν εἰς ἡμᾶς ἐλθοῦσαν ἐκ τῶν ἐνθέων ἡμῶν καθηγεμόνων παράδοσιν εἰπεῖν ἀναγκαῖον. 7. Ο θείος ἱεράρχης Εκφαντορικός ἐστιν, ὡς τὰ λόγιά φησιν, τῶν θεαρχικών δικαιωμάτων· ἄγγελος γὰρ κυρίου παντοκράτορος θεοῦ ἐστι· μεμάθηκεν οὖν ἐκ τῶν θεοπαραδότων λογίων, ὅτι τοῖς ὁσίως βιώσασιν ἡ φανοτάτη καὶ θεία ζωὴ κατ' ἀξίαν ὑπὸ τῶν δικαιοτάτων ζυγῶν ἀντιδίδοται, παρορώσης ἀγαθότητι τῆς θεαρχικῆς φιλανθρωπίας τὰς ἐγγενομένας αὐτοῖς ἐξ 10 ἀνθρωπίνης ἀσθενείας κηλίδας, ἐπείπερ οὐδείς” ὡς τὰ λόγιά φησιν, “καθαρὸς ἀπὸ ῥύπου”. ταῦτα μὲν οὖν ὁ ἱεράρχης οἶδεν ἐπηγγελμένα πρὸς τῶν ἀληθῶν λογίων· αἰτεῖ δὲ αὐτὰ γενέσθαι Cord. I. p. 269. καὶ δωρηθῆναι τοῖς ὁσίως βιώσασι τὰς ἱερὰς ἀντιδόσεις, ἅμα μὲν ἐπὶ τὸ θεομίμητον ἀγαθοει· δῶς ἐκτυπούμενος καὶ τὰς ἑτέρων δωρεὰς ὡς οἰκείας ἐξαιτῶν χάριτας, ἅμα δὲ καὶ τὰς ἀψευFol. 262ra. δεῖς ἐπαγγελίας εἰδὼς ἐσομένας καὶ τοῖς παροῦσιν ἐκφαντορικῶς ἐμφαίνων | ὅτι τὰ παρ' αὐτοῦ 15 κατὰ θεσμὸν ἱερὸν ἐξαιτούμενα πάντως ἔσται τοῖς κατὰ θείαν ζωὴν τετελειωμένοις . οὐ γὰρ ἂν ὁ ἱεράρχης, ὁ τῆς θεαρχικής δικαιώσεως υποφήτης, εξῄτει ποτὲ τὰ μὴ τῷ θεῷ προσφιλέστατα καὶ πρὸς αὐτοῦ δοθήσεσθαι θειωδῶς ἐπηγγελμένα. διὸ τοῖς ἀνιέροις οὐκ ἐπεύχεται ταῦτα κεκοιμημένοις, οὐ μόνον ὅτι τῆς ὑποφητικῆς ἐν τούτῳ παρατραπήσεται τάξεως καί τι τῶν ἱεραρχικῶν αὐθαδῶς τολμήσει, μὴ πρὸς τοῦ τελετάρχου κεκινημένος, ἀλλ' ὅτι καὶ τῆς ἐναγούς Iacob. 4, 3. 20 εὐχῆς ἀποτεύξεται πρὸς τοῦ δικαίου λογίου καὶ αὐτὸς οὐκ ἀπεικότως ἀκούων · “αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖτε”. οὐκοῦν ὁ θεῖος ἱεράρχης ἐξαιτεῖ τὰ θειωδῶς ἐπηγγελμένα καὶ φίλα θεῷ καὶ πάντως δωρηθησόμενα· καὶ τὸ τῆς οἰκείας ἀγαθοειδοῦς ἔξεως ἐπιδεικνὺς τῷ φιλαγαθῳ θεῷ καὶ τοῖς παροῦσιν ἐκφαντορικῶς ἐμφαίνων τὰ τοῖς ὁσίοις ἐσόμενα δώρα. οὕτω καὶ τὰς ἀφοριστικὰς ἔχουσιν οἱ ἱεράρχαι δυνάμεις, ὡς ἐκφαντορικοὶ τῶν θείων δικαιω25 μάτων, οὐχ ὡς ταῖς αὐτῶν ἀλόγοις ὁρμαῖς τῆς πανσόφου θεαρχίας (εὐφήμως εἰπεῖν) υπηρετι κῶς ἑπομένης, ἀλλ' ὡς αὐτὸν ὑποφητικῶς ὑποκινοῦντος τοῦ τελεταρχικού πνεύματος τοὺς Ioann. 20, 21. κεκριμένους θεῷ κατ' αξίαν ἀφορίζειν. "λάβετε γάρ φησίν τὸ πνεῦμα τὸ ἅγιον · ἄν τινων

ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται, ἄν τινων κρατῆτε, κεκράτηνται” καὶ τῷ τὰς θείας ἀποκαλύψεις Math. 16, 19. τοῦ παναγεστάτου πατρὸς ἐλλαμπομένῳ τὰ λόγια φησιν ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται 30 δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς”. ὡς ἐκείνου καὶ παντὸς τοῦ κατ' αὐτὸν ἱεράρχου κατὰ τὰς ἐν αὐτῷ γενομένας τῶν πατρικῶν δικαιωμάτων ἀποκαλύψεις, ἐκφαντορικῶς καὶ διαπορθμευτικῶς τούς τε θεοφιλεῖς προσιεμένου ib. 17. καὶ τοὺς ἀθέους ἀποκληροῦντος. καὶ τὴν ἱερὰν γὰρ ἐκείνην θεολογίαν, ὡς τὰ λόγια φησιν, οὐκ αὐτοκινήτως οὐδὲ σαρκὸς καὶ αἵματος ἀποκαλυψάντων, ἀλλ' ὑπὸ θεοῦ νοητῶς αὐτὸν τὰ θεῖα 35 μυήσαντος ἀπεφθέγξατο . τοὺς μὲν οὖν ἐνθέους ἱεράρχας οὕτω καὶ τοῖς ἀφορισμοῖς καὶ πάσαις ταῖς ἱεραρχικαῖς δυνάμεσι χρηστέον, ὅπως ἂν ἡ τελετάρχις αὐτοὺς θεαρχία κινήσοι· τοὺς δὲ [

1 προς ν
τάτη VC

τὴν om. V 2 ὑπὲρ φρονήσει ν
θεῖα ν 9 ἐγγινομένας (*
13 οἰκεῖας ν 14 εἰδῶς ν
τοῖς γι
τι C] τῆ V
τὰ VC] ἐξαιτεῖται C*
om. V1, add. V2 in imo marg.

6 φησὶ CV2

τε om. V 4 δεήσεως marg. V 7 θεοῦ om. C* 8 pavш10 φησὶ V2 φησι 11 ἀληθινῶν αὐτὰ VC] αὐτίκα (?) ἀτίκα (sic!) C* ἐκφαίνων VC* 15 θεῖαν ν 17 θεοειδῶς marg. V 18 ἐπεὶ οὐ μόνον τῆς C* τῆς V2 C] 19 αὐταδῶς C errore typ.? 20 αποτεύξηται marg. V 21 αἰτεῖσθε V2 αἰτεῖσθαι γι ἐξαιτεῖ 22 οἰκεῖας ν 23 ἁγίοις (* 25 ὀρμαῖς ν ὑπηρετητικῶς γι 26 ἑπομένης ὑποφητικῶς αὐτῶν Ο ὑποκινοῦντι τῷ τελεταρχικῷ (τελετάρχη C*) πνεύματι C 27 ἀφοριζόντων C τὸ marg. V 32 τε om. V

φησι V2 C ἐάν * 28 ἀφέωνται ν
εὐαγγελιστοῦ ἐκείνου (*

35 οὕτω τοῖς

γινομένας (*
36 χρητέον ν
τελέταρχις γα

[ocr errors]

29 ἐλλαμπομένου γι ó V 30 τῷ οὐρανῷ C# 31 ὡς ἁγίου προσιεμένου C marg. V] προσιεμένους ν 34 θεῖα Ο] οἰκεῖα

Fol. 262 b.

ἄλλους οὕτω τοῖς ἱεράρχαις, ἐν οἷς ἂν ὁρῶσιν ἱεραρχικῶς, προσεκτέον ὡς ὑπὸ θεοῦ κεκινη €270 μένοις · “ὁ ἀθετῶν γὰρ ὑμᾶς φησίν "ἐμὲ ἀθετεῖ

8. Ἀλλ ̓ ἐπανέλθωμεν εἰς τὰ τῆς εἰρημένης εὐχῆς ἀκόλουθα. τελέσας γὰρ αὐτὴν ὁ ἱεράρ χης αὐτός τε ασπάζεται τὸν κεκοιμημένον καὶ ἑξῆς οἱ παρόντες ἅπαντες· ἡδὺς γάρ ἐστι καὶ ὁ τίμιος ἅπασι τοῖς θεοειδέσιν ὁ κατὰ θείαν ζωὴν τετελειωμένος . μετὰ δὲ τὸν ἀσπασμὸν ἐπιχέει τῷ κεκοιμημένῳ τὸ ἔλαιον ὁ ἱεράρχης . μέμνησο δὲ ὅτι κατὰ τὴν ἱερὰν θεογενεσίαν πρὸ τοῦ θειοτάτου βαπτίσματος πρώτη μέθεξις δωρεῖται τῷ τελουμένῳ μετὰ τὴν ὁλικὴν τῆς προτέρου ἐσθῆτος ἀπαμφίεσιν τὸ τῆς χρίσεως ἔλαιον· ἐν τέλει δὲ νῦν ἀπάντων ἐπὶ τῷ κεκοιμημένῳ τὸ ἔλαιον ἐπιχέεται. καὶ τότε μὲν ἡ τοῦ ἐλαίου χρίσις ἐπὶ τοὺς ἱεροὺς ἀγῶνας ἐκάλει τὸν 10 τελούμενον · νῦν δὲ τὸ ἐπιχεόμενον ἔλαιον ἐμφαίνει κατὰ τοὺς αὐτοὺς ἱεροὺς ἀγῶνας ἀθλή σαντα καὶ τελειωθέντα τὸν κεκοιμημένον.

Luc. 10, 16.

9. Ταῦτα τελέσας ὁ ἱεράρχης ἀποτίθησιν ἐν οἴκῳ τιμίῳ τὸ σῶμα μεθ' ἑτέρων ὁμοταγών ἱερῶν σωμάτων . εἰ γὰρ ἐν ψυχῇ καὶ σώματι τὴν θεοφιλή ζωὴν ὁ κεκοιμημένος ἐβίω, τίμιον ἔσται μετὰ τῆς ὁσίας ψυχῆς καὶ τὸ συναθλῆσαν αὐτῇ σῶμα κατὰ τοὺς ἱεροὺς ἱδρῶτας. ἔνθεν 15 ή θεία δικαιοσύνη μετὰ τοῦ σφετέρου σώματος αὐτῇ δωρεῖται τὰς ἀμοιβαίας λήξεις ὡς ὁμοι πορεύτῳ καὶ συμμετόχῳ τῆς ὁσίας ἢ τῆς ἐναντίας ζωῆς. διὸ καὶ τῶν ἱερῶν ἡ θεία θεσμοθεσία τὰς θεαρχικὰς κοινωνίας ἀμφοῖν δωρεῖται, τῇ ψυχῇ μὲν ἐν καθαρᾷ θεωρία καὶ ἐπιστήμῃ τῶν τελουμένων, τῷ σώματι δὲ κατὰ τὸ θειότατον ὡς ἐν εἰκόνι μόρον καὶ τὰ τῆς θεαρχικής και νωνίας ἱερώτατα σύμβολα τὸν ὅλον ἄνθρωπον ἁγιάζουσα καὶ τὴν ὁλικὴν αὐτοῦ σωτηρίαν ἱερουρ 20 γοῦσα καὶ τελεωτάτην αὐτοῦ τὴν ἀνάστασιν ἔσεσθαι διαγγέλλουσα ταῖς καθολικαῖς ἁγιαστείαις · 10. Τὰς δὲ τελεστικὰς ἐπικλήσεις οὐ θεμιτὸν ἐν γραφαῖς ἀφερμηνεύειν οὐδὲ τὸ μυστικὸν αὐτῶν ἢ τὰς ἐπ' αὐταῖς ἐνεργουμένας ἐκ θεοῦ δυνάμεις ἐκ τοῦ κρυφίου πρὸς τὸ κοινὸν ἑξάγειν· ἀλλ' ὡς ἡ καθ' ἡμᾶς ἱερὰ παράδοσις ἔχει, ταῖς ἀνεκπομπεύτοις μυήσεσιν αὐτὰς ἐκμαθὼν Fol. 262" a. καὶ πρὸς θειοτέραν ἕξιν καὶ ἀναγωγὴν ἔρωτι θείῳ καὶ ἐνεργείαις ἱεραῖς ἀποτελεσθεὶς ὑπὸ τῆς 25 θεαρχικῆς ἐλλάμψεως ἀναχθήσῃ πρὸς τὴν ὑπερτάτην αὐτῶν ἐπιστήμην.

11. Τὸ δὲ καὶ παῖδας οὔπω τὰ θεῖα συνιέναι δυναμένους τῆς ἱερᾶς μετόχους γίγνεσθαι Θεογενεσίας καὶ τῶν ἱερωτάτων της θεαρχικής κοινωνίας συμβόλων δοκεῖ μέν, ὡς φῇς, τοῖς Cord. I. p. 271. ἀνιέροις εὐλόγου γέλωτος ἄξιον, εἰ τοὺς ἀκοῦσαι μὴ δυναμένους ἐκδιδάσκουσιν οἱ ἱεράρχαι τὰ θεῖα καὶ τοῖς μὴ νοοῦσιν εἰκῇ παραδιδόασιν τὰς ἱερὰς παραδόσεις· καὶ τὸ ἔτι γελοιότερον ὡς 30 ὑπὲρ αὐτῶν ἕτεροι τὰς ἀποταγάς φασιν καὶ τὰς ἱερὰς ὁμολογίας. δεῖ δὲ τὴν σὴν ἱεραρχικὴν σύνεσιν μὴ χαλεπαίνειν ἐπὶ τοῖς πεπλανημένοις, ἀλλ ̓ εὐλαβῶς τε ἅμα καὶ τῆς αὐτῶν φωταγωγίας χάριν ἀγαπητικῶς ἀπολογεῖσθαι πρὸς τὰς ὑπ' αὐτῶν προφερομένας ενστάσεις προτιθέντα καὶ τοῦτο κατὰ θεσμὸν ἱερόν, ὡς οὐκ ἐν τῇ καθ' ἡμᾶς γνώσει πάντα τὰ θεῖα περιγρά φεται . πολλὰ δὲ τῶν ὑφ ̓ ἡμῶν ἀγνοουμένων αἰτίας ἔχει θεοπρεπεῖς, ἡμῖν μὲν ἡγνοημένας, 35 ἐπιστητὰς δὲ ταῖς ἡμῶν κρείττοσι τάξεσιν. πολλὰ δὲ καὶ τὰς ὑπερτάτας ουσίας λέληθεν καὶ πρὸς μόνης ἀκριβῶς ἔγνωσται τῆς πανσόφου καὶ σοφοποιοῦ θεαρχίας. πλήν γε ὅτι καὶ περὶ τούτου ταῦτά φαμεν ἅπερ οἱ θεοειδεῖς ἡμῶν ἱεροτελεσταὶ πρὸς τῆς ἀρχαίας μυηθέντες παρα

1 ὡς om. V
ἀκολουθία C*

κεκινημένοις ν γρ C et C*] κεκινημένους Ο 3 ἐπανέλθω V addito supra lineam μεν
ἀκόλουθα VC] ἐν τῇ
5 ἅπασιν γι θεῖαν ν τὴν θείαν * 6 προ ν
θείου (* 8 ἀπαμφίεσιν VC*] ἀπαμφίασιν 9 ἐπιχέει C*
ἱερεῖς marg. V 13 θεοφιλεί ν
14 συναθλούν marg. V ἱερεῖς V2 15 θεῖα ν ἀμοιβαῖας ν ὁμοπορέστω marg. V
16 ὁσίας VC] θείας C* θελα ν 17 μὲν ἐν V1C] μένειν marg. V ἐπιστήμη VC*] ἐν ἐπιστήμῃ Ο 18 εἰκόνα ν 20 τελειο-
τάτην Ο
διαγγέλουσα ν διὰ τῆς καθολικῆς ἁγιαστείας (* ἁγιαστίαις ν 21 ἐγγράφως (* 22 ή ν 25 τελεταρχικῆς Ο
ἐκλάμψεως ἀναχθήσει ν 27 ἔφης (* 29 παραδιδόασι V2 C εἴτι C 30 ἑτέροις marg. V
φασι V2 C
inter te et aua supra lineam zzì alterum addidit iterumque delevit V2
36 ἔγνωσται ν καὶ σοφοποιοῦ om. Vi add. in marg. V2 πανσοφοποιοῦ C*

et sine dubio V'] εὐσεβῶς V2
35 τάξεσι Ο λέληθε V2 C
ταῦτα φαμὲν V ταῦτὰ φαμεν C

31 εὐλαβῶς Ο

34 ἀγνοουμένας (*
37 ταὐτά φαμεν ]

48

DIE UEBERRESTE GRIECHISCHER TACHYGRAPHIE IM CODEX VATIC. GRAEC. 1809. M. GItlbauer.

δόσεως εἰς ἡμᾶς προήγαγον. φασί γάρ, ὅπερ ἐστὶ καὶ ἀληθές, ὅτι κατὰ θεσμὸν ἱερὸν ἀναγόμενα τὰ πρὸς ἕξιν ἱερὰν ήξουσιν πάσης αποτελούμενα πλάνης καὶ ἀνιέρου ζωῆς ἀπείρατα . τοῦτο τοῖς θείοις ἡμῶν καθηγεμόσιν εἰς νοῦν ἐληλυθὸς ἔδοξεν εἰσδέχεσθαι τὰ βρέφη κατὰ τόνδε τὸν τρόπον ὥστε τοὺς φυσικοὺς τοῦ προσαγομένου παιδὸς γονέας παραδιδόναι τὸν παῖδά 5 τινι τῶν μεμυημένων ἀγαθῷ τὰ θεῖα παιδαγωγῷ καὶ τὸ λοιπὸν ὑπ' αὐτῷ τὸν παῖδα τελεῖν ὡς ὑπὸ θείῳ πατρὶ καὶ σωτηρίας ἱερᾶς ἀναδόχῳ. τοῦτον οὖν ὁ ἱεράρχης ὁμολογοῦντα κατὰ τὴν ἱερὰν ἀνάγειν τὸν παῖδα ζωὴν ἀπαιτεῖ τὰς ἀποταγὰς ὁμολογῆσαι καὶ τὰς ἱερὰς ὁμολογίας, || Fol. 262 b. οὐχ ὡς ἂν ἐκεῖνοι γελώντες φαῖεν, ἄλλον ἀντ ̓ ἄλλου τὰ θεῖα μυῶν· οὐδὲ γὰρ τοῦτό φησιν ὡς ὑπὲρ τοῦ παιδὸς ἐγὼ τὰς ἀποταγὰς ἢ τὰς ἱερὰς ὁμολογίας ποιοῦμαι”, ἀλλ' ὅτι ὁ παῖς 10 ἀποτάσσεται καὶ συντάσσεται, τοῦτ ̓ ἔστιν ὁμολογῶ τὸν παῖδα πείσειν εἰς νοῦν ἱερὸν ἰόντα ταῖς ἐμοῖς ἐνθέοις ἀγαγωγαῖς ἀποτάξασθαι μὲν ὁλικῶς τοῖς ἐναντίοις, ὁμολογῆσαι δὲ καὶ ἐνεργῆσαι τὰς θείας ὁμολογίας. οὐδὲν οὖν, ὡς οἶμαι, τὸ ἄτοπον, εἰ κατὰ θείαν ὁ παῖς ἀναγωγὴν ἀνάγεται καθηγεμόνα καὶ ἀνάδοχον ἱερὸν ἔχων ἕξιν αὐτῷ τῶν θείων ἐμποιοῦντα καὶ φυλάττοντα Cord. I. p. 272. τῶν ἐναντίων ἀπείρατον . μεταδίδωσι δὲ τῷ παιδὶ τῶν ἱερῶν συμβόλων ὁ ἱεράρχης, ὅπως ἐν 15 αὐτοῖς ἀνατραφείη και μηδὲ σχοίη ζωὴν ἑτέραν εἰ μὴ τὴν τὰ θεῖα θεωροῦσαν ἀεὶ καὶ κοινωνὸν αὐτῶν ἐν προκοπαῖς ἱεραῖς γιγνομένην έξιν τε ἱερὰν ἐν τούτοις ἴσχουσαν ἀναγομένην τε ίεροπρεπῶς ὑπὸ τοῦ θεοειδοῦς ἀναδόχου.

12. Τοσαῦτα, ὦ παῖ, καὶ οὕτω καλὰ τῆς καθ' ἡμᾶς ἱεραρχίας πταί μοι τὰ ἑνοειδή θεάματα, πρὸς ἄλλων δὲ ἴσως οπτικωτέρων νεῶν οὐ ταῦτα μόνον ἐθεωρήθη, φανερώτερα δὲ πολλὰ 20 καὶ θεοειδέστερα . καὶ σοὶ δέ, ὡς οἶμαι, παντελῶς ἐλλάμψει τηλαυγέστερα κάλλη καὶ θειότερα τοῖς εἰρημένοις ἐπαναβασμοῖς χρωμένῳ πρὸς ὑπερτέραν ἀκτῖνα . μετάδος οὖν, ὦ φίλε, καὶ αὐτὸς ἐμοὶ τελειοτέρας ελλάμψεως καὶ δεῖξον ἐμοῖς ὀφθαλμοῖς ἅπερ ἂν δυνηθείης εὐπρεπέστερα κάλλη καὶ ἐνοειδέστερα · θαρρώ γάρ, ὅτι τοῖς εἰρημένοις ἐγὼ τοὺς ἐναποκειμένους ἔν σοι τοῦ θείου πυρὸς ἀνασκαλεύσω σπινθήρας.

Cord. I. praef. 25 p. XXXII: εἰς

τὸ περὶ τῆς ἐκκλησιαστικῆς ἱεραρχίας.

Ἐπίγραμμα εἰς τὸν λόγον.

Σύμβολα θεσπεσίων ἱερῶν ἐνοειδέϊ μύθῳ
εἰς ἑνικὴν ἀνέλυσας ἑνὸς φάρος μίαν αἴγλην.

1 προσήγαγον C* 2 ήξουσιν marg. V ήξουσι C Εξουσιν γι
θήν
σαν ν

11 ἀποτάξεσθαι

3 ἐληλυθὼς ν 5 αὐτοῦ V1; corr. eadem m. 7 ἄγειν * 15 ἀνατραφεὶς marg. V 16 αὐτὸν marg. V ισχύου φανερώτερα – γρ C et C*] φανότερα C πολλὰ VC*] πολλῷ C 21 ἐπαναβασμοῖς marg. V] ἐπαναβασμοις V ἐπαναβαθμοῖς 22 δυνηθείης &] εἰπεῖν δυνηθείης

12 θεῖαν ν 14 ἀπειρότατον 19 προς ν ὀπτικώτερον (*

18 ώπται ν
20 πάντως Ο θειοτέροις C*

ἰδεῖν δυνηθείης C 26 ἱερῶν V Taurin.] ἱερέων C

Berichtigung.

Auf Seite 2, Zeile 8 von unten, ist zu lesen „zu Gunsten“ statt „auf Kosten".

[merged small][merged small][ocr errors][merged small][graphic][ocr errors][subsumed][ocr errors][ocr errors][ocr errors][ocr errors][merged small]
« PoprzedniaDalej »