Obrazy na stronie
PDF
ePub

24

ON THE

FABLES OF ESOP AND BABRIAS.

No. III. [Continued from No. L. p. 371.]

FAB. 362.—Λύκος, ̓Αρνίον, καὶ Λεών.
Λύκος ποτ' ἄρας Πρόβατον ἐκ ποιμνίου
ἀπεκόμιζεν εἰς τὴν ἰδίαν κοίτην

Λέων δὲ τούτῳ ἐξαίφνης συναντήσας
ἀφείλετο τὸ πρόβατον· ὁ δὲ σταθεὶς
πόῤῥωθεν εἶπεν ἀδικῶς ἦρας τουμόν·
πῶς οὐ σὺ τηρεῖς τοὺς θεσμοὺς τοὺς ἀρχαιοὺς,
Τοῦ μὴ τυραννεῖν χειρὶ δυνωτατάτῃ,
ἀλλὰ πάντοτε ἐκδικεῖν τοῖς ἀπόροις ;
ὁ δὲ Λέων γελάσας, Σὺ δέ γ ̓, ὦ Λύκε,
δικαίως ἔσχες ὑπὸ φίλου τὸ δοθέν ;

Versus politicos modo non omnes detexit Coraius p. 979. Fabula paulo aliter scripta olim exstabat inter Neveletianas N. 238. unde pauca delibavi.

Fab. 363. Bodl. 94. apud Tyrwh. p. 20= 172.
ὁ Δηχθεὶς ἀπὸ Μύρμηκος καὶ Ἑρμῆς.
νεώς ποτ' αὐτοῖς ἀνδράσιν βυθισθείσης,
ἰδών τις ἀδίκως ἔλεγε τοὺς θεοὺς κρίνειν·
ἑνὸς γὰρ ἀσεβοῦς ἐμβεβηκότος πλοίῳ,
πολλοὺς σὺν αὐτῷ μηδὲν αἰτίους θνήσκειν·
καὶ ταῦθ ̓ ὁμοῦ λέγοντος οἷα συμβαίνει
πολλῶν ὑπ ̓ αὐτὸν ἑσμὸς ἦλθε μυρμήκων,
σπεύδων ἄχνας τὰς πυρίνας ἀποτρώγειν·
ἀφ' ἑνὸς δὲ δηχθεὶς συνεπάτησε τοὺς πάντας
Ερμῆς δ ̓ ἐπιστὰς τῷ τε ῥαβδίῳ παίων
εἶτ ̓ οὐκ ἀνέξει, φησὶ, τοὺς θεοὺς ὑμῶν

εἶναι δικαστὰς, οἷος εἶ σὺ μυρμήκων ;

5

10

Totam fabulam, in qua Choliambos jam latentes bis viderat
Tyrwhittus, metris modo non omni parte absolutis, restituit
Coraius p. 411., quem palam sequitur Schneider, Schneiderum
vero tacite Blomfieldius.

Fab. 364. Vid. in Cl. Jl. No. L. p. 365.
Fab. 365= Bodl. 104. Tyrwh. p. 21=172.
Ζεὺς δικαστής.

ὁ Ζεὺς τὸν ̔Ερμῆν τὰς ἁμαρτίας θνητῶν
ἐν ὀστράκοισιν ἐγγράφοντα, κίβωτον

ἀποτιθέναι κέλευσε πλησίον θάκων,
ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσοι.
τῶν δ ̓ ὀστράκων συγκεχυμένων ἐπ' ἀλλήλοις
τὸ μὲν βράδιον, τὸ δὲ τάχιον ἐμπίπτει
εἰς τοῦ Διὸς τὰς χεῖρας· εἴποτ ̓ εὐθύνοι
τὰ τῶν πονηρῶν, οὐ προσῆκε θαυμάζειν,

ἂν θᾶσσον ἀδικῶν, ὀψέ τις κακῶς πράσσῃ.

5

Hujus fabulæ vv. 3. et 5. eruit Tyrwhittus; ceteros, præter tres initiales, Schneider, quem tacite sequitur Blomfieldius.

S. Ms. Bodl. πλησίον αὐτοῦ. Voces omittit Ms. Vatic. Ipse dedi πλησίον θάκων. Jovis θάκους commemorant scriptores probati. Cratinus in Archilochis apud Suid. v. Διὸς ψῆφος. *Ενθα Διὸς μεγάλου θάκοι, quocum synonyma sunt θρόνος et δίφρος : cf. Soph. Fragm. Incert. 3. Διὸς αἵ τε παρὰ θρόνον ἀγχόταται ἑζόμεναι. Callim. Η. in Jov. 67. & καὶ πέλας εἶσαι δίφρου. Unde intelligitur (Ed. C. 1267. Ζηνὶ σύνθακος θρόνων.

6. βράδιον et τάχιον Attice penultirnam producunt. Atqui dixerit Atheniensis βραδύτερον—et θάσσον.

θ. Ms. Vat. τῶν οὖν. Syntaxis est nulla.
Fab. 366. Vid. in Cl. Jl. No. xLIx. p. 21.
Fab. 367.-Όνος, Κυνίδιον.

Ονον τις ἔτρεφε κυνίδιόν τε Μελιταῖον
ὁ μὲν οὖν ἐν ἀυλῇ παρὰ φάτναισι δεσμώτης
κριθὰς ἔτραγε καὶ χόρτον, ὥσπερ εἰώθει·
τὸ κυνίδιον δὲ χαρίεν, εὐρύθμως παῖζον,
τὸν δεσπότην γε ποικίλως περισκαίρον,
† ἐκεῖνος δ' αὐτὸ κατέχων ἐν τοῖς κόλποις
ὁ δ ̓ Ὄνος ἀλήθων, νύχθ' [ὅλην ἐπήντλησε,]
πυρὸν φίλης Δήμητρος, ἡμέρας δ', ὕλην
ἄγων ἀφ ̓ ὕψους ἐξ ἄγρου θ ̓, ὅσων χρεία.
δηχθεὶς δὲ θυμῷ καὶ περισσὸν οἰμώξας
πάσῃ θεωρῶν ἐν ἁβρότητι τὸν σκύμνον,
φάτνης ὀνείης δεσμὰ καὶ κάλως ῥήξας,
ἐς τὸ μέσον αὐλῆς ἦλθεν ἄμετρα λακτίζων.
σαίνειν δ ̓, ἅτε κύων, ἔθελε καὶ περισκαίρειν.
τὴν μὲν τράπεζαν ἐς μέσον ἔβαλεν θλάσας,
ἅπαντα δ ̓ εὐθὺς ηλόησε τὰ σκεύη
δειπνοῦντα δ ̓ εὐθὺς ἦλθε δεσπότην κρούσων,
νώτοις ἐπεμβάς· ἐσχάτου δὲ κινδύνου
θεράποντες ἐν μέσοις ἔσωσαν· ὡς δ ̓ εἶχον,
δικραῖσι κορύναις ἄλλος ἄλλοθεν κρούων
ἔκτεινον· ὡς δὲ καὐτὸς ὕστατ ̓ ἐξέπνει,
· ἔτλην, ἔλεξεν, οὗ ἐχρῆν με, δυσδαίμων

5

10

15

20

*τί γὰρ παρ ̓ οὔρεσιν οὐκ ἐπολευόμην,

βαιῷ δ' ὁ μέλεος κυνιδίῳ παρισούμην ;
ó

Inter hos versus inesse Choliambos nonnullos per transennam vidit Coraius p. 371. quo adjutus Schneider p. 119. fabulam modo non omnem metris restituit.

1. Ms. πάνυ ὡραῖον. Αt Μελιταῖον extat in simili fab. ed. Hud. 219. et in Galeno ibi citato.

6. Versus quidem utpote politicus stare poterat. Sed reliqui sunt Choliambi integerrimi. Et hic Choliambus poterit esse, modo legas τέκνον ὡς, ὑπ ̓ αὐτοῦ ἐκεῖτ ̓, ἄγων ὕπνους, κόλποις.

7. Ms. ὁ δέ γ' ὄνος τὴν μὲν νύκτα ἀλήθων. Schneideri est όλην, meum vero ἐπήντλησε. Multa non ante vulgata dicere poteram de ἐπαντλεῖν sæpe depravato. Verum ἐπέχω. Adi tamen nea in Cl. J. No. χιν. p. 303. Quod ad νύκτα ὅλην cf. Aristoph. Eccl. 39. 56. Amphid. apud Athen. 11. p. 69. B. et Pherecrat. apud Phot. v. Ληκᾶσθαι.

14. Μs. σαίνων δ' ὁποῖα. 19. Μs. ὡς εἶδον ἐσάωσαν.

Coraius voluit όποῖα κύων.
Voces leviter mutavi.

20. Μs. κρανείας δὲ κορύναις. Atqui meum δικραῖσι tuetur

Aristoph. Pac. 636.

21. Latet menda.

Nihil video.

Fab. 368."Ονος παίζων.

Ὄνος τις ἀναβὰς εἰς τὸ δῶμα καὶ παίζων
τὸν κέραμον ἔθλα· καί τις αὐτὸν ἀνθρώπων
ἐπιδραμων κατῆγε, τῷ ξύλῳ παίων·

ὁ δ ̓ ὄνος πρὸς αὐτὸν, ὃς τὸ νῶτον ἔλεγχε,
· καὶ μὴν πίθηκος γ ̓ ἐχθες, εἶπε, καὶ προώην
ἔτερπεν ὑμᾶς αὐτὸ τοῦτο ποιήσας.

Hanc Fabulam metris restituit Coraius p. 268.

Fab. 369.—Ορνιθοθήρας, Πέρδιξ, καὶ ̓Αλεκτορίσκος.
Ορνιθοθήρᾳ φιλὸς ἐπῆλθεν ἐξαίφνης
μέλλοντι θύμβραν καὶ σέλινα δειπνήσειν·
ὁ δὲ κλωβὸς εἶχεν οὐδέν· οὐ γὰρ ἠγρεύκει
ὥρμησε δ' οὖν Πέρδικα ποικίλον θῦσαι,
ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν.
ὁ δ ̓ αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι,
(λέγων), “ τὸ λοιπὸν δικτύῳ τί ποιήσεις,
ὅταν κυνηγῇς ; τίς δὲ σοὶ συναθροίσει
εὔωπον ἀγέλην ὀρνέων φιλαλλήλων;
τίνος μελῳδοῦ πρὸς (τὸν) ἦχον ὑπνώσεις ;
ἀφῆκε τὸν πέρδικα· καὶ Ταναγραῖον
Αλεκτόρισκον συλλαβεῖν ἐβουλήθη·

5

10

15

ὁ δ ̓ ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας • πόθεν μαθήσει, πόστον εἰς ἕω λείπει, τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσει, πότ' ἐννυχεύει χρυσότοξος Ωρίων ; ἔργων δὲ τίς σε προϊνῶν ἀναμνήσει, ὅτε (δὴ) δροσώδης ταρσός ἐστιν ὀρνίθων ; κἀκεῖνος εἶπεν, “ οἶσθα χρησίμους ὥρας, ὅμως δὲ δεῖ μὲ ἑλεῖν σε· δεῖπνα ποιήσεις. Hanc quoque fabulam Coraius p. 269. restituit: qui λέγων inseruit in v. 8. et ròv in v. 11.

20

Tava

V. 12. Ms. γεννήτην. Reposui Ταναγραϊον. Suid. in Ταναγραῖοι citat Babrianum ̓Αλεκτορίσκων ἦν μάχη Ταναγραίων.

V. 14. Huc bene Schneider retulit gl. Suid. Πέταυρα. Ο δ' ἐκ πεταύρου κλαγγὸν εἶπε βοήσας πόθεν μαθήσει πόσσον—τὸν ὡρόνομον θύσας με : ubi Toup. εἶπ' ἐπιβοήσας. Sed Ms. Vat. φωνήσας.

V. 15. Ionicum est πόσσον: neque satis bene Græcum πόσον in tali loco : debuit esse πόστον : teste Suid. Πόστος : ubi citatur πόστον ἔτος et πόστη ὥρα.

V. 16. Ita Schneider. Μs. προμαθήν : Suid. πρόνομον.
V. 19. Ipse hic inserui δή : et mox lego οἶσθα pro οίδας.
V. 21. Μs. ὅμως δὲ δεῖ σχεῖν τι δειπνήσει.

Fab. 370.—Όνος καὶ Κύων.

Aliquantulum a Bergero p. 23. deceptus, hanc fabulam ipse olim volui pro metrica haberi. Hodie tamen video eam sermone soluto esse scriptam.

Fab. 371.—Γηπόνος, Ὄνος, καὶ Βους.

ἔχων Ονον τις τῷ Βοὶ ξυνέζευξεν
ἠροτρία πτωχῶς μὲν, ἀλλ' ἀναγκαίως·
ἐπεὶ δὲ τοῦργον (ἡμέρας) επληρώθη,
λύειν ἔμελλε ζεῦγος· ἀλλ ̓ ἐπηρώτα
Οὖνος, ' τίς ἄξει γηπονοῦντα τὰ σκεύη ;

ὁ δὲ Βοῖς πρὸς αὐτὸν, • Οὔνος, ὥσπερ εἴωθεν.

5

Versus politicos hic detexerat Coraius. Unde Blomfieldio, ni fallor, suspicio est orta de fabula pejoris monetæ. Atqui metrum est revera Choliambicum.

V. 3. Bergero p. 18. ἡμέρας debetur. V. 4. Ms. ἔμελλεν αὐτούς.

V. 5. Μs. τῷ γηπόνῳ.

Fab. 372. Ο παρακαταθήκας ειληφως καὶ Όρκος.

Sermone soluto scripta est fabula.

Fab. 373.—Ποιμὴν καὶ Λύκος.

Ποιμὴν Λύκον νεόγνον ἐξέθρεψ' εὑρών·

[ocr errors]
[ocr errors][merged small][merged small]

Ita versus ipse tornavi e verbis metri speciem vix et ne vix quidem referentibus.

Fab. 374.—Γεωργὸς, Παῖς, καὶ Κυλοιοί.

· ἐν Πλειάδος δυσμαῖσι τοὺς σπόρους ὠρεῖν·
και τις Γεωργὸς πυρὸν εἰς νεὸν σπείρας
ἐφύλαττεν ἑστώς· καὶ γὰρ ἄκριτος πλήθει
μέλας Κολοιῶν ἑσμὸς ἦλθε δυσφώνων,
Ψᾶρες τ ̓ ὀρυκταὶ σπερμάτων ἀρουραίων.
τῷ δὲ ἠκολούθει σφενδόνην ἔχων κοίλην
Παιδίσκος· οἱ δὲ Ψᾶρες ἐκ συνηθείας
ἤκουον, εἰ τὴν σφενδόνην ποτ' ᾐτήκει,
καὶ πρὶν βαλεῖν, ἔφευγον· εὗρε δ' εὖ τέχνην
ὁ Γεωργὸς ἄλλην, τόν τε παῖδα φωνήσας
ἐδίδασκεν, “ ὦ παῖ, χρὴ γὰρ ὀρνέων ἡμᾶς
σοφῶν δολώσαι τὴν φρέν· ἡνίκ ̓ ἂν τοίνυν
ἔλθωσιν (αὖθις,) εἰ μὲν ἄρτον αἰτήσω,
σύ γ ̓ οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι
οἱ Ψάρες ἦλθον, κἀνέμοντο τὴν χώραν.
ὁ δ ̓ ἄρτον αἰτεῖ, καθάπερ εἶχε συνθήκην
οἱ δ ̓ οὐκ ἔφευγον· τῷ δ ̓ ὁ Παῖς λίθων πλήρη
τὴν σφενδόνην ἔδωκεν· ὁ δὲ γέρων ῥίψας,
τοῦ μὲν τὸ βρέγμα, τοῦ δ ̓ ἔτυψε τὴν κνήμην
τοῦ δ ̓ αὖ τὸν ὦμον· οἱ δ ̓ ἔφευγον ἐκ χώρης.
Γέρανοι συνήντων, καὶ τὸ συμβὲν ἠρώτουν·
καί τις Κολοιὸς εἶπε, “ φεύγετ ̓ ἀνθρώπων
γένος πονηρὸν, ἄλλα μὲν πρὸς ἀλλήλους
λαλεῖν μαθόντων, ἄλλα δ' ἔργα ποιούντων.

δώσεις.

5

10

15.

20

Hanc fabulam Blomfieldius appellat modo non omnem integram. Atqui fuit olim, quod posset ejus ingenium exercere. Etenim neque Coraius, versuum repertor, neque Schneider poterant emendare v. 1. Πλειάδος δυσμαὶ ἦσαν ἐν σπόρου ὥρη. Unde tamen ipse nullo molimine erui, Εν πλειάδος δυσμαῖσι τοὺς σπόρους ὠρεῖν. Certum ὠρεῖν reddit illud ἐφύλαττεν. De verbo ὠρεῖν vid. Ruhnk. ad Hesiod. Theog. 901. Hic ὠρεῖν est vice imperativi. Fuit versus agricolæ monitum proverbiale.

2. Μs. ἐν κλήρῳ πυροὺς σπείρας. Schneider vero p. 128. edidit εἰς νεὸν πυρούς σπείρας e Suid. v. Νεός. Atqui πυρὸς primam producit ; neque pes quintus potest esse spondæus. Dedi igitur post alios πυρὸν εἰς νεὸν σπείρας.

« PoprzedniaDalej »