Obrazy na stronie
PDF
ePub

GROUP I.

LITURGIES

OF PALESTINE AND SYRIA,

AND DERIVATIVES.

B

LITURGIA CLEMENTINA.

(CONSTITT. APOST. LIB. VIII. CAP. V. 5 — XV. 4,

ED. UELTZEN, 1853.)

menorum.

ΚΑΙ τῇ ἔωθεν ἐνθρονιζέσθω εἰς τὸν αὐτῷ διαφέροντα τόπον παρὰ τῶν filissa λοιπῶν ἐπισκόπων, πάντων αὐτὸν φιλησάντων τῷ ἐν Κυρίῳ φιλήματι. Catechu= Καὶ μετὰ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, τῶν τε ἐπιστολῶν καὶ τῶν πράξεων καὶ τῶν εὐαγγελίων, ἀσπασάσθω ὁ χειροτονηθεὶς τὴν ἐκκλησίαν, λέγων

Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν.

Καὶ πάντες ἀποκρινέσθωσαν

Καὶ μετὰ τοῦ πνεύματός σου.

Καὶ μετὰ τὴν πρόσρησιν προσλαλησάτω τῷ λαῷ λόγους παρακλήσεως.

Καὶ πληρώσαντος αὐτοῦ τὸν τῆς διδασκαλίας λόγον, ἀναστάντων ἁπάντων, ὁ διάκονος ἐφ' ὑψηλοῦ τινος ἀνελθὼν κηρυττέτω

Μή τις τῶν ἀκροωμένων· μή τις τῶν ἀπίστων.

Καὶ ἡσυχίας γενομένης λεγέτω

Εὔξασθε, οἱ κατηχούμενοι.

I. Benediction.

2 Cor. xiii. 13.

II.

Καὶ πάντες οἱ πιστοὶ κατὰ διάνοιαν ὑπὲρ αὐτῶν προσευχέσθωσαν, Dismissal of

λέγοντες

the Catechumens.

Κύριε ἐλέησον.

Διακονείτω δὲ ὑπὲρ αὐτῶν, λέγων·

Bidding

[διὰ προσφω

Ὑπὲρ τῶν κατηχουμένων πάντες τὸν Θεὸν παρακαλέσωμεν, ο ἵνα ὁ ἀγαθὸς [καὶ] φιλάνθρωπος εὐμενῶς εἰσακούσῃ τῶν δεή- Prayer σεων αὐτῶν καὶ τῶν παρακλήσεων, καὶ προσδεξάμενος αὐτῶν νήσεως]. τὴν ἱκεσίαν ἀντιλάβηται αὐτῶν καὶ δῷ αὐτοῖς τὰ αἰτήματα τῶν καρδιῶν αὐτῶν πρὸς τὸ συμφέρον, ἀποκαλύψῃ αὐτοῖς τὸ

2.

ΙΙ. a εὐαγγέλιον τοῦ Χριστοῦ αὐτοῦ, φωτίσῃ αὐτοὺς καὶ συνετίσῃ, παιδεύσῃ αὐτοὺς τὴν θεογνωσίαν, διδάξῃ αὐτοὺς τὰ προστάγματα αὐτοῦ καὶ τὰ δικαιώματα, ἐγκαταφυτεύσῃ ἐν αὐτοῖς τὸν ἁγνὸν αὐτοῦ καὶ σωτήριον φόβον, διανοίξῃ τὰ ὦτα τῶν καρδιῶν αὐτῶν C. Ps. i. 3. πρὸς τὸ ἐν τῷ νόμῳ αὐτοῦ καταγίνεσθαι ἡμέρας καὶ νυκτός βεβαιώσῃ δὲ αὐτοὺς ἐν τῇ εὐσεβείᾳ, ἑνώσῃ καὶ ἐγκαταριθμήσῃ αὐτοὺς τῷ ἁγίῳ αὐτοῦ ποιμνίῳ, καταξιώσας αὐτοὺς τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τοῦ ἐνδύματος τῆς ἀφθαρσίας, τῆς ὄντως ζωῆς· ῥύσηται δὲ αὐτοὺς ἀπὸ πάσης ἀσεβείας, καὶ μὴ δῷ τόπον τῷ ἀλλοτρίῳ κατ ̓ αὐτῶν, καθαρίσῃ δὲ αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐνοικήσῃ τε ἐν αὐτοῖς καὶ ἐμπεριπατήσῃ διὰ τοῦ Χριστοῦ αὐτοῦ· εὐλογήσῃ τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους, καὶ κατευθύνῃ αὐτοῖς τὰ προκείμενα εἰς τὸ συμφέρον.

2 Cor. vi. r.

2 Cor. vi. 16.

Cf. Ps. cxxi.

8.

[merged small][merged small][ocr errors][merged small][merged small]

Ἔτι ἐκτενῶς ὑπὲρ αὐτῶν ἱκετεύσωμεν, ἵνα ἀφέσεως τυχόντες τῶν πλημμελημάτων διὰ τῆς μυήσεως ἀξιωθῶσι τῶν ἁγίων μυστηρίων καὶ τῆς μετὰ τῶν ἁγίων διαμονῆς.

Εγείρεσθε, οἱ κατηχούμενοι. Τὴν εἰρήνην τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ αἰτήσασθε, εἰρηνικὴν τὴν ἡμέραν καὶ ἀναμάρτητον καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ὑμῶν, χριστιανὰ ὑμῶν τὰ τέλη, ἵλεων καὶ εὐμενὴ τὸν Θεόν, ἄφεσιν πλημμελημάτων. Ἑαυτοὺς τῷ μόνῳ ἀγεννήτῳ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παράθεσθε. Κλίνατε καὶ εὐλογεῖσθε.

Ἐφ ̓ ἑκάστῳ δὲ τούτων, ὧν ὁ διάκονος προσφωνεῖ, ὡς προείπομεν, λεγέτω ὁ λαός Κύριε ἐλέησον· καὶ πρὸ πάντων τὰ παιδία. Κλινόντων δὲ αὐτῶν τὰς κεφαλάς, εὐλογείτω αὐτοὺς ὁ χειροτονηθεὶς ἐπίσκοπος εὐλο γίαν τοιάνδε·

Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἀγέννητος καὶ ἀπρόσιτος, ὁ μόνος ἀληθινὸς Θεός, ὁ Θεὸς καὶ πατὴρ τοῦ Χριστοῦ σου τοῦ μονογενοῦς Υἱοῦ σου, ὁ Θεὸς τοῦ Παρακλήτου, καὶ τῶν ὅλων Κύριος ὁ διὰ Χριστοῦ διδασκάλους τοὺς μαθητὰς ἐπιστήσας πρὸς μάθησιν τῆς εὐσεβείας, αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τοὺς δούλους σου, τοὺς κατηχουμένους τὸ εὐαγγέλιον τοῦ Χριστοῦ σου· καὶ δὸς αὐτοῖς καρδίαν καινήν καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις αὐτῶν, πρὸς τὸ εἰδέναι καὶ ποιεῖν τὸ θέλημά σου, ἐν καρδίᾳ πλήρει καὶ ψυχῇ θελούσῃ· καταξίωσον αὐτοὺς τῆς ἁγία

« PoprzedniaDalej »