Obrazy na stronie
PDF
ePub

LITURGIA SANCTI MARCI

ALEXANDRINORUM.

Ὁ ἱερεύς. Εἰρήνη πᾶσιν.

Ο λαός. Καὶ τῷ πνεύματί σου.

Ο διάκονος. Προσεύξασθε.

Missa
Catechu-

menorum.

I. INITIAL PRAYERS.

For the Con. gregation.

Ο λαός. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον. ̔Ο δὲ ἱερεὺς εὔχεται μυστικῶς. Εὐχαριστοῦμέν σοι καὶ ὑπερευχαριστοῦμεν, Κύριε ὁ Θεὸς τ ἡμῶν, ὁ Πατὴρ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ πάντα, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν, ὅτι ἐσκέπασας, ἐβοήθησας, ἀντελάβου, καὶ παρήγαγες ἡμᾶς τὸν παρελθόντα χρόνον τῆς ζωῆς ἡμῶν, καὶ ἤγαγες ἡμᾶς ἕως τῆς ὥρας ταύτης, ἀξιώσας πάλιν παραστῆναι ἐνώπιόν σου ἐν τόπῳ ἁγίῳ σου ἄφεσιν αἰτοῦντας τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἱλασμὸν παντὶ τῷ λαῷ σου. Καὶ δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθέ, δὸς ἡμῖν τὴν ἁγίαν ἡμέραν ταύτην, καὶ ἅπαντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν, ἐπιτελέσαι ἀναμαρτήτως, μετὰ πάσης χαρᾶς, ὑγιείας, σωτηρίας, καὶ παντὸς ἁγιασμοῦ, καὶ τοῦ σοῦ φόβου. Πάντα δὲ φθόνον, πάντα φόβον, πάντα πειρασμόν, πᾶσαν σατανικὴν ἐνέργειαν, πᾶσαν πονηρῶν ἀνθρώπων ἐπιβουλήν, ἐκδίωξον ἀφ' ἡμῶν, ὁ Θεός, καὶ ἀπὸ τῆς ἁγίας σου καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Τὰ καλὰ καὶ τὰ συμφέροντα ἡμῖν ἐπιχορήγησον· εἴ τι σοι ἡμάρτομεν ἐν λόγῳ, ἢ ἔργῳ, ἢ κατὰ διάνοιαν, σὺ ὡς ἀγαθὸς καὶ φιλάνθρωπος παριδεῖν καταξίωσον, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς, ὁ Θεός, ἐλπίζοντας ἐπί σοι, μηδὲ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ Matt. vi. r3.

Ι. & τοῦ πονηροῦ, καὶ ἐκ τῶν ἔργων αὐτοῦ, χάριτι καὶ οἰκτιρμῷ καὶ

For the Emperor.

b

Ps. xxxν. 2.

φιλανθρωπίᾳ τοῦ μονογενούς σου Υἱοῦ· [Εκφώνως] δι ̓ οὗ καὶ μεθ ̓ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος, ἐν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ο λαός. Αμήν.

Ὁ ἱερεύς. Εἰρήνη πᾶσιν.

Ο λαός. Καὶ τῷ πνεύματί σου.

Ο διάκονος. Προσεύξασθε ὑπὲρ τοῦ βασιλέως.

Ο λαός. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Ὁ δὲ ἱερεὺς ἐπεύχεται μυστικῶς.

Δέσποτα Κύριε ὁ Θεός, ὁ Πατὴρ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δεόμεθα καὶ παρακαλοῦμέν σε, τὸν βασιλέα ἡμῶν ἐν εἰρήνῃ καὶ ἀνδρίᾳ καὶ δικαιοσύνῃ διαφύ λαξον. Καθυπόταξον αὐτῷ, ὁ Θεός, πάντα ἐχθρὸν καὶ πολέμιον ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειαν αὐτοῦ. Δὸς αὐτῷ, ὁ Θεὸς, νίκας, εἰρηνικὰ φρονεῖν ἡμᾶς, καὶ πρὸς τὸ ὄνομά σου τὸ ἅγιον· ἵνα καὶ ἡμεῖς ἐν τῇ γαληνότητι τῶν ἡμερῶν 1 Tim. ii. 2. αὐτοῦ ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ· [Εκφώνως] δι ̓ οὗ καὶ μεθ ̓ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[merged small][ocr errors]

Ὁ λαός. ̓Αμήν.

Ὁ ἱερεύς. Εἰρήνη πᾶσιν.

Ὁ λαός. Καὶ τῷ πνεύματί σου.

Ο διάκονος. Προσεύξασθε ὑπὲρ τοῦ Πάπα καὶ ἐπισκόπου.
Ο λαός. Κύριε ἐλέησον. Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ὁ ἱερεύς.

Δέσποτα Κύριε ὁ Θεός, ὁ παντοκράτωρ, ὁ Πατὴρ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθέ, τὸν ἁγιώτατον καὶ μακαριώτατον ἀρχιερέα ἡμῶν Πάπαν Δ ́. καὶ τὸν ὁσιώτατον ἐπίσκοπον

1 προς must have dropped out of the text here.

Δ ́. συντηρῶν, συντήρησον ἡμῖν αὐτοὺς ἔτεσι πολλοῖς, εἰρηνικῶς Ι. ἐκτελοῦντας τὴν ὑπὸ σοῦ ἐμπεπιστευμένην ἁγίαν ἀρχιερωσύνην, κατὰ τὸ ἅγιον καὶ μακάριόν σου θέλημα, ὀρθοτομοῦντας τὸν λόγον 2 Tim. ii. 15. τῆς ἀληθείας, σὺν πᾶσιν ὀρθοδόξοις ἐπισκόποις, πρεσβυτέροις, διακόνοις, ὑποδιακόνοις, ἀναγνώσταις, ψάλταις τε καὶ λαϊκοῖς, σὺν παντὶ τῷ πληρώματι τῆς ἁγίας καὶ μόνης καθολικῆς ἐκκλησίας, εἰρήνην καὶ ὑγιείαν καὶ σωτηρίαν αὐτοῖς χαριζόμενος. Τὰς δὲ εὐχὰς αὐτῶν, ἃς ποιοῦσιν ὑπὲρ ἡμῶν, καὶ ἡμεῖς ὑπὲρ αὐτῶν, πρόσδεξαι, Κύριε, εἰς τὸ ἅγιον καὶ ἐπουράνιον καὶ λογικόν σου θυσιαστήριον. Πάντα δὲ ἐχθρὸν τῆς ἁγίας σου ἐκκλησίας καθυ- Cf. Rom. xvi, πόταξον ὑπὸ τοὺς πόδας αὐτῶν ἐν τάχει, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ· [Εκφώνως] δι' οὗ καὶ μεθ ̓ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ο λαός. Αμήν.

Ὁ ἱερεύς. Εἰρήνη πᾶσιν.

Ὁ λαός. Καὶ τῷ πνεύματί σου.

Ο διάκονος. Ἐπὶ προσευχὴν σταθῆτε.

Ο λαός. Κύριε ἐλέησον. τρίς.

Ὁ δὲ ἱερεὺς ἐπεύχεται εὐχὴν τῆς εἰσόδου 2 καὶ εἰς τὸ θυμίαμα.

20.

II.

1 THE LITTLE

ENTRANCE.

The Prayer.

Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν δωδεκάφωτον λαμπάδα ε

τῶν δώδεκα ἀποστόλων ἐκλεξάμενος, καὶ ἐξαποστείλας αὐτοὺς

ἐν ὅλῳ τῷ κόσμῳ κηρύξαι καὶ διδάξαι τὸ εὐαγγέλιον τῆς Matt ix. 35. βασιλείας σου, καὶ θεραπεύειν [πᾶσαν] νόσον καὶ πᾶσαν μα- Matt. x. r. λακίαν ἐν τῷ λαῷ, καὶ ἐμφυσήσας εἰς τὰ πρόσωπα αὐτῶν,

καὶ εἰπὼν αὐτοῖς, Λάβετε Πνεῦμα ἅγιον, τὸ παράκλητον· ἄν John xx. 22, τινων ἀφίετε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατεῖτε,

1 The introduction of the Little' and 'Great Entrances' is due to the influence of the rite of Constantinople. In the Alexandrian Liturgy proper the elements were brought in at the beginning of the office with solemn procession and peculiar ritual (see Renaudot, vol. i. p. 168 seq.).

[ocr errors]

The hiatus in the middle of this Prayer and the inconsistency of the end with the beginning of it show that there is something wrong. A comparison of the first portion with the Prayer of Absolution to the Son (Coptic Liturgy, p. 196) suggests that we have here a fragment of a corresponding prayer to that, combined with the Prayer of Incense.

23.

ΙΙ. a κεκράτηνται· οὕτως καὶ ἐφ' ἡμᾶς τοὺς περιεστηκότας δούλους σου, ἐν τῇ εἰσόδῳ τῆς ἱερουργίας, τὰς *** ** * * * * * * * (σὺν τοῖς ἐπισκόποις, πρεσβυτέροις, διακόνοις, αναγνώσταις, ψάλταις τε καὶ λαϊκοῖς, σὺν παντὶ τῷ πληρώματι τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας· ῥῦσαι ἡμᾶς, Κύριε, ἀπὸ ἀρᾶς καὶ κατάρας, καὶ ἀπὸ ἀναθέματος καὶ δεσμοῦ καὶ ἀφορισμοῦ, καὶ ἐκ τῆς μερίδος τοῦ ἀντικειμένου ̇ καὶ καθάρισον ἡμῶν τὰ χείλη καὶ τὴν καρδίαν ἀπὸ παντὸς μου λυσμοῦ καὶ ἀπὸ πάσης ῥᾳδιουργίας· ἵνα ἐν καθαρᾷ καρδίᾳ καὶ καθαρῷ συνειδότι προσφέρωμέν σοι τὸ θυμίαμα τοῦτο, εἰς ὀσμὴν εὐωδίας, καὶ εἰς ἄφεσιν ἁμαρτιῶν ἡμῶν καὶ παντὸς τοῦ λαοῦ σου, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενούς σου Υἱοῦ· [Εκφώνως] δι ̓ οὗ καὶ μεθ ̓ οὗ σοὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ [σου] Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

The Entrance.

b

THE TRISA-
GION.

Prayer of the
Trisagion.

Ὁ λαός. Αμήν.

Ὁ διάκονος. Ορθοί.

Καὶ ψάλλουσιν.

Ὁ μονογενὴς [Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ἀθάνατος ὑπάρχων, καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτήριαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θανάτον πατήσας, εἰς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.]

Καὶ γίνεται ἡ εἴσοδος τοῦ εὐαγγελίου.
Καὶ λέγει ὁ διάκονος

Ἐπὶ προσευχήν.

Ὁ ἱερεύς. Εἰρήνη πᾶσιν.

Ο λαός. Καὶ τῷ πνεύματί σου.

Ο διάκονος. Ἐπὶ προσευχήν.

Ο λαός. Κύριε ἐλέησον.

̔́Αγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ὁ ἱερεὺς εὔχεται εὐχὴν τοῦ τρισαγίου.

Δέσποτα Κύριε, Ἰησοῦ Χριστέ, ὁ συναΐδιος Λόγος τοῦ ἀνάρχου Πατρός, ὁ καθ' ἡμᾶς γενόμενος κατὰ πάντα χωρίς

« PoprzedniaDalej »